§7.802ΑΘ. τούς γε μὴν ἔτι ζῶντας ἐγκωμίοις τε καὶ ὕμνοις τιμᾶν οὐκ ἀσφαλές, πρὶν ἂν ἅπαντά τις τὸν βίον διαδραμὼν τέλος ἐπιστήσηται καλόν·
雅典人:然而,用颂词和赞歌来尊崇那些还活着的人是不安全的,直到一个人度过了一生的全过程,并迎来一个美好的结局为止。
ταῦτα δὲ πάντα ἡμῖν ἔστω κοινὰ ἀνδράσιν τε καὶ γυναιξὶν ἀγαθοῖς καὶ ἀγαθαῖς διαφανῶς γενομένοις.
这些对我们来说,应当对那些显然变得优秀的男子和妇女都是共同的。
τὰς δὲ ᾠδάς τε καὶ ὀρχήσεις οὑτωσὶ χρὴ καθίστασθαι.
歌唱和舞蹈必须以如下方式确立。
πολλὰ ἔστιν παλαιῶν παλαιὰ περὶ μουσικὴν καὶ καλὰ ποιήματα, καὶ δὴ καὶ τοῖς σώμασιν ὀρχήσεις ὡσαύτως, ὧν οὐδεὶς φθόνος ἐκλέξασθαι τῇ καθισταμένῃ πολιτείᾳ τὸ πρέπον καὶ ἁρμόττον·
关于音乐,有许多古人的古老而优美的诗作,而且对于身体的舞蹈同样也是如此,从这些作品中挑选出适合和配合正在确立中的城邦体制的作品,是没有任何妨碍的。
δοκιμαστὰς δὲ τούτων ἑλομένους τὴν ἐκλογὴν ποιεῖσθαι μὴ νεωτέρους πεντήκοντα ἐτῶν, καὶ ὅτι μὲν ἂν ἱκανὸν εἶναι δόξῃ τῶν παλαιῶν ποιημάτων, ἐγκρίνειν, ὅτι δʼ ἂν ἐνδεὲς ἢ τὸ παράπαν ἀνεπιτήδειον, τὸ μὲν ἀποβάλλεσθαι παντάπασιν, τὸ δʼ ἐπανερόμενον ἐπιρρυθμίζειν, ποιητικοὺς ἅμα καὶ μουσικοὺς ἄνδρας παραλαβόντας, χρωμένους αὐτῶν ταῖς δυνάμεσιν τῆς ποιήσεως, ταῖς δὲ ἡδοναῖς καὶ ἐπιθυμίαις μὴ ἐπιτρέποντας ἀλλʼ ἤ τισιν ὀλίγοις, ἐξηγουμένους δὲ τὰ τοῦ νομοθέτου βουλήματα, ὅτι μάλιστα ὄρχησίν τε καὶ ᾠδὴν καὶ πᾶσαν χορείαν συστήσασθαι κατὰ τὸν αὐτῶν νοῦν.
应当选出这些作品的审查者来进行选拔,而他们的年龄不得少于五十岁。 在古老的诗作中,凡是显得合格的,就予以采纳,凡是不足的或完全不适宜的,一方面要彻底摒弃,另一方面则要重新审视并予以修正,共同召集有诗才和音乐才能的人,利用他们的创作能力,但不顺从他们的快乐和欲望,除非是极少数的例外,阐释立法者的意图,尽可能按照他们的精神来组织舞蹈、歌唱和整个合唱舞步。
πᾶσα δʼ ἄτακτός γε τάξιν λαβοῦσα περὶ μοῦσαν διατριβὴ καὶ μὴ παρατιθεμένης τῆς γλυκείας μούσης ἀμείνων μυρίῳ· τὸ δʼ ἡδὺ κοινὸν πάσαις.
关于缪斯(音乐)的任何无秩序的消遣,一旦获得了秩序,即使没有甘美的缪斯相伴,也会好上一万倍;因为快乐对所有这些都是共同的。
ἐν ᾗ γὰρ ἂν ἐκ παίδων τις μέχρι τῆς ἑστηκυίας τε καὶ ἔμφρονος ἡλικίας διαβιῷ, σώφρονι μὲν μούσῃ καὶ τεταγμένῃ, ἀκούων δὲ τῆς ἐναντίας, μισεῖ καὶ ἀνελεύθερον αὐτὴν προσαγορεύει, τραφεὶς δʼ ἐν τῇ κοινῇ καὶ γλυκείᾳ, ψυχρὰν καὶ ἀηδῆ τὴν ταύτῃ ἐναντίαν εἶναί φησιν·
因为,如果一个人从小到成年并达到理性的年龄,一直生活在节制和有序的缪斯中,却听到相反的缪斯,他就会憎恨它,称其为卑贱;但如果是在流俗和甘美的缪斯中抚养长大的,他就会说与此相反的缪斯是冷酷和不悦的。
ὥστε, ὅπερ ἐρρήθη νυνδή, τό γε τῆς ἡδονῆς ἢ ἀηδίας περὶ ἑκατέρας οὐδὲν πεπλεονέκτηκεν, ἐκ περιττοῦ δὲ ἡ μὲν βελτίους, ἡ δὲ χείρους τοὺς ἐν αὐτῇ τραφέντας ἑκάστοτε παρέχεται.
因此,正如刚才所说,就两者的快乐或不悦而言,谁也没有占到任何便宜,但额外地,其中一种总是使在其抚养下的人变得更好,而另一种则使他们变得更坏。
ΚΛ. καλῶς εἴρηκας.
克莱尼亚斯:你说得很好。
ΑΘ. ἔτι δὲ θηλείαις τε πρεπούσας ᾠδὰς ἄρρεσί τε χωρίσαι που δέον ἂν εἴη τύπῳ τινὶ διορισάμενον, καὶ ἁρμονίαισιν δὴ καὶ ῥυθμοῖς προσαρμόττειν ἀναγκαῖον· δεινὸν γὰρ ὅλῃ γε ἁρμονίᾳ ἀπᾴδειν ἢ ῥυθμῷ ἀρρυθμεῖν, μηδὲν προσήκοντα τούτων ἑκάστοις ἀποδιδόντα τοῖς μέλεσιν.
雅典人:此外,有必要通过某种规范来区分,将适合女性的歌唱和适合男性的歌唱分开,并且确实有必要将它们与和声及节奏相配合;因为,如果不在每个曲调中赋予这些相配的东西,以至于唱得与整个和声不谐调,或者在节奏上毫无章法,那将是件糟糕的事。
ἀναγκαῖον δὴ καὶ τούτων τὰ σχήματά γε νομοθετεῖν.
因此,立法规定这些的形式也是必要的。
ἔστιν δὲ ἀμφοτέροις μὲν ἀμφότερα ἀνάγκῃ κατεχόμενα ἀποδιδόναι, τὰ δὲ τῶν θηλειῶν αὐτῷ τῷ τῆς φύσεως ἑκατέρου διαφέροντι, τούτῳ δεῖ καὶ διασαφεῖν.
虽然由于必然性的制约,必须把两者都分配给男女双方,但女性的特点必须通过双方天性上的这一差异本身来予以说明。
τὸ δὴ μεγαλοπρεπὲς οὖν καὶ τὸ πρὸς τὴν ἀνδρείαν ῥέπον ἀρρενωπὸν φατέον εἶναι, τὸ δὲ πρὸς τὸ κόσμιον καὶ σῶφρον μᾶλλον ἀποκλῖνον θηλυγενέστερον ὡς ὂν παραδοτέον ἔν τε τῷ νόμῳ καὶ λόγῳ.
因此,应当说,那庄严的、倾向于勇敢的,是男性的;而那更倾向于端庄和节制的,则应当在法律和讨论中作为更偏向女性的特点而传授下去。
§7.803ΑΘ.τάξις μὲν δή τις αὕτη·
雅典人:这确实是某种秩序。
τούτων δὲ αὐτῶν διδασκαλία καὶ παράδοσις λεγέσθω τὸ μετὰ τοῦτο, τίνα τρόπον χρὴ καὶ οἷστισιν καὶ πότε πράττειν ἕκαστα αὐτῶν.
在这之后,应当谈谈这些事物本身的教学和传授,即应该以何种方式、对何人以及在何时进行它们的每一项。
οἷον δή τις ναυπηγὸς τὴν τῆς ναυπηγίας ἀρχὴν καταβαλλόμενος τὰ τροπιδεῖα ὑπογράφεται τῶν πλοίων σχήματα, ταὐτὸν δή μοι κἀγὼ φαίνομαι ἐμαυτῷ δρᾶν, τὰ τῶν βίων πειρώμενος σχήματα διαστήσασθαι κατὰ τρόπους τοὺς τῶν ψυχῶν, ὄντως αὐτῶν τὰ τροπιδεῖα καταβάλλεσθαι, ποίᾳ μηχανῇ καὶ τίσιν ποτὲ τρόποις συνόντες τὸν βίον ἄριστα διὰ τοῦ πλοῦ τούτου τῆς ζωῆς διακομισθησόμεθα, τοῦτο σκοπεῖν ὀρθῶς.
就像造船匠在开始造船时,勾画出作为船只形状的龙骨一样,我也觉得自己在做同样的事,试图根据灵魂的性格来划分生活的各种形式,实际上是在奠定它们的龙骨,正确地审视通过何种手段和何种生活方式共处,我们才能最好地度过这一生命的航程。
ἔστι δὴ τοίνυν τὰ τῶν ἀνθρώπων πράγματα μεγάλης μὲν σπουδῆς οὐκ ἄξια, ἀναγκαῖόν γε μὴν σπουδάζειν·
然而,人类的事务并不值得极大的严肃对待,但却必须要严肃对待;而这并不是一件幸事。
τοῦτο δὲ οὐκ εὐτυχές. ἐπειδὴ δὲ ἐνταῦθά ἐσμεν, εἴ πως διὰ προσήκοντός τινος αὐτὸ πράττοιμεν, ἴσως ἂν ἡμῖν σύμμετρον ἂν εἴη.
但既然我们处于这种境地,如果我们能通过某种合适的方式来做这件事,也许对我们来说是合度的。
λέγω δὲ δὴ τί ποτε;
那我到底在说什么呢?
ἴσως μεντἄν τίς μοι τοῦτʼ αὐτὸ ὑπολαβὼν ὀρθῶς ὑπολάβοι.
也许有人会就这一点反驳我,而且反驳得对。
ΚΛ. πάνυ μὲν οὖν.
克莱尼亚斯:确实如此。
ΑΘ. φημὶ χρῆναι τὸ μὲν σπουδαῖον σπουδάζειν, τὸ δὲ μὴ σπουδαῖον μή, φύσει δὲ εἶναι θεὸν μὲν πάσης μακαρίου σπουδῆς ἄξιον, ἄνθρωπον δέ, ὅπερ εἴπομεν ἔμπροσθεν, θεοῦ τι παίγνιον εἶναι μεμηχανημένον, καὶ ὄντως τοῦτο αὐτοῦ τὸ βέλτιστον γεγονέναι· τούτῳ δὴ δεῖν τῷ τρόπῳ συνεπόμενον καὶ παίζοντα ὅτι καλλίστας παιδιὰς πάντʼ ἄνδρα καὶ γυναῖκα οὕτω διαβιῶναι, τοὐναντίον ἢ νῦν διανοηθέντας.
雅典人:我说,应当对严肃的事物严肃,对不严肃的事物则不,而在天性上,神确实配得上一切至福的严肃,而人,正如我们先前所说,是被设计出来的神的某种玩具,而这实际上是人身上最好的部分;因此,顺从这一方式,玩着最美好的游戏,每个男人和女人都应该以此度过一生,其想法要与现在的想法恰恰相反。
ΚΛ. πῶς;
克莱尼亚斯:怎么说?
ΑΘ. νῦν μέν που τὰς σπουδὰς οἴονται δεῖν ἕνεκα τῶν παιδιῶν γίγνεσθαι· τὰ γὰρ περὶ τὸν πόλεμον ἡγοῦνται σπουδαῖα ὄντα τῆς εἰρήνης ἕνεκα δεῖν εὖ τίθεσθαι.
雅典人:现在,我想,人们认为严肃的事务应当是为了游戏而存在的;因为他们认为有关战争的事务既然是严肃的,就必须为了和平妥善安排。
τὸ δʼ ἦν ἐν πολέμῳ μὲν ἄρα οὔτʼ οὖν παιδιὰ πεφυκυῖα οὔτʼ αὖ παιδεία ποτὲ ἡμῖν ἀξιόλογος, οὔτε οὖσα οὔτʼ ἐσομένη, ὃ δή φαμεν ἡμῖν γε εἶναι σπουδαιότατον· δεῖ δὴ τὸν κατʼ εἰρήνην βίον ἕκαστον πλεῖστόν τε καὶ ἄριστον διεξελθεῖν.
然而事实上,在战争中既没有任何天生的游戏,也没有任何值得一提的教育,无论过去、现在还是将来都没有,而我们却说这对我们来说才是最严肃的事情;因此,每个人都必须尽可能长久地、最美好地度过和平时期的生活。
τίς οὖν ὀρθότης;
那么什么是正确的道路?
παίζοντά ἐστιν διαβιωτέον τινὰς δὴ παιδιάς, θύοντα καὶ ᾄδοντα καὶ ὀρχούμενον, ὥστε τοὺς μὲν θεοὺς ἵλεως αὑτῷ παρασκευάζειν δυνατὸν εἶναι, τοὺς δʼ ἐχθροὺς ἀμύνεσθαι καὶ νικᾶν μαχόμενον·
人应当在一边玩着某些游戏,一边进行献祭、歌唱和舞蹈中度过一生,这样才能使神明对自己产生好感,并能在战斗中防范敌人并战胜他们;