§7.800ΑΘ. δεδόχθω μὲν δή, φαμέν, τὸ ἄτοπον τοῦτο, νόμους τὰς ᾠδὰς ἡμῖν γεγονέναι, καὶ καθάπερ οἱ παλαιοὶ τότε περὶ κιθαρῳδίαν οὕτω πως, ὡς ἔοικεν, ὠνόμασαν—ὥστε τάχʼ ἂν οὐδʼ ἐκεῖνοι παντάπασί γʼ ἂν ἀφεστῶτες εἶεν τοῦ νῦν λεγομένου, καθʼ ὕπνον δὲ οἷόν πού τις ἢ καὶ ὕπαρ ἐγρηγορὼς ὠνείρωξεν μαντευόμενος αὐτό—τὸ δʼ οὖν δόγμα περὶ αὐτοῦ τοῦτʼ ἔστω·
アテナイ人:それでは、歌が私たちの法律になったという、この奇妙な事態が合意されたとしよう、と私たちは言う。 そして、かつての古代の人々がキタラ弾き歌いに関してそのように名付けたのも――その結果、おそらく彼らも今言われていることから完全にかけ離れていたわけではなく、夢の中で、あるいは目覚めているときに現実として、それを予言して夢想したかのようであるが――とにかく、これに関する決定は以下のようであれ。
παρὰ τὰ δημόσια μέλη τε καὶ ἱερὰ καὶ τὴν τῶν νέων σύμπασαν χορείαν μηδεὶς μᾶλλον ἢ παρʼ ὁντινοῦν ἄλλον τῶν νόμων φθεγγέσθω μηδʼ ἐν ὀρχήσει κινείσθω.
公の歌、神聖な歌、および若者のすべての合唱舞踊に違反して、他のいかなる法律に違反するよりも多く、誰も歌声を上げたり、舞踊において動いたりしてはならない。
καὶ ὁ μὲν τοιοῦτος ἀζήμιος ἀπαλλαττέσθω, τὸν δὲ μὴ πειθόμενον, καθάπερ ἐρρήθη νυνδή, νομοφύλακές τε καὶ ἱέρειαι καὶ ἱερῆς κολαζόντων.
そして、そのような者は罰なしに免れるものとし、従わない者は、今しがた言われたように、法守護者たち、女神官たち、神官たちが罰するものとする。
κείσθω δὲ νῦν ἡμῖν ταῦτα τῷ λόγῳ;
さて、これらは今、私たちの議論において定められたとしようか。
ΚΛ. κείσθω.
クレイニアス:定められたとしましょう。
ΑΘ. τίνα δὴ τρόπον αὐτὰ νομοθετῶν τις μὴ παντάπασιν καταγέλαστος γίγνοιτʼ ἄν;
アテナイ人:一体どのような方法でこれらを立法すれば、人は全く物笑いの種にならないで済むだろうか。
ἴδωμεν δὴ τὸ τοιόνδʼ ἔτι περὶ αὐτά.
これらについて、さらに次のような点を見てみよう。
ἀσφαλέστατον καθάπερ ἐκμαγεῖʼ ἄττʼ αὐτοῖσιν πρῶτον πλάσασθαι τῷ λόγῳ, λέγω δὲ ἓν μὲν τῶν ἐκμαγείων εἶναι τοιόνδε τι·
まず、議論の中でこれらに対する一種の型を形作ることが最も安全である。 私の言う型の一つとは、次のようなものである。
θυσίας γενομένης καὶ ἱερῶν καυθέντων κατὰ νόμον, εἴ τῴ τις, φαμέν, ἰδίᾳ παραστὰς τοῖς βωμοῖς τε καὶ ἱεροῖς, ὑὸς ἢ καὶ ἀδελφός, βλασφημοῖ πᾶσαν βλασφημίαν, ἆρʼ οὐκ, ἂν φαῖμεν, ἀθυμίαν καὶ κακὴν ὄτταν καὶ μαντείαν πατρὶ καὶ τοῖς ἄλλοις ἂν οἰκείοις φθέγγοιτο ἐντιθείς;
すなわち、犠牲祭が執り行われ、生贄が法に従って焼かれている時に、もし誰か、たとえば息子や兄弟が、祭壇や神聖な供物の傍らに私的に立って、あらゆる不吉な言葉を吐くとしたら、彼は父親や他の親族に落胆と不吉な兆しと不吉な予言を吹き込みつつ、不吉な声を上げていることにならないだろうか、と私たちは言うのではないか。
ΚΛ. τί μήν;
クレイニアス:まさにその通りです。
ΑΘ. ἐν τοίνυν τοῖς παρʼ ἡμῖν τόποις τοῦτʼ ἐστὶν ταῖς πόλεσι γιγνόμενον ὡς ἔπος εἰπεῖν σχεδὸν ὀλίγου πάσαις·
アテナイ人:ところで、私たちの地域においては、これはほぼすべての都市で起こっていると言っても過言ではない。
δημοσίᾳ γάρ τινα θυσίαν ὅταν ἀρχή τις θύσῃ, μετὰ ταῦτα χορὸς οὐχ εἷς ἀλλὰ πλῆθος χορῶν ἥκει, καὶ στάντες οὐ πόρρω τῶν βωμῶν ἀλλὰ παρʼ αὐτοὺς ἐνίοτε, πᾶσαν βλασφημίαν τῶν ἱερῶν καταχέουσιν, ῥήμασί τε καὶ ῥυθμοῖς καὶ γοωδεστάταις ἁρμονίαις συντείνοντες τὰς τῶν ἀκροωμένων ψυχάς, καὶ ὃς ἂν δακρῦσαι μάλιστα τὴν θύσασαν παραχρῆμα ποιήσῃ πόλιν, οὗτος τὰ νικητήρια φέρει.
というのも、ある官職が公的に何らかの犠牲を捧げるとき、その後に一つの合唱隊だけでなく、多数の合唱隊がやって来て、祭壇から遠くない場所、時にはそのすぐ傍らに立ち、神聖な供物にあらゆる不吉な言葉を浴びせかけ、言葉やリズムや極めて哀切な旋律によって聞き手の魂を張り詰めさせ、犠牲を捧げたばかりの都市をその場ですぐに最も泣かせた者が、勝利の栄冠を手にするのだから。
τοῦτον δὴ τὸν νόμον ἆρʼ οὐκ ἀποψηφιζόμεθα;
この慣習を、私たちは否決して廃止すべきではないか。
καὶ εἴ ποτʼ ἄρα δεῖ τοιούτων οἴκτων γίγνεσθαι τοὺς πολίτας ἐπηκόους, ὁπόταν ἡμέραι μὴ καθαραί τινες ἀλλὰ ἀποφράδες ὦσιν, τόθʼ ἥκειν δέον ἂν εἴη μᾶλλον χορούς τινας ἔξωθεν μεμισθωμένους ᾠδούς, οἷον οἱ περὶ τοὺς τελευτήσαντας μισθούμενοι Καρικῇ τινι μούσῃ προπέμπουσι τοὺς τελευτήσαντας;
そして、もし万が一、市民たちがそのような哀悼に耳を傾ける必要があるなら、それは清らかでない日、すなわち忌むべき日であって、その時には、むしろ外部から雇われた歌い手の合唱隊がやって来るべきではないか。 ちょうど、死者のために雇われた人々がカリア風の音楽で死者を送り出すように。
τοιοῦτόν που πρέπον ἂν εἴη καὶ περὶ τὰς τοιαύτας ᾠδὰς γιγνόμενον, καὶ δὴ καὶ στολή γέ που ταῖς ἐπικηδείοις ᾠδαῖς οὐ στέφανοι πρέποιεν ἂν οὐδʼ ἐπίχρυσοι κόσμοι, πᾶν δὲ τοὐναντίον, ἵνʼ ὅτι τάχιστα περὶ αὐτῶν λέγων ἀπαλλάττωμαι.
そのようなことが、そのような歌に関しても相応しいであろう。 また、哀悼の歌には、花冠や金色の飾りは相応しくなく、全くその反対のものであるべきだ。 このことについては、これ以上話すのを避けるために、このように言っておこう。
τὸ δὲ τοσοῦτον ἡμᾶς αὐτοὺς ἐπανερωτῶ πάλιν, τῶν ἐκμαγείων ταῖς ᾠδαῖς εἰ πρῶτον ἓν τοῦθʼ ἡμῖν ἀρέσκον κείσθω.
しかし、私は自分自身に再び次のように問いかけよう。 歌のための型として、まずこの一つが私たちの気に入るものとして定められるべきかどうかを。
ΚΛ. τὸ ποῖον;
クレイニアス:どのようなものですか。