Humanitext Reader

プラトン · 法律 §7.802-7.803

男女の歌舞の選定と神のおもちゃとしての人間の生

96 / 186 箇所 · ギリシア語

要旨

音楽と踊りを男女の特性に合わせて区別・制定し直すための審査の手続きが述べられ、さらに人間は神のおもちゃであり、平和の中で「遊び」としての儀礼的生活を送ることこそが真に真剣であるべき生の本質であると説かれます。

§7.802ΑΘ. τούς γε μὴν ἔτι ζῶντας ἐγκωμίοις τε καὶ ὕμνοις τιμᾶν οὐκ ἀσφαλές, πρὶν ἂν ἅπαντά τις τὸν βίον διαδραμὼν τέλος ἐπιστήσηται καλόν·
アテ:しかしながら、いまだ生きている人々を称賛歌や讃歌で称えることは、だれかが生涯のすべてを走り抜けて美しい最期を迎えるまでは、安全ではありません。
ταῦτα δὲ πάντα ἡμῖν ἔστω κοινὰ ἀνδράσιν τε καὶ γυναιξὶν ἀγαθοῖς καὶ ἀγαθαῖς διαφανῶς γενομένοις.
そして、これらすべては、私たちにとって、明らかに優れた者となった男性にも女性にも共通のものとしましょう。
τὰς δὲ ᾠδάς τε καὶ ὀρχήσεις οὑτωσὶ χρὴ καθίστασθαι.
歌と踊りは次のように制定されねばなりません。
πολλὰ ἔστιν παλαιῶν παλαιὰ περὶ μουσικὴν καὶ καλὰ ποιήματα, καὶ δὴ καὶ τοῖς σώμασιν ὀρχήσεις ὡσαύτως, ὧν οὐδεὶς φθόνος ἐκλέξασθαι τῇ καθισταμένῃ πολιτείᾳ τὸ πρέπον καὶ ἁρμόττον·
音楽に関しては、古の人々による古くかつ美しい詩作品が多くあり、実に身体の踊りについても同様に多くあります。 それらの中から、制定されつつある国制にとってふさわしく適合するものを選び出すことに、何の惜しみもありません。
δοκιμαστὰς δὲ τούτων ἑλομένους τὴν ἐκλογὴν ποιεῖσθαι μὴ νεωτέρους πεντήκοντα ἐτῶν, καὶ ὅτι μὲν ἂν ἱκανὸν εἶναι δόξῃ τῶν παλαιῶν ποιημάτων, ἐγκρίνειν, ὅτι δʼ ἂν ἐνδεὲς ἢ τὸ παράπαν ἀνεπιτήδειον, τὸ μὲν ἀποβάλλεσθαι παντάπασιν, τὸ δʼ ἐπανερόμενον ἐπιρρυθμίζειν, ποιητικοὺς ἅμα καὶ μουσικοὺς ἄνδρας παραλαβόντας, χρωμένους αὐτῶν ταῖς δυνάμεσιν τῆς ποιήσεως, ταῖς δὲ ἡδοναῖς καὶ ἐπιθυμίαις μὴ ἐπιτρέποντας ἀλλʼ ἤ τισιν ὀλίγοις, ἐξηγουμένους δὲ τὰ τοῦ νομοθέτου βουλήματα, ὅτι μάλιστα ὄρχησίν τε καὶ ᾠδὴν καὶ πᾶσαν χορείαν συστήσασθαι κατὰ τὸν αὐτῶν νοῦν.
これらの審査官を選出し、彼らにその選定を行わせるべきであり、彼らは五十歳を下回ってはなりません。 そして、古い詩作品のうちで十分であると思われるものは採用し、不十分であったり、あるいは全く不適当であったりするものは、一方を完全に退け、他方を再検討してリズムを整え直すべきです。 詩作と音楽の才ある人々を協力者として招き入れ、彼らの詩作の能力を利用しつつも、彼らの快楽や欲望には、ごくわずかな例外を除いては委ねることなく、立法者の意図を説明しつつ、彼らの意図に従って、踊りや歌、すべての合唱舞踊をできるだけ組織させるようにすべきです。
πᾶσα δʼ ἄτακτός γε τάξιν λαβοῦσα περὶ μοῦσαν διατριβὴ καὶ μὴ παρατιθεμένης τῆς γλυκείας μούσης ἀμείνων μυρίῳ·
音楽に関するあらゆる無秩序な活動も、秩序を与えられるなら、たとえ甘美な音楽が添えられなくとも、無数に優れたものとなります。
τὸ δʼ ἡδὺ κοινὸν πάσαις.
快いということは、あらゆるものに共通だからです。
ἐν ᾗ γὰρ ἂν ἐκ παίδων τις μέχρι τῆς ἑστηκυίας τε καὶ ἔμφρονος ἡλικίας διαβιῷ, σώφρονι μὲν μούσῃ καὶ τεταγμένῃ, ἀκούων δὲ τῆς ἐναντίας, μισεῖ καὶ ἀνελεύθερον αὐτὴν προσαγορεύει, τραφεὶς δʼ ἐν τῇ κοινῇ καὶ γλυκείᾳ, ψυχρὰν καὶ ἀηδῆ τὴν ταύτῃ ἐναντίαν εἶναί φησιν·
というのも、人が子供の頃から、確立された思慮深い年齢に達するまで、節度があり秩序ある音楽の中で生き、その反対のものを聞くならば、彼はそれを憎み、卑しいものと呼ぶからです。 しかし、世俗的で甘美な音楽の中で育ったならば、これと反対の音楽は冷淡で不快なものであると言うでしょう。
ὥστε, ὅπερ ἐρρήθη νυνδή, τό γε τῆς ἡδονῆς ἢ ἀηδίας περὶ ἑκατέρας οὐδὲν πεπλεονέκτηκεν, ἐκ περιττοῦ δὲ ἡ μὲν βελτίους, ἡ δὲ χείρους τοὺς ἐν αὐτῇ τραφέντας ἑκάστοτε παρέχεται.
したがって、ちょうど今言われたように、快か不快かという点については、どちらの音楽も他方に対して何ら優位に立ってはいませんが、結果として、一方はその中で育てられた人々をその都度より良くし、他方はより悪くするのです。
ΚΛ. καλῶς εἴρηκας.
クレ:その通りです。
ΑΘ. ἔτι δὲ θηλείαις τε πρεπούσας ᾠδὰς ἄρρεσί τε χωρίσαι που δέον ἂν εἴη τύπῳ τινὶ διορισάμενον, καὶ ἁρμονίαισιν δὴ καὶ ῥυθμοῖς προσαρμόττειν ἀναγκαῖον·
アテ:さらに、女性にふさわしい歌と男性にふさわしい歌とを、何らかの型によって区分して切り離すべきであり、実にそれらを音階やリズムに適合させることが必要でしょう。
δεινὸν γὰρ ὅλῃ γε ἁρμονίᾳ ἀπᾴδειν ἢ ῥυθμῷ ἀρρυθμεῖν, μηδὲν προσήκοντα τούτων ἑκάστοις ἀποδιδόντα τοῖς μέλεσιν.
というのも、旋律のそれぞれに、これらのうちふさわしいものを何一つ与えないことによって、全体の音階から外れて歌いたり、リズムに対して無調律であったりすることは重大なことだからです。
ἀναγκαῖον δὴ καὶ τούτων τὰ σχήματά γε νομοθετεῖν.
したがって、これらの形式をも法律で規定することが必要です。
ἔστιν δὲ ἀμφοτέροις μὲν ἀμφότερα ἀνάγκῃ κατεχόμενα ἀποδιδόναι, τὰ δὲ τῶν θηλειῶν αὐτῷ τῷ τῆς φύσεως ἑκατέρου διαφέροντι, τούτῳ δεῖ καὶ διασαφεῖν.
両者に対して両方の性質のものを必然性に従って与えなければなりませんが、女性のものは、それぞれの本性のまさにその違いによって、これでまた明らかにされねばなりません。
τὸ δὴ μεγαλοπρεπὲς οὖν καὶ τὸ πρὸς τὴν ἀνδρείαν ῥέπον ἀρρενωπὸν φατέον εἶναι, τὸ δὲ πρὸς τὸ κόσμιον καὶ σῶφρον μᾶλλον ἀποκλῖνον θηλυγενέστερον ὡς ὂν παραδοτέον ἔν τε τῷ νόμῳ καὶ λόγῳ.
そこで、荘重なものや、勇気へと傾いているものは男性的であると言うべきであり、秩序正しさや節度へとより傾斜しているものは、より女性的なものであるとして、法律においても議論においても伝えていくべきです。
§7.803ΑΘ.τάξις μὲν δή τις αὕτη·
アテ:このようなものが一つの秩序です。
τούτων δὲ αὐτῶν διδασκαλία καὶ παράδοσις λεγέσθω τὸ μετὰ τοῦτο, τίνα τρόπον χρὴ καὶ οἷστισιν καὶ πότε πράττειν ἕκαστα αὐτῶν.
この後に語られるべきは、これら自体の教育と伝授であり、それらの一つひとつをどのような方法で、どのような人々に対して、いつ行うべきかということです。
οἷον δή τις ναυπηγὸς τὴν τῆς ναυπηγίας ἀρχὴν καταβαλλόμενος τὰ τροπιδεῖα ὑπογράφεται τῶν πλοίων σχήματα, ταὐτὸν δή μοι κἀγὼ φαίνομαι ἐμαυτῷ δρᾶν, τὰ τῶν βίων πειρώμενος σχήματα διαστήσασθαι κατὰ τρόπους τοὺς τῶν ψυχῶν, ὄντως αὐτῶν τὰ τροπιδεῖα καταβάλλεσθαι, ποίᾳ μηχανῇ καὶ τίσιν ποτὲ τρόποις συνόντες τὸν βίον ἄριστα διὰ τοῦ πλοῦ τούτου τῆς ζωῆς διακομισθησόμεθα, τοῦτο σκοπεῖν ὀρθῶς.
ちょうど造船技師が、造船の端緒を開くにあたって、船の形状として竜骨を素描するように、私自身も同じことを行っているように思われます。 すなわち、魂のあり方に従って生の諸形式を区分しようと試み、実際にそれらの竜骨を据え置こうとしているのです。 それは、どのような手段によって、またどのような生き方をもって交わることで、私たちがこの人生という航海を最も良く乗り切ることができるかを、正しく考察するためです。
ἔστι δὴ τοίνυν τὰ τῶν ἀνθρώπων πράγματα μεγάλης μὲν σπουδῆς οὐκ ἄξια, ἀναγκαῖόν γε μὴν σπουδάζειν·
さて、人間の事柄というものは、大して真剣に扱うに値するものではありませんが、真剣に扱わねばならない。
τοῦτο δὲ οὐκ εὐτυχές.
そしてこのことは、幸いなことではありません。
ἐπειδὴ δὲ ἐνταῦθά ἐσμεν, εἴ πως διὰ προσήκοντός τινος αὐτὸ πράττοιμεν, ἴσως ἂν ἡμῖν σύμμετρον ἂν εἴη.
しかし、私たちはこの境遇に置かれている以上、もし何らかのふさわしい方法でそれを行うなら、おそらく私たちにとって適度なものとなるでしょう。
λέγω δὲ δὴ τί ποτε;
私が言おうとしているのは一体何でしょうか。
ἴσως μεντἄν τίς μοι τοῦτʼ αὐτὸ ὑπολαβὼν ὀρθῶς ὑπολάβοι.
おそらく、だれかが私に対してまさにこの点について異論を唱え、しかも正しく唱えるかもしれません。
ΚΛ. πάνυ μὲν οὖν.
クレ:全くその通りです。
ΑΘ. φημὶ χρῆναι τὸ μὲν σπουδαῖον σπουδάζειν, τὸ δὲ μὴ σπουδαῖον μή, φύσει δὲ εἶναι θεὸν μὲν πάσης μακαρίου σπουδῆς ἄξιον, ἄνθρωπον δέ, ὅπερ εἴπομεν ἔμπροσθεν, θεοῦ τι παίγνιον εἶναι μεμηχανημένον, καὶ ὄντως τοῦτο αὐτοῦ τὸ βέλτιστον γεγονέναι·
アテ:私は、真剣であるべきことには真剣になり、そうでないことには真剣にならないようにすべきだと主張します。 そして、本性上、神こそがあらゆる至福なる真剣さに値する存在であり、人間は、先ほど言ったように、神の何らかの玩具として作られたものであって、実にこれが人間にとって最善のあり方なのです。
τούτῳ δὴ δεῖν τῷ τρόπῳ συνεπόμενον καὶ παίζοντα ὅτι καλλίστας παιδιὰς πάντʼ ἄνδρα καὶ γυναῖκα οὕτω διαβιῶναι, τοὐναντίον ἢ νῦν διανοηθέντας.
したがって、このあり方に従い、できる限り最も美しい遊びを遊びながら、すべての男性も女性もこのように生涯を送らねばならず、現在の考え方とは正反対の考えを持たねばなりません。
ΚΛ. πῶς;
クレ:どのようにですか。
ΑΘ. νῦν μέν που τὰς σπουδὰς οἴονται δεῖν ἕνεκα τῶν παιδιῶν γίγνεσθαι·
アテ:現在は、真剣な仕事は遊びのために行われねばならないと人々は考えているようです。
τὰ γὰρ περὶ τὸν πόλεμον ἡγοῦνται σπουδαῖα ὄντα τῆς εἰρήνης ἕνεκα δεῖν εὖ τίθεσθαι.
というのも、戦争に関する事柄は真剣なものであるが、平和のためにうまく整えられねばならないと考えているからです。
τὸ δʼ ἦν ἐν πολέμῳ μὲν ἄρα οὔτʼ οὖν παιδιὰ πεφυκυῖα οὔτʼ αὖ παιδεία ποτὲ ἡμῖν ἀξιόλογος, οὔτε οὖσα οὔτʼ ἐσομένη, ὃ δή φαμεν ἡμῖν γε εἶναι σπουδαιότατον·
しかし、実際には、戦争の中には、私たちがまさに最も真剣なものであると言っているような、注目に値する遊びも教育も、本性上存在したことはなく、今もなく、将来もないでしょう。
δεῖ δὴ τὸν κατʼ εἰρήνην βίον ἕκαστον πλεῖστόν τε καὶ ἄριστον διεξελθεῖν.
したがって、各自が平和な生活をできるだけ長く、最も良く送り届けることが必要なのです。
τίς οὖν ὀρθότης;
では、どのような正しさがあるでしょうか。
παίζοντά ἐστιν διαβιωτέον τινὰς δὴ παιδιάς, θύοντα καὶ ᾄδοντα καὶ ὀρχούμενον, ὥστε τοὺς μὲν θεοὺς ἵλεως αὑτῷ παρασκευάζειν δυνατὸν εἶναι, τοὺς δʼ ἐχθροὺς ἀμύνεσθαι καὶ νικᾶν μαχόμενον·
人はある種の遊びを遊び、犠牲を捧げ、歌い、踊りながら生涯を送るべきであり、そうすることによって、神々を自分に対して好意的にさせることができ、また敵を撃退し、戦って勝利することができるようになるのです。

語釈・文法注

  1. 802aτούς γε μὴν ἔτι ζῶντας ἐγκωμίοις τε καὶ ὕμνοις τιμᾶν οὐκ ἀσφαλές, πρὶν ἂν ἅπαντά τις τὸν βίον διαδραμὼν τέλος ἐπιστήσηται καλόν — 接続法を伴う従属節 πρὶν ἂν ... ἐπιστήσηται は「〜するまでは」という時間的限界を表します。不定代名詞 τις がこの従属節の主語として機能し、一致する分詞 διαδραμὼν と共に「だれかが生涯を走り終えるまでは」という意味上のまとまりを作っています。
  2. 802bὧν οὐδεὶς φθόνος ἐκλέξασθαι τῇ καθισταμένῃ πολιτείᾳ τὸ πρέπον καὶ ἁρμόττον — 関係代名詞 ὧν は、前文の ποιήματα と ὀρχήσεις を先行詞とし、「それら(古い詩作品や踊り)の中から選び出す」という不定詞 ἐκλέξασθαι の修飾対象となります。οὐδεὶς φθόνος [ἐστί] は「何ら惜しみ(不都合)はない」という慣用的な非人称表現です。
  3. 802cἐξηγουμένους δὲ τὰ τοῦ νομοθέτου βουλήματα, ὅτι μάλιστα ὄρχησίν τε καὶ ᾠδὴν καὶ πᾶσαν χορείαν συστήσασθαι κατὰ τὸν αὐτῶν νοῦν — 対格分詞 ἐξηγουμένους は、主要構文の δοκιμαστάς(審査官たち)に一致しています。不定詞 συστήσασθαι は目的または義務を伴う命令的解釈をされ、「組織すべきである」という審査官たちのなすべき役割を継続して記述しています。
  4. 803bτὰ τῶν βίων πειρώμενος σχήματα διαστήσασθαι κατὰ τρόπους τοὺς τῶν ψυχῶν — 主格分詞 πειρώμενος は文の主語(アテナイ人)に一致しています。アオリスト中間態不定詞 διαστήσασθαι は、この分詞の補足語として機能し、魂の特性に応じて生の形式を「区分する/分類する」という意味を表します。
  5. 803dνῦν μέν που τὰς σπουδὰς οἴονται δεῖν ἕνεκα τῶν παιδιῶν γίγνεσθαι — 名詞 τῶν παιδιῶν は παῖς(子供、属格複数 παίδων)ではなく、παιδιά(遊び・ゲーム)の属格複数形です。これは、「真剣な事柄(戦争など)は、遊び(平和な生活における祭儀など)のために行われるべきである」というプラトンの逆説的な文脈を理解する上で不可欠の判断点です。

この箇所を引用する

プラトン, 法律 §7.802-7.803. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:7.802-7.803

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。