§7.793ΚΛ. οὐδὲν δεῖ σε, ὦ ξένε, Μέγιλλον ἀνερωτᾶν πότερος ἡμῶν ὀρθότερον εἴρηκεν·
クレイニアス:異邦人よ、私たちのどちらがより正しく語ったかを、あなたがメガロスに尋ねる必要は全くありません。
ἐγὼ γὰρ αὐτός σοι συγχωρῶ τὸν λύπης τε καὶ ἡδονῆς ἀκράτου βίον φεύγειν δεῖν πάντας, μέσον δέ τινα τέμνειν ἀεί.
私自身が、過度な苦痛と快楽の生活を誰もが避けるべきであり、常にその中間を進むべきだということにあなたに同意するからです。
καλῶς τοίνυν εἴρηκάς τε καὶ ἀκήκοας ἅμα.
ですから、あなたは美しく語り、また同時に(私から同意を)聞いたことになります。
ΑΘ. μάλα μὲν οὖν ὀρθῶς, ὦ Κλεινία.
アテナイの異邦人:全くその通りです、クレイニアス。
τόδε τοίνυν ἐπὶ τούτοις τρεῖς ὄντες διανοηθῶμεν.
それでは、これらに加えて、私たち三人で次のことを考えましょう。
ΚΛ. τὸ ποῖον;
クレイニアス:それはどのようなことですか。
ΑΘ. ὅτι ταῦτʼ ἔστιν πάντα, ὅσα νῦν διεξερχόμεθα, τὰ καλούμενα ὑπὸ τῶν πολλῶν ἄγραφα νόμιμα· καὶ οὓς πατρίους νόμους ἐπονομάζουσιν, οὐκ ἄλλα ἐστὶν ἢ τὰ τοιαῦτα σύμπαντα.
アテナイの異邦人:私たちが今詳細に議論しているこれらすべては、多くの人々によっていわゆる「不磨の(書き記されざる)慣習法」と呼ばれているものであり、彼らが「祖先伝来の法」と名づけているものも、まさにこれらすべてにほかならないということです。
καὶ ἔτι γε ὁ νυνδὴ λόγος ἡμῖν ἐπιχυθείς, ὡς οὔτε νόμους δεῖ προσαγορεύειν αὐτὰ οὔτε ἄρρητα ἐᾶν, εἴρηται καλῶς·
そして、先ほど私たちのうちに湧き上がった議論、すなわち、これらを法と呼ぶべきでもなく、また語られざるままにしておくべきでもないという議論は、見事に語られています。
δεσμοὶ γὰρ οὗτοι πάσης εἰσὶν πολιτείας, μεταξὺ πάντων ὄντες τῶν ἐν γράμμασιν τεθέντων τε καὶ κειμένων καὶ τῶν ἔτι θησομένων, ἀτεχνῶς οἷον πάτρια καὶ παντάπασιν ἀρχαῖα νόμιμα, ἃ καλῶς μὲν τεθέντα καὶ ἐθισθέντα πάσῃ σωτηρίᾳ περικαλύψαντα ἔχει τοὺς τότε γραφέντας νόμους, ἂν δʼ ἐκτὸς τοῦ καλοῦ βαίνῃ πλημμελῶς, οἷον τεκτόνων ἐν οἰκοδομήμασιν ἐρείσματα ἐκ μέσου ὑπορρέοντα, συμπίπτειν εἰς ταὐτὸν ποιεῖ τὰ σύμπαντα, κεῖσθαί τε ἄλλα ὑφʼ ἑτέρων, αὐτά τε καὶ τὰ καλῶς ὕστερον ἐποικοδομηθέντα, τῶν ἀρχαίων ὑποπεσόντων.
なぜなら、これらはあらゆる国制の絆であり、すでに文書として制定され確立されているすべての法と、将来さらに制定されるであろうすべての法の間にあって、文字通り祖先伝来の、完全に古代の慣習法のようなものだからです。 これらは、もし見事に制定され習慣化されるなら、完全な安全によって、その当時書かれた法を包み込み保護します。 しかし、もしそれらが美から外れて不調和に逸脱するなら、まるで建築物の中で大工の支柱が真んから抜け落ちるように、全体を崩壊へと向かわせ、古代の基礎となる慣習法が崩れ落ちることによって、後から見事に築かれた法そのものも、他のものも、次から次へと崩れ落ちて横たわることになるのです。
ἃ δὴ διανοουμένους ἡμᾶς, ὦ Κλεινία, σοὶ δεῖ τὴν πόλιν καινὴν οὖσαν πάντῃ συνδεῖν, μήτε μέγα μήτε σμικρὸν παραλιπόντας εἰς δύναμιν ὅσα νόμους ἢ ἔθη τις ἢ ἐπιτηδεύματα καλεῖ·
クレイニアスよ、私たちはこのことを考えつつ、全く新しいものであるあなたたちのポリスをあらゆる点で結びつけなければなりません。 法であれ、習慣であれ、個人の日々の営みであれ、人々がそう呼ぶものを、可能な限り大きいものも小さいものも見落とすことなく。
πᾶσι γὰρ τοῖς τοιούτοις πόλις συνδεῖται, ἄνευ δὲ ἀλλήλων ἑκάτερα τούτων οὐκ ἔστιν μόνιμα, ὥστε οὐ χρὴ θαυμάζειν ἐὰν ἡμῖν πολλὰ ἅμα καὶ σμικρὰ δοκούντων εἶναι νόμιμα ἢ καὶ ἐθίσματα ἐπιρρέοντα μακροτέρους ποιῇ τοὺς νόμους.
なぜなら、このようなものすべてによってポリスは結びつけられるのであり、これらの一方も他方も、お互いなしには永続し得ないからです。 したがって、重要でないと思われる多くの慣習や習慣が次々と流れ込んで、私たちの法をより長いものにしているとしても、驚くには及ばないのです。
ΚΛ. ἀλλʼ ὀρθῶς σύ γε λέγεις, ἡμεῖς τε οὕτω διανοησόμεθα.
クレイニアス:あなたの言うことはもっともです。 私たちもそのように考えることにしましょう。
ΑΘ. εἰς μὲν τοίνυν τὴν τοῦ τρίʼ ἔτη γεγονότος ἡλικίαν, κόρου καὶ κόρης, ταῦτα εἴ τις ἀκριβῶς ἀποτελοῖ καὶ μὴ παρέργως τοῖς εἰρημένοις χρῷτο, οὐ σμικρὰ εἰς ὠφελίαν γίγνοιτʼ ἂν τοῖς νεωστὶ τρεφομένοις·
アテナイの異邦人:さて、三歳に達した年齢、男児および女児に対して、もし誰かがこれらのことを正確に成し遂げ、言われたことをいい加減に扱わずに実行するなら、新しく育てられる子供たちにとって、小さからぬ有益なものとなるでしょう。
§7.794ΑΘ. τριετεῖ δὲ δὴ καὶ τετραετεῖ καὶ πενταετεῖ καὶ ἔτι ἑξετεῖ ἤθει ψυχῆς παιδιῶν δέον ἂν εἴη, τρυφῆς δʼ ἤδη παραλυτέον κολάζοντα, μὴ ἀτίμως, ἀλλʼ ὅπερ ἐπὶ τῶν δούλων γʼ ἐλέγομεν, τὸ μὴ μεθʼ ὕβρεως κολάζοντας ὀργὴν ἐμποιῆσαι δεῖν τοῖς κολασθεῖσιν μηδʼ ἀκολάστους ἐῶντας τρυφήν, ταὐτὸν δραστέον τοῦτό γε καὶ ἐπʼ ἐλευθέροισι.
アテナイの異邦人:三歳、四歳、五歳、そしてさらに六歳の子供たちの魂の性向については、遊びが必要でしょう。 しかし、もはや過度な甘やかしからは解放しなければならず、懲らしめを与えつつも、不名誉な方法ではなく、奴隷について私たちが言っていたこと、すなわち怒りによって懲らしめられる者に感情を植え付けることなく、また放縦に甘やかすままにもしないという、これと全く同じことを、自由な身分の子供たちに対しても行うべきです。
παιδιαὶ δʼ εἰσὶν τοῖς τηλικούτοις αὐτοφυεῖς τινες, ἃς ἐπειδὰν συνέλθωσιν αὐτοὶ σχεδὸν ἀνευρίσκουσι.
このような年齢の子供たちには、自然発生的な遊びがあり、彼らは集まると自分たちでそれをほぼ見つけ出します。
συνιέναι δὲ εἰς τὰ κατὰ κώμας ἱερὰ δεῖ πάντα ἤδη τὰ τηλικαῦτα παιδία, ἀπὸ τριετοῦς μέχρι τῶν ἓξ ἐτῶν, κοινῇ τὰ τῶν κωμητῶν εἰς ταὐτὸν ἕκαστα·
そして、この年齢のすべての子供、すなわち三歳から六歳までの子供は、同じ村の住人の子供たちがそれぞれ共同で同じ場所に集まり、村々の神殿に集まるべきです。
τὰς δὲ τροφοὺς ἔτι τῶν τηλικούτων κοσμιότητός τε καὶ ἀκολασίας ἐπιμελεῖσθαι, τῶν δὲ τροφῶν αὐτῶν καὶ τῆς ἀγέλης συμπάσης, τῶν δώδεκα γυναικῶν μίαν ἐφʼ ἑκάστῃ τετάχθαι κοσμοῦσαν κατʼ ἐνιαυτὸν τῶν προειρημένων ἃς ἂν τάξωσιν οἱ νομοφύλακες.
また、その年齢の子供たちの乳母たちは依然として、行意の良さと放縦さに注意を払わなければなりません。 そして乳母たち自身と集団全体を管理するために、十二人の女性のうち、一人が毎年、各神殿に配置されて規律を維持するようにします。 その女性たちは、先述の女性たちのうち、法守護者たちが任命する者たちです。
ταύτας δὲ αἱρείσθωσαν μὲν αἱ τῶν γάμων κύριαι τῆς ἐπιμελείας, ἐξ ἑκάστης τῆς φυλῆς μίαν, ἥλικας αὑταῖς·
これらの女性は、婚姻の管理を司る女性たちによって、各部族から一人ずつ、自分たちと同世代の女性から選ばれるべきです。
ἡ δὲ καταστᾶσα ἀρχέτω φοιτῶσα εἰς τὸ ἱερὸν ἑκάστης ἡμέρας καὶ κολάζουσα ἀεὶ τὸν ἀδικοῦντα, δοῦλον μὲν καὶ δούλην καὶ ξένον καὶ ξένην αὐτὴ διά τινων τῆς πόλεως οἰκετῶν, πολίτην δὲ ἀμφισβητοῦντα μὲν τῇ κολάσει πρὸς τοὺς ἀστυνόμους ἐπὶ δίκην ἄγουσα, ἀναμφισβήτητον δὲ ὄντα καὶ τὸν πολίτην αὐτὴ κολαζέτω.
任命された女性は、毎日神殿に赴いて、違反者を常に懲らしめることで職務を行うべきです。 奴隷の男女や外国人の男女に対しては、ポリスの公僕たちを介して自ら懲らしめ、一方で市民に対しては、その懲らしめを不服とする場合は、彼女自身が審判のために市監のところへ連行し、不服としない場合は、市民であっても彼女が自分で懲らしめるものとします。
μετὰ δὲ τὸν ἑξέτη καὶ τὴν ἑξέτιν διακρινέσθω μὲν ἤδη τὸ γένος ἑκατέρων—κόροι μὲν μετὰ κόρων, παρθένοι δὲ ὡσαύτως μετʼ ἀλλήλων τὴν διατριβὴν ποιείσθωσαν—πρὸς δὲ τὰ μαθήματα τρέπεσθαι χρεὼν ἑκατέρους, τοὺς μὲν ἄρρενας ἐφʼ ἵππων διδασκάλους καὶ τόξων καὶ ἀκοντίων καὶ σφενδονήσεως, ἐὰν δέ πῃ συγχωρῶσιν, μέχρι γε μαθήσεως καὶ τὰ θήλεα, καὶ δὴ τά γε μάλιστα πρὸς τὴν τῶν ὅπλων χρείαν.
そして、六歳を超えた男児と女児は、もはや性別を分けるべきです。 すなわち、男児は男児同士、女児も同様に女児同士で時を過ごすようにします。 そして両者とも、学習に進む必要があります。 男子は乗馬、弓術、槍投げ、石投げの教師のもとに進み、また、もし何らかの形で合意が得られるなら、女子も、少なくともこれらの学習、とりわけ武器の使用に関する学習までは進むべきです。
τὸ γὰρ δὴ νῦν καθεστὸς περὶ τὰ τοιαῦτα ἀγνοεῖται παρὰ τοῖς πᾶσιν ὀλίγου.
というのも、このような事柄に関する現在の慣行は、すべての人々の間でほとんど完全に誤解されているからです。
ΚΛ. τὸ ποῖον;
クレイニアス:それはどのようなことですか。
ΑΘ. ὡς ἄρα τὰ δεξιὰ καὶ τὰ ἀριστερὰ διαφέροντά ἐσθʼ ἡμῶν φύσει πρὸς τὰς χρείας εἰς ἑκάστας τῶν πράξεων τὰ περὶ τὰς χεῖρας, ἐπεὶ τά γε περὶ πόδας τε καὶ τὰ κάτω τῶν μελῶν οὐδὲν διαφέροντα εἰς τοὺς πόνους φαίνεται·
アテナイの異邦人:私たちの右手と左手は、手に関するあらゆる活動において、生まれつき使い道が異なっていると考えられていることです。 しかし、足や下肢に関しては、労働において全く違いがないように見えます。
τὰ δὲ κατὰ χεῖρας ἀνοίᾳ τροφῶν καὶ μητέρων οἷον χωλοὶ γεγόναμεν ἕκαστοι.
これに対して、手に関しては、乳母や母親たちの無知によって、私たちはそれぞれ不自由な者になってしまっているのです。
τῆς φύσεως γὰρ ἑκατέρων τῶν μελῶν σχεδὸν ἰσορροπούσης, αὐτοὶ διὰ τὰ ἔθη διάφορα αὐτὰ πεποιήκαμεν οὐκ ὀρθῶς χρώμενοι.
本来、両方の肢体の性質はほぼ均衡しているにもかかわらず、私たちは正しい使い方をしなかった習慣のために、自らそれらを異なるものにしてしまったのです。