§7.798ΑΘ. καὶ ἄν ποτʼ ἄρα ἀναγκασθῇ μεταβάλλειν αὖθις ἡντινοῦν τῶν εὐδοκίμων διαιτῶν, τό γε κατʼ ἀρχὰς συνταραχθεὶς ὑπὸ νόσων μόγις ποτὲ κατέστη, τὴν συνήθειαν τῇ τροφῇ πάλιν ἀπολαβών, ταὐτὸν δὴ δεῖ νομίζειν τοῦτο γίγνεσθαι καὶ περὶ τὰς τῶν ἀνθρώπων διανοίας τε ἅμα καὶ τὰς τῶν ψυχῶν φύσεις.
アテナイ人:またもし仮に、高い評価を得ている養生のいずれかを再び変化させることを余儀なくされたなら、最初は病気によって激しく乱されるものの、やっとのことで、その食物への習慣を再び取り戻すことで回復します。 これと同じことが、人間の思考と魂の性質の双方についても起こると見なさなければなりません。
οἷς γὰρ ἂν ἐντραφῶσιν νόμοις καὶ κατά τινα θείαν εὐτυχίαν ἀκίνητοι γένωνται μακρῶν καὶ πολλῶν χρόνων, ὡς μηδένα ἔχειν μνείαν μηδὲ ἀκοὴν τοῦ ποτε ἄλλως αὐτὰ σχεῖν ἢ καθάπερ νῦν ἔχει, σέβεται καὶ φοβεῖται πᾶσα ἡ ψυχὴ τό τι κινεῖν τῶν τότε καθεστώτων.
というのも、彼らが育てられた法律が、ある神聖な幸運によって、長い多くの時間の間、変更されないままであり、かつてそれが今あるのとは異なっていたという記憶も噂も誰も持たないほどであるならば、魂の全体は、当時から確立されているもののいずれかを動かすことを敬い、恐れるからです。
μηχανὴν δὴ δεῖ τὸν νομοθέτην ἐννοεῖν ἁμόθεν γέ ποθεν ὅντινα τρόπον τοῦτʼ ἔσται τῇ πόλει.
それゆえ立法者は、何とかしてこれが国家にとって実現されるよう、その手段を考案しなければなりません。
τῇδʼ οὖν ἔγωγε εὑρίσκω.
私はこれを見つけました。
τὰς παιδιὰς πάντες διανοοῦνται κινουμένας τῶν νέων, ὅπερ ἔμπροσθεν ἐλέγομεν, παιδιὰς ὄντως εἶναι καὶ οὐ τὴν μεγίστην ἐξ αὐτῶν σπουδὴν καὶ βλάβην συμβαίνειν, ὥστε οὐκ ἀποτρέπουσιν ἀλλὰ συνέπονται ὑπείκοντες, καὶ οὐ λογίζονται τόδε, ὅτι τούτους ἀνάγκη τοὺς παῖδας τοὺς ἐν ταῖς παιδιαῖς νεωτερίζοντας ἑτέρους ἄνδρας τῶν ἔμπροσθεν γενέσθαι παίδων, γενομένους δὲ ἄλλους, ἄλλον βίον ζητεῖν, ζητήσαντας δέ, ἑτέρων ἐπιτηδευμάτων καὶ νόμων ἐπιθυμῆσαι, καὶ μετὰ τοῦτο ὡς ἥξοντος τοῦ νυνδὴ λεγομένου μεγίστου κακοῦ πόλεσιν οὐδεὶς αὐτῶν φοβεῖται.
誰もが、若者の遊びが変更されることを、前に言ったように、本当に単なる遊びにすぎず、それによって最大の真面目な努力や害が生じることはないと考えています。 そのため、彼らは妨げずに、屈してそれに従います。 そして次のようなことを考慮していません。 すなわち、遊びにおいて革新を行うこれらの子供たちが、以前の子供たちとは異なる大人に成長せざるを得ず、異なる者となった彼らは別の生き方を求め、求めた末に、別の習慣や法律を欲するようになり、その後、今しがた言われた国家にとっての最大の悪が訪れるだろうということを、彼らの誰も恐れないのです。
τὰ μὲν οὖν ἄλλα ἐλάττω μεταβαλλόμενα κακὰ διεξεργάζοιτʼ ἄν, ὅσα περὶ σχήματα πάσχει τὸ τοιοῦτον·
姿勢などに関するこうした外的変化は、変化したとしてもより小さな悪をもたらすにとどまるでしょう。
ὅσα δὲ περὶ τὰ τῶν ἠθῶν ἐπαίνου τε καὶ ψόγου πέρι πυκνὰ μεταπίπτει, πάντων, οἴομαι, μέγιστά τε καὶ πλείστης εὐλαβείας δεόμενα ἂν εἴη.
しかし、品性や、賞賛と非難に関わることが頻繁に変化することは、すべてのうちで最も大きく、最大の警戒を必要とするものであろうと私は思います。
ΚΛ. πῶς γὰρ οὔ;
クレイニアス:どうしてそうでないことがありましょうか。
ΑΘ. τί οὖν; τοῖς ἔμπροσθεν λόγοις πιστεύομεν, οἷς ἐλέγομεν ὡς τὰ περὶ τοὺς ῥυθμοὺς καὶ πᾶσαν μουσικήν ἐστιν τρόπων μιμήματα βελτιόνων καὶ χειρόνων ἀνθρώπων;
アテナイ人:それでは、リズムや音楽に関するものは、優れた人間や劣った人間の品性の模倣であるという、先ほどの議論を私たちは信じるのですね。
ἢ πῶς;
そうではないのですか。
ΚΛ. οὐδαμῶς ἄλλως πως τό γε παρʼ ἡμῖν δόγμα ἔχον ἂν εἴη.
クレイニアス:私たちの見解はそのようであるほかありません。
ΑΘ. οὐκοῦν, φαμέν, ἅπασαν μηχανητέον μηχανὴν ὅπως ἂν ἡμῖν οἱ παῖδες μήτε ἐπιθυμῶσιν ἄλλων μιμημάτων ἅπτεσθαι κατὰ ὀρχήσεις ἢ κατὰ μελῳδίας, μήτε τις αὐτοὺς πείσῃ προσάγων παντοίας ἡδονάς;
アテナイ人:それゆえ、子供たちがダンスや歌において別の模倣に手を染めたいと望むこともなく、また何者かが彼らにあらゆる快楽を差し出してそうするように説得することもないように、あらゆる手段を講じなければならない、と私たちは主張するのですね。
ΚΛ. ὀρθότατα λέγεις.
クレイニアス:最も正しくおっしゃっています。
§7.799ΑΘ. ἔχει τις οὖν ἡμῶν ἐπὶ τὰ τοιαῦτα βελτίω τινα τέχνην τῆς τῶν Αἰγυπτίων;
アテナイ人:それでは、私たちのうちに、こうしたことに関して、エジプト人の技術以上に優れたものを持っている者がいるでしょうか。
ΚΛ. ποίας δὴ λέγεις;
クレイニアス:それはどのようなもののことですか。
ΑΘ. τοῦ καθιερῶσαι πᾶσαν μὲν ὄρχησιν, πάντα δὲ μέλη, τάξαντας πρῶτον μὲν τὰς ἑορτάς, συλλογισαμένους εἰς τὸν ἐνιαυτὸν ἅστινας ἐν οἷς χρόνοις καὶ οἷστισιν ἑκάστοις τῶν θεῶν καὶ παισὶ τούτων καὶ δαίμοσι γίγνεσθαι χρεών, μετὰ δὲ τοῦτο, ἐπὶ τοῖς τῶν θεῶν θύμασιν ἑκάστοις ἣν ᾠδὴν δεῖ ἐφυμνεῖσθαι, καὶ χορείαις ποίαισιν γεραίρειν τὴν τότε θυσίαν, τάξαι μὲν πρῶτόν τινας, ἃ δʼ ἂν ταχθῇ, Μοίραις καὶ τοῖς ἄλλοις πᾶσι θεοῖς θύσαντας κοινῇ πάντας τοὺς πολίτας, σπένδοντας καθιεροῦν ἑκάστας τὰς ᾠδὰς ἑκάστοις τῶν θεῶν καὶ τῶν ἄλλων·
アテナイ人:すべての舞踊、すべての歌を神聖化することです。 まず、年にどの時期に、どの神、その子供たち、そして精霊たちに対してそれぞれ祭儀を行うべきかを計算して祝祭を定め、その上で、神々への犠牲それぞれに対してどのような歌を賛美として歌うべきか、またどのような合唱舞踊で当時の犠牲に敬意を表すべきかを、まずある人々が定めます。 そして定められたものを、市民全員が共同で運命の女神たちや他のすべての神々に犠牲を捧げ、献酒をしながら、個々の歌を個々の神々やその他の者たちに対して神聖化するのです。
ἂν δὲ παρʼ αὐτά τίς τῳ θεῶν ἄλλους ὕμνους ἢ χορείας προσάγῃ, τοὺς ἱερέας τε καὶ τὰς ἱερείας μετὰ νομοφυλάκων ἐξείργοντας ὁσίως ἐξείργειν καὶ κατὰ νόμον, τὸν δὲ ἐξειργόμενον, ἂν μὴ ἑκὼν ἐξείργηται, δίκας ἀσεβείας διὰ βίου παντὸς τῷ ἐθελήσαντι παρέχειν.
もし誰かがこれらに反して、神々のいずれかに他の賛歌や合唱舞踊を捧げるなら、神官たちと女神官たちが法守護者たちとともに、敬虔にかつ法律に従って彼を排除し、もし排除された者が自発的に従わないなら、生涯にわたって、望む者による不敬虔の訴訟に服するようにすることです。
ΚΛ. ὀρθῶς.
クレイニアス:正しいです。
ΑΘ. πρὸς τούτῳ δὴ νῦν γενόμενοι τῷ λόγῳ, πάθωμεν τὸ πρέπον ἡμῖν αὐτοῖς.
アテナイ人:さて、この段階の議論に至ったからには、私たち自身にふさわしい態度をとることにしましょう。
ΚΛ. τοῦ πέρι λέγεις;
クレイニアス:それは何についてのことですか。
ΑΘ. πᾶς που νέος, μὴ ὅτι πρεσβύτης, ἰδὼν ἂν ἢ καὶ ἀκούσας ὁτιοῦν τῶν ἐκτόπων καὶ μηδαμῇ πως συνήθων, οὐκ ἄν ποτέ που τὸ ἀπορηθὲν περὶ αὐτῶν συγχωρήσειεν ἐπιδραμὼν οὕτως εὐθύς, στὰς δʼ ἄν, καθάπερ ἐν τριόδῳ γενόμενος καὶ μὴ σφόδρα κατειδὼς ὁδόν, εἴτε μόνος εἴτε μετʼ ἄλλων τύχοι πορευόμενος, ἀνέροιτʼ ἂν αὑτὸν καὶ τοὺς ἄλλους τὸ ἀπορούμενον, καὶ οὐκ ἂν πρότερον ὁρμήσειεν, πρίν πῃ βεβαιώσαιτο τὴν σκέψιν τῆς πορείας ὅπῃ ποτὲ φέρει.
アテナイ人:若者は言うに及ばず、老人であっても、異常で少しも馴染みのないことを見たり聞いたりしたときは、それについて生じた疑問にすぐさま同意して飛びつくようなことは決してせず、立ち止まり、まるで三叉路に立って道がよく分からないときに、一人であろうと、他の者たちと一緒であろうと、自分自身や他人にその疑問を問いかけるでしょう。 そして、その道がどこに通じているかについての検討を確信するまでは、決して進み始めないでしょう。
καὶ δὴ καὶ τὸ παρὸν ἡμῖν ὡσαύτως ποιητέον·
そしてまさに、現在の私たちも同様にすべきです。
ἀτόπου γὰρ τὰ νῦν ἐμπεπτωκότος λόγου περὶ νόμων, ἀνάγκη που σκέψιν πᾶσαν ποιήσασθαι, καὶ μὴ ῥᾳδίως οὕτως περὶ τοσούτων τηλικούτους ὄντας φάναι διισχυριζομένους ἐν τῷ παραχρῆμά τι σαφὲς ἂν εἰπεῖν ἔχειν.
なぜなら、法律についての極めて奇妙な議論が今私たちの前に現れたのですから、十分な検討を行うことがどうしても必要であり、これほど重大な事柄について、この年齢の私たちが、その場で何か明快なことを言えると安易に断言して主張すべきではないからです。
ΚΛ. ἀληθέστατα λέγεις.
クレイニアス:最も真実をおっしゃっています。
ΑΘ. οὐκοῦν τούτῳ μὲν χρόνον δώσομεν, βεβαιώσομεν δὲ τότε αὐτό, ὁπόταν σκεψώμεθα ἱκανῶς·
アテナイ人:それゆえ、これには時間を与え、十分に検討した上で、そのときこれを確定することにしましょう。
ἵνα δὲ μὴ τὴν ἑπομένην τάξιν τοῖς νόμοις τοῖς νῦν ἡμῖν παροῦσι διαπεράνασθαι κωλυθῶμεν μάτην, ἴωμεν πρὸς τὸ τέλος αὐτῶν.
しかし、現在私たちの目の前にある法律において、それに続く順序をやり遂げるのが無駄に妨げられないよう、それらの最後まで進むことにしましょう。
τάχα γὰρ ἴσως, εἰ θεὸς ἐθέλοι, κἂν ἡ διέξοδος αὕτη ὅλη σχοῦσα τέλος ἱκανῶς ἂν μηνύσειε καὶ τὸ νῦν διαπορούμενον.
というのも、おそらく、神が望まれるなら、この全体の説明が終わりに達したとき、今議論されている疑問についても十分に示してくれるでしょうから。
ΚΛ. ἄριστʼ, ὦ ξένε, λέγεις, καὶ ποιῶμεν οὕτως ὡς εἴρηκας.
クレイニアス:客人よ、最上のお言葉です。 そのようにしましょう。