Humanitext Reader

柏拉图 · 法律篇 §7.804-7.805

公立教育的必要性与男女平等的训练

第 97 段,共 186 段 · 希腊语

内容简介

雅典人指出,儿童教育是城邦的职责而非父母的私事,女子应当像男子一样接受体育、军事和音乐训练。他以萨尔马提亚妇女为例,说明男女不共同参与训练和生活的传统习俗会导致城邦力量减半,这是立法上的巨大错误。

§7.804ΑΘ. ὁποῖα δὲ ᾄδων ἄν τις καὶ ὀρχούμενος ἀμφότερα ταῦτα πράττοι, τὸ μὲν τῶν τύπων εἴρηται καὶ καθάπερ ὁδοὶ τέτμηνται καθʼ ἃς ἰτέον, προσδοκῶντα καὶ τὸν ποιητὴν εὖ λέγειν τὸ— " Τηλέμαχʼ, ἄλλα μὲν αὐτὸς ἐνὶ φρεσὶ σῇσι νοήσεις, ἄλλα δὲ καὶ δαίμων ὑποθήσεται·
雅典人:但是,关于应当唱着什么样的歌、跳着什么样的舞来同时进行这两件事,规范的形式已经谈过,仿佛已经开辟了必须行进的道路,同时我们也可以期待诗人在其诗句中说得好:―― ¦804a “特勒马科斯,有些事情你自己会在心中想到,而有些事情神灵会指引你。
οὐ γὰρ ὀίω οὔ σε θεῶν ἀέκητι γενέσθαι τε τραφέμεν τε.
因为我不认为你是在没有违背神明意愿的情况下出生并长大的。
" ταὐτὸν δὴ καὶ τοὺς ἡμετέρους τροφίμους δεῖ διανοουμένους τὰ μὲν εἰρημένα ἀποχρώντως νομίζειν εἰρῆσθαι, τὰ δὲ καὶ τὸν δαίμονά τε καὶ θεὸν αὐτοῖσιν ὑποθήσεσθαι θυσιῶν τε πέρι καὶ χορειῶν, οἷστισί τε καὶ ὁπότε ἕκαστα ἑκάστοις προσπαίζοντές τε καὶ ἱλεούμενοι κατὰ τὸν τρόπον τῆς φύσεως διαβιώσονται, θαύματα ὄντες τὸ πολύ, σμικρὰ δὲ ἀληθείας ἄττα μετέχοντες.
” 确实,我们的受教育者们也应该以同样的方式思考,认为已经说过的那些已经足够确立为法律,而对于其他有关献祭和合唱舞蹈的事,神灵和神明自身也会指引他们,告诉他们应当向谁、在何时,各自以嬉戏和取悦的方式,按照他们本性的方式度过一生,虽然他们大体上只是木偶,只分沾了少许真理。
ΜΕ. παντάπασι τὸ τῶν ἀνθρώπων γένος ἡμῖν, ὦ ξένε, διαφαυλίζεις.
梅吉洛斯:陌生人,你完全把我们人类这个种族看扁了。
ΑΘ. μὴ θαυμάσῃς, ὦ Μέγιλλε, ἀλλὰ σύγγνωθί μοι· πρὸς γὰρ τὸν θεὸν ἀπιδὼν καὶ παθὼν εἶπον ὅπερ εἴρηκα νῦν.
雅典人:梅吉洛斯,不要感到奇怪,请原谅我;因为我是仰望着神,心中有所触动,才说出刚才那样的话。
ἔστω δʼ οὖν τὸ γένος ἡμῶν μὴ φαῦλον, εἴ σοι φίλον, σπουδῆς δέ τινος ἄξιον.
不过,如果我们这个种族对你而言不是低贱的,那就让它算作是值得某种严肃对待的吧。
τὸ δʼ ἑξῆς τούτοις, οἰκοδομίαι μὲν εἴρηνται γυμνασίων ἅμα καὶ διδασκαλείων κοινῶν τριχῇ κατὰ μέσην τὴν πόλιν, ἔξωθεν δὲ ἵππων αὖ τριχῇ περὶ τὸ ἄστυ γυμνάσιά τε καὶ εὐρυχώρια, τοξικῆς τε καὶ τῶν ἄλλων ἀκροβολισμῶν ἕνεκα διακεκοσμημένα, μαθήσεώς τε ἅμα καὶ μελέτης τῶν νέων·
紧接着这些,已经谈到了体育场和共同学校的建设,共分为三处设在城邦的中央,而城外也有三处供马匹使用的体育场和开阔地带,为了射箭和其它轻兵器袭扰的训练,专门为年轻人的学习和练习而整顿。
εἰ δʼ ἄρα μὴ τότε ἱκανῶς ἐρρήθησαν, νῦν εἰρήσθω τῷ λόγῳ μετὰ νόμων.
如果当时说得还不够充分,现在就在伴随着法律的讨论中予以阐明吧。
ἐν δὲ τούτοις πᾶσιν διδασκάλους ἑκάστων πεπεισμένους μισθοῖς οἰκοῦντας ξένους διδάσκειν τε πάντα ὅσα πρὸς τὸν πόλεμόν ἐστιν μαθήματα τοὺς φοιτῶντας ὅσα τε πρὸς μουσικήν, οὐχ ὃν μὲν ἂν ὁ πατὴρ βούληται, φοιτῶντα, ὃν δʼ ἂν μή, ἐῶντα τὰς παιδείας, ἀλλὰ τὸ λεγόμενον πάντʼ ἄνδρα καὶ παῖδα κατὰ τὸ δυνατόν, ὡς τῆς πόλεως μᾶλλον ἢ τῶν γεννητόρων ὄντας, παιδευτέον ἐξ ἀνάγκης.
在所有这些场所,应当雇佣接受报酬而定居的外邦人作为各科教师,向那些前来学习的人教授一切与战争相关的科目以及与音乐相关的科目,而不是父亲愿意让谁去,谁就去,不愿意去,就任凭其不接受教育。 相反,正如俗话所说,“所有的男子和孩子”都必须尽可能地接受教育,因为他们与其说是属于其父母,不如说是属于城邦。
τὰ αὐτὰ δὲ δὴ καὶ περὶ θηλειῶν ὁ μὲν ἐμὸς νόμος ἂν εἴποι πάντα ὅσαπερ καὶ περὶ τῶν ἀρρένων, ἴσα καὶ τὰς θηλείας ἀσκεῖν δεῖν· καὶ οὐδὲν φοβηθεὶς εἴποιμʼ ἂν τοῦτον τὸν λόγον οὔτε ἱππικῆς οὔτε γυμναστικῆς, ὡς ἀνδράσι μὲν πρέπον ἂν εἴη, γυναιξὶ δὲ οὐκ ἂν πρέπον.
关于女性,我的法律也会说出与男性完全相同的话,即女性也必须接受同等的训练;我将毫无惧色地就骑术和体育说出这番话,绝不会因为有人认为这只适合男性而不适合女性就有所退缩。
§7.805ΑΘ.ἀκούων μὲν γὰρ δὴ μύθους παλαιοὺς πέπεισμαι, τὰ δὲ νῦν ὡς ἔπος εἰπεῖν οἶδα ὅτι μυριάδες ἀναρίθμητοι γυναικῶν εἰσι τῶν περὶ τὸν Πόντον, ἃς Σαυρομάτιδας καλοῦσιν, αἷς οὐχ ἵππων μόνον ἀλλὰ καὶ τόξων καὶ τῶν ἄλλων ὅπλων κοινωνία καὶ τοῖς ἀνδράσιν ἴση προστεταγμένη ἴσως ἀσκεῖται.
雅典人:因为在听到古老的神话后,我深信不疑,而且现在,可以说,我知道在蓬托斯周围有无数成千万万的妇女,她们被称为萨乌罗马提德斯, ¦805a 她们不仅要骑马,而且还被指派在弓箭和其它武器的共有上与男子平等,并接受同样的训练。
λογισμὸν δὲ πρὸς τούτοις περὶ τούτων τοιόνδε τινὰ ἔχω· φημί, εἴπερ ταῦτα οὕτω συμβαίνειν ἐστὶν δυνατά, πάντων ἀνοητότατα τὰ νῦν ἐν τοῖς παρʼ ἡμῖν τόποις γίγνεσθαι τὸ μὴ πάσῃ ῥώμῃ πάντας ὁμοθυμαδὸν ἐπιτηδεύειν ἄνδρας γυναιξὶν ταὐτά.
关于这些,我此外还有这样一种推论:我说,如果这些事情在那样的情况下确实是可能实现的,那么现在在我们这些地区发生的事情就是最愚蠢不过的了,因为所有的男子竟然没有和女子同心协力地、用尽全力去营求同样的事情。
σχεδὸν γὰρ ὀλίγου πᾶσα ἡμίσεια πόλις ἀντὶ διπλασίας οὕτως ἔστιν τε καὶ γίγνεται ἐκ τῶν αὐτῶν τελῶν καὶ πόνων·
因为几乎每个城邦,在应当拥有两倍力量的情况下,却因此变成了只有一半, ¦805b 尽管它们产生于同样的赋税和辛劳。
καίτοι θαυμαστὸν ἂν ἁμάρτημα νομοθέτῃ τοῦτʼ αὐτὸ γίγνοιτο.
然而,对于立法者来说,这本身就成了一个令人惊异的错误。
ΚΛ. ἔοικέν γε·
克莱尼亚斯:似乎确实如此。
ἔστι μέντοι πάμπολλα ἡμῖν, ὦ ξένε, παρὰ τὰς εἰωθυίας πολιτείας τῶν νῦν λεγομένων.
不过,陌生人,在我们现在的习俗国制中,有非常多与现在所说的话相冲突的地方。
ἀλλὰ γὰρ εἰπὼν τὸν μὲν λόγον ἐᾶσαι διεξελθεῖν, εὖ διελθόντος δέ, οὕτω τὸ δοκοῦν αἱρεῖσθαι δεῖν, μάλα εἶπές τε ἐμμελῶς, πεποίηκάς τέ με τὰ νῦν αὐτὸν ἐμαυτῷ ἐπιπλήττειν ὅτι ταῦτα εἴρηκα·
但是,正如你所说,先允许把这个讨论进行到底,在讨论圆满结束时,再去选择那似乎应当被采纳的东西。 你刚才说得极其得体,以至于让我现在也对自己说过刚才那些反驳的话进行反省。
λέγε οὖν τὸ μετὰ ταῦτα ὅτι σοι κεχαρισμένον ἐστίν.
¦805c 那么,请继续说下去,说你想说的事情吧。
ΑΘ. τόδε ἔμοιγε, ὦ Κλεινία, ὃ καὶ πρόσθεν εἶπον, ὡς, εἰ μὲν ταῦτα ἦν μὴ ἱκανῶς ἔργοις ἐληλεγμένα ὅτι δυνατά ἐστι γίγνεσθαι, τάχα ἦν ἄν τι καὶ ἀντειπεῖν τῷ λόγῳ, νῦν δὲ ἄλλο τί που ζητητέον ἐκείνῳ τῷ τοῦτον τὸν νόμον μηδαμῇ δεχομένῳ, τὸ δʼ ἡμέτερον διακέλευμα ἐν τούτοις οὐκ ἀποσβήσεται τὸ μὴ οὐ λέγειν ὡς δεῖ παιδείας τε καὶ τῶν ἄλλων ὅτι μάλιστα κοινωνεῖν τὸ θῆλυ γένος ἡμῖν τῷ τῶν ἀρρένων γένει. καὶ γὰρ οὖν οὑτωσί πως δεῖ περὶ αὐτῶν διανοηθῆναι.
雅典人:克莱尼亚斯,这对我来说也是,正如我先前所说,如果在事实中这些事情没有被充分证明是可能实现的,也许还可以对这个讨论进行反驳。 但现在,那个在任何情况下都不接受这个法律的人,必须寻找其它的理由。 而我们在这些事情上的劝诫绝不会止息,以至于不说明 ¦805d 女性种族必须在教育和其它事情上尽可能地与我们的男性种族共享。 确实,我们必须这样来思考她们的事情。
φέρε, μὴ μετεχουσῶν ἀνδράσι γυναικῶν κοινῇ τῆς ζωῆς πάσης, μῶν οὐκ ἀνάγκη γενέσθαι γέ τινα τάξιν ἑτέραν αὐταῖς;
请看,如果女性不与男性共同参与整个生命,难道不必然要为她们建立某种其它的秩序吗?
ΚΛ. ἀνάγκη μὲν οὖν.
克莱尼亚斯:确实是必然的。
ΑΘ. τίνα οὖν ἔμπροσθεν τῶν νῦν ἀποδεδειγμένων θεῖμεν ἂν τῆς κοινωνίας ταύτης ἣν νῦν αὐταῖς ἡμεῖς προστάττομεν;
雅典人:那么,在目前向她们交代的这种共同关系之外,我们应当把目前展现出的以前的哪一种作为她们的秩序呢?
πότερον ἣν Θρᾷκες ταῖς γυναιξὶν χρῶνται καὶ πολλὰ ἕτερα γένη, γεωργεῖν τε καὶ βουκολεῖν καὶ ποιμαίνειν καὶ διακονεῖν μηδὲν διαφερόντως τῶν δούλων; ἢ καθάπερ ἡμεῖς ἅπαντές τε οἱ περὶ τὸν τόπον ἐκεῖνον;
是色雷斯人以及许多其它 ¦805e 民族对待妇女的方式,即让她们耕作、放牛、放羊,服侍得和奴隶毫无区别?
νῦν γὰρ δὴ τό γε παρʼ ἡμῖν ὧδέ ἐστιν περὶ τούτων γιγνόμενον·
还是像我们在这个地区的所有人所做的那样?
εἴς τινα μίαν οἴκησιν συμφορήσαντες, τὸ λεγόμενον, πάντα χρήματα, παρέδομεν ταῖς γυναιξὶν διαταμιεύειν τε καὶ κερκίδων ἄρχειν καὶ πάσης ταλασίας.
因为现在我们这里关于这些事情是这样发生的:把所有的财产堆集到一间住宅里,正如俗话所说,我们把它交给妇女去管理,让她们支配梭子和所有的纺织工作。

词汇与语法注释

  1. 804bθαύματα — `θαύματα` 通常意为“奇迹”或“奇异之物”,但在此处指“自动偶人”或“木偶”,延续了前文(803c)将人类视为“神的玩具”的比喻。分词 `ὄντες`(阳性复数主格)与上下文中的主语(人类或受教育者)相一致。
  2. 805aτὸ μὴ πάσῃ ῥώμῃ πάντας ὁμοθυμαδὸν ἐπιτηδεύειν ἄνδρας γυναιξὶν ταὐτά — 整个不定式从句 `τὸ μὴ ... ἐπιτηδεύειν` 作为同位语名词性短语(带冠词 `τὸ` 的中性单数),具体解释了前文最高级形容词 `ἀνοητότατα`(最愚蠢的事)的内容。
  3. 805cτὸ μὴ οὐ λέγειν — 带有双重否定 `μὴ οὐ` 的不定式跟在本身已被否定的否定意义动词(此处的 `οὐκ ἀποσβήσεται`,“不会熄灭/不会停止”)之后。整体上表示强烈的肯定意义,即“绝不停止宣称……”。

引用这一段

柏拉图, 法律篇 §7.804-7.805. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:7.804-7.805

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。