§7.795ΑΘ. ἐν ὅσοις μὲν γὰρ τῶν ἔργων μὴ μέγα διαφέρει, λύρᾳ μὲν ἐν ἀριστερᾷ χρώμενον, πλήκτρῳ δὲ ἐν δεξιᾷ, πρᾶγμα οὐδέν, καὶ ὅσα τοιαῦτα·
アテナイの異邦人:というのも、左手で竪琴を扱い、右手で撥を扱うこと、およびそれに類するすべてのことのように、大した違いがない活動においては、問題はありません。
τούτοις δὲ παραδείγμασι χρώμενον καὶ εἰς ἄλλα μὴ δέον οὕτω χρῆσθαι σχεδὸν ἄνοια.
しかし、これらを先例(手本)として、そうすべきではない他の事柄にまでそのように適用することは、ほとんど愚行と言えます。
ἔδειξεν δὲ ταῦτα ὁ τῶν Σκυθῶν νόμος, οὐκ ἐν ἀριστερᾷ μὲν τόξον ἀπάγων, ἐν δεξιᾷ δὲ οἰστὸν προσαγόμενος μόνον, ἀλλʼ ὁμοίως ἑκατέροις ἐπʼ ἀμφότερα χρώμενος·
このことをスキタイ人の慣習が示しています。 彼らは左手だけで弓を引き、右手だけで矢をつがえるのではなく、両方の手で両方の動作を同様に行うからです。
πάμπολλα δʼ ἕτερα τοιαῦτα παραδείγματα ἐν ἡνιοχείαις τέ ἐστι καὶ ἐν ἑτέροις, ἐν οἷσιν μαθεῖν δυνατὸν ὅτι παρὰ φύσιν κατασκευάζουσιν οἱ ἀριστερὰ δεξιῶν ἀσθενέστερα κατασκευάζοντες.
御者術やその他の多くの事柄にも同様の先例が数多くあり、それらにおいて、左手を右手よりも弱くする人々は自然に反して身体を整えているのだということを学ぶことができます。
ταῦτα δʼ, ὅπερ εἴπομεν, ἐν μὲν κερατίνοις πλήκτροις καὶ ἐν ὀργάνοις τοιούτοις οὐδὲν μέγα·
そして、これらは、先ほど私たちが言ったように、角製の撥やそのような楽器においては、大した問題ではありません。
σιδηροῖς δʼ εἰς τὸν πόλεμον ὅταν δέῃ χρῆσθαι, μέγα διαφέρει, καὶ τόξοις καὶ ἀκοντίοις καὶ ἑκάστοις τούτων, πολὺ δὲ μέγιστον, ὅταν ὅπλοις δέῃ πρὸς ὅπλα χρῆσθαι.
しかし、戦争において鉄の武器を使用しなければならないとき、すなわち弓や槍、あるいはそれらの各々を使用するときには大きな違いが生じ、重装兵の武具を互いに対して使用せねばならぬときには、はるかに最大の違いとなります。
διαφέρει δὲ πάμπολυ μαθὼν μὴ μαθόντος καὶ ὁ γυμνασάμενος τοῦ μὴ γεγυμνασμένου.
また、学んだ者と学んでいない者、訓練した者と訓練していない者の違いは非常に大きいのです。
καθάπερ γὰρ ὁ τελέως παγκράτιον ἠσκηκὼς ἢ πυγμὴν ἢ πάλην οὐκ ἀπὸ μὲν τῶν ἀριστερῶν ἀδύνατός ἐστι μάχεσθαι, χωλαίνει δὲ καὶ ἐφέλκεται πλημμελῶν, ὁπόταν αὐτόν τις μεταβιβάζων ἐπὶ θάτερα ἀναγκάζῃ διαπονεῖν, ταὐτὸν δὴ τοῦτʼ, οἶμαι, καὶ ἐν ὅπλοις καὶ ἐν τοῖς ἄλλοις πᾶσι χρὴ προσδοκᾶν ὀρθόν, ὅτι τὸν διττὰ δεῖ κεκτημένον, οἷς ἀμύνοιτό τʼ ἂν καὶ ἐπιτιθεῖτο ἄλλοις, μηδὲν ἀργὸν τούτων μηδὲ ἀνεπιστῆμον ἐᾶν εἶναι κατὰ δύναμιν·
というのも、パンクラティオンや拳闘や相撲(レスリング)を完璧に修練した者が、左側からは戦うことができず、誰かが彼を逆の側に転向させてそこで奮闘することを強制するとき、不調和に引きずられて足を引きずるようなことはないのと同様に、武具やその他すべての事柄においてもこれと同じことが正しいと期待すべきだからです。 すなわち、自らを守り、また他者を攻撃するための二重の手段(両手)を所有している者は、可能な限り、これらを一つとして遊ばせておいたり、未熟なままにしておいたりしてはならないのです。
Γηρυόνου δέ γε εἴ τις φύσιν ἔχων ἢ καὶ τὴν Βριάρεω φύοιτο, ταῖς ἑκατὸν χερσὶν ἑκατὸν δεῖ βέλη ῥίπτειν δυνατὸν εἶναι.
もし誰かがゲリュオネスやブリアレオスの本性を持って、あるいはそのように生まれてくるならば、その百の手で百の飛び道具を投げることができるはずです。
τούτων δὴ πάντων τὴν ἐπιμέλειαν ἀρχούσαις τε καὶ ἄρχουσι δεῖ γίγνεσθαι, ταῖς μὲν ἐν παιδιαῖς τε καὶ τροφαῖς ἐπισκόποις γιγνομέναις, τοῖς δὲ περὶ μαθήματα, ὅπως ἀρτίποδές τε καὶ ἀρτίχειρες πάντες τε καὶ πᾶσαι γιγνόμενοι, μηδὲν τοῖς ἔθεσιν ἀποβλάπτωσι τὰς φύσεις εἰς τὸ δυνατόν.
これらすべてに対する配慮は、女性の支配者たちと男性の支配者たちによってなされねばなりません。 前者は遊びや養育における監督者となり、後者は学習に関する監督者となって、すべての男児と女児が足も手も不自由なく(五体満足に)成長し、可能な限り、習慣によってその天性を損なうことがないようにするためです。
τὰ δὲ μαθήματά που διττά, ὥς γʼ εἰπεῖν, χρήσασθαι συμβαίνοι ἄν, τὰ μὲν ὅσα περὶ τὸ σῶμα γυμναστικῆς, τὰ δʼ εὐψυχίας χάριν μουσικῆς.
ところで、学習というものは、いわば二通りに用いることになるでしょう。 一つは身体に関するもので体育(ジムナスティケー)、もう一つは魂の健やかさ(優れた気風)のための文芸(ムーシケー)です。
τὰ δὲ γυμναστικῆς αὖ δύο, τὸ μὲν ὄρχησις, τὸ δὲ πάλη.
そして体育にもまた二つの部分があり、一つは舞踊、もう一つは格闘(レスリング)です。
τῆς ὀρχήσεως δὲ ἄλλη μὲν Μούσης λέξιν μιμουμένων, τό τε μεγαλοπρεπὲς φυλάττοντας ἅμα καὶ ἐλεύθερον, ἄλλη δέ, εὐεξίας ἐλαφρότητός τε ἕνεκα καὶ κάλλους, τῶν τοῦ σώματος αὐτοῦ μελῶν καὶ μερῶν τὸ προσῆκον καμπῆς τε καὶ ἐκτάσεως, καὶ ἀποδιδομένης ἑκάστοις αὐτοῖς αὑτῶν εὐρύθμου κινήσεως, διασπειρομένης ἅμα καὶ συνακολουθούσης εἰς πᾶσαν τὴν ὄρχησιν ἱκανῶς.
舞踊のうち、一方は、気高さと自由人の品格を同時に保ちつつ、ムーサの言葉(語り口)を模倣する者たちのものであり、他方は、健康と敏捷さと美のために、身体そのものの手足や各部分の適切な屈曲と伸展、そしてそれぞれに割り当てられたそれら自身のリズミカルな動きのためのものであり、その動きは舞踊全体に十分に分散されると同時に一貫して伴うものなのです。