§7.793ΚΛ. οὐδὲν δεῖ σε, ὦ ξένε, Μέγιλλον ἀνερωτᾶν πότερος ἡμῶν ὀρθότερον εἴρηκεν· ἐγὼ γὰρ αὐτός σοι συγχωρῶ τὸν λύπης τε καὶ ἡδονῆς ἀκράτου βίον φεύγειν δεῖν πάντας, μέσον δέ τινα τέμνειν ἀεί.
CLIN.:异乡人啊,你完全没有必要去问梅吉洛斯我们俩谁说得更正确;因为我自己就向你承认,每个人都必须逃避那纯粹的痛苦与快乐的生活,而应当始终开辟一条中间道路。
καλῶς τοίνυν εἴρηκάς τε καὶ ἀκήκοας ἅμα.
因此,你既说得很美,同时也听到了我的赞同。
ΑΘ. μάλα μὲν οὖν ὀρθῶς, ὦ Κλεινία.
ATH.:确实非常正确,克兰尼亚。
τόδε τοίνυν ἐπὶ τούτοις τρεῖς ὄντες διανοηθῶμεν.
那么,在这些之上,我们三个人再来考虑以下这一个点。
ΚΛ. τὸ ποῖον;
CLIN.:是什么样的点?
ΑΘ. ὅτι ταῦτʼ ἔστιν πάντα, ὅσα νῦν διεξερχόμεθα, τὰ καλούμενα ὑπὸ τῶν πολλῶν ἄγραφα νόμιμα· καὶ οὓς πατρίους νόμους ἐπονομάζουσιν, οὐκ ἄλλα ἐστὶν ἢ τὰ τοιαῦτα σύμπαντα.
ATH.:即我们现在详细讨论的所有这些事情,就是被大众称为“不成文习俗”的东西;而他们称之为祖传法律的,也无非就是所有这些东西的总和。
καὶ ἔτι γε ὁ νυνδὴ λόγος ἡμῖν ἐπιχυθείς, ὡς οὔτε νόμους δεῖ προσαγορεύειν αὐτὰ οὔτε ἄρρητα ἐᾶν, εἴρηται καλῶς·
而且,刚才涌入我们之中的那个论点——即我们既不应该称它们为法律,也不应该让它们不被提及——说得非常好。
δεσμοὶ γὰρ οὗτοι πάσης εἰσὶν πολιτείας, μεταξὺ πάντων ὄντες τῶν ἐν γράμμασιν τεθέντων τε καὶ κειμένων καὶ τῶν ἔτι θησομένων, ἀτεχνῶς οἷον πάτρια καὶ παντάπασιν ἀρχαῖα νόμιμα, ἃ καλῶς μὲν τεθέντα καὶ ἐθισθέντα πάσῃ σωτηρίᾳ περικαλύψαντα ἔχει τοὺς τότε γραφέντας νόμους, ἂν δʼ ἐκτὸς τοῦ καλοῦ βαίνῃ πλημμελῶς, οἷον τεκτόνων ἐν οἰκοδομήμασιν ἐρείσματα ἐκ μέσου ὑπορρέοντα, συμπίπτειν εἰς ταὐτὸν ποιεῖ τὰ σύμπαντα, κεῖσθαί τε ἄλλα ὑφʼ ἑτέρων, αὐτά τε καὶ τὰ καλῶς ὕστερον ἐποικοδομηθέντα, τῶν ἀρχαίων ὑποπεσόντων.
因为这些是每个城邦国制的纽带,处于所有已经制定并确立的成文法与那些将要制定的法律之间,字面上就像是祖传的、完全古老的习俗;这些习俗如果被很好地确立并成为习惯,就会以完全的安全包裹并保护当时所写下的法律;但如果它们以不和谐的方式偏离了美,就像建筑物中木匠的支柱从中间滑落一样,就会导致整个结构坍塌在一起,而法律本身以及后来在其上完美建造的东西,都会因为古老的基础塌陷而倾覆倒塌。
ἃ δὴ διανοουμένους ἡμᾶς, ὦ Κλεινία, σοὶ δεῖ τὴν πόλιν καινὴν οὖσαν πάντῃ συνδεῖν, μήτε μέγα μήτε σμικρὸν παραλιπόντας εἰς δύναμιν ὅσα νόμους ἢ ἔθη τις ἢ ἐπιτηδεύματα καλεῖ·
克兰尼亚啊,我们思考这些事情,你必须将你那完全崭新的城邦在各个方面紧密结合起来,尽你所能,既不遗漏重大的,也不遗漏微小的,凡是有人称之为法律、习俗或日常规范的东西。
πᾶσι γὰρ τοῖς τοιούτοις πόλις συνδεῖται, ἄνευ δὲ ἀλλήλων ἑκάτερα τούτων οὐκ ἔστιν μόνιμα, ὥστε οὐ χρὴ θαυμάζειν ἐὰν ἡμῖν πολλὰ ἅμα καὶ σμικρὰ δοκούντων εἶναι νόμιμα ἢ καὶ ἐθίσματα ἐπιρρέοντα μακροτέρους ποιῇ τοὺς νόμους.
因为城邦是由所有这些东西结合在一起的,而且这两者中的任何一方在没有另一方的情况下都是不能持久的;因此,如果我们看到许多看似微小的习俗或习惯不断涌入,使我们的法律变得更长,这并不足为奇。
ΚΛ. ἀλλʼ ὀρθῶς σύ γε λέγεις, ἡμεῖς τε οὕτω διανοησόμεθα.
CLIN.:你说得很对,我们也会这样考虑。
ΑΘ. εἰς μὲν τοίνυν τὴν τοῦ τρίʼ ἔτη γεγονότος ἡλικίαν, κόρου καὶ κόρης, ταῦτα εἴ τις ἀκριβῶς ἀποτελοῖ καὶ μὴ παρέργως τοῖς εἰρημένοις χρῷτο, οὐ σμικρὰ εἰς ὠφελίαν γίγνοιτʼ ἂν τοῖς νεωστὶ τρεφομένοις·
ATH.:那么,对于三岁以下的男孩和女孩,如果有人能精确地履行这些事情,并且不把所说的话当作无关紧要的事来对待,这将对新近抚养的孩子们产生不小的益处。
§7.794ΑΘ. τριετεῖ δὲ δὴ καὶ τετραετεῖ καὶ πενταετεῖ καὶ ἔτι ἑξετεῖ ἤθει ψυχῆς παιδιῶν δέον ἂν εἴη, τρυφῆς δʼ ἤδη παραλυτέον κολάζοντα, μὴ ἀτίμως, ἀλλʼ ὅπερ ἐπὶ τῶν δούλων γʼ ἐλέγομεν, τὸ μὴ μεθʼ ὕβρεως κολάζοντας ὀργὴν ἐμποιῆσαι δεῖν τοῖς κολασθεῖσιν μηδʼ ἀκολάστους ἐῶντας τρυφήν, ταὐτὸν δραστέον τοῦτό γε καὶ ἐπʼ ἐλευθέροισι.
ATH.:对于三岁、四岁、五岁、乃至六岁的孩子,他们的灵魂性格需要游戏;但现在必须通过惩罚使他们脱离奢侈——但不能采用侮辱性的方式,而是像我们在对待奴隶时所说的那样,我们不应该通过带有侮辱的惩罚在受罚者心中产生愤怒,也不应该让他们在奢侈中放纵无度;对于自由人的孩子,也必须做同样的事情。
παιδιαὶ δʼ εἰσὶν τοῖς τηλικούτοις αὐτοφυεῖς τινες, ἃς ἐπειδὰν συνέλθωσιν αὐτοὶ σχεδὸν ἀνευρίσκουσι.
而对于这种年龄的孩子,有一些自然产生的游戏,当他们聚在一起时,几乎自己就能发现。
συνιέναι δὲ εἰς τὰ κατὰ κώμας ἱερὰ δεῖ πάντα ἤδη τὰ τηλικαῦτα παιδία, ἀπὸ τριετοῦς μέχρι τῶν ἓξ ἐτῶν, κοινῇ τὰ τῶν κωμητῶν εἰς ταὐτὸν ἕκαστα·
所有这个年龄的孩子,从三岁到六岁,现在必须在每个村庄的神殿里集会,村里所有同龄的孩子都共同聚集在同一个地方。
τὰς δὲ τροφοὺς ἔτι τῶν τηλικούτων κοσμιότητός τε καὶ ἀκολασίας ἐπιμελεῖσθαι, τῶν δὲ τροφῶν αὐτῶν καὶ τῆς ἀγέλης συμπάσης, τῶν δώδεκα γυναικῶν μίαν ἐφʼ ἑκάστῃ τετάχθαι κοσμοῦσαν κατʼ ἐνιαυτὸν τῶν προειρημένων ἃς ἂν τάξωσιν οἱ νομοφύλακες.
而这些孩子的乳母们仍需注意他们的规矩和放纵;为了管理这些乳母本身和整个群体,在十二位妇女中(即立法者任命的前述妇女),每年要指派一位驻扎在每个神殿里,以维持秩序。
ταύτας δὲ αἱρείσθωσαν μὲν αἱ τῶν γάμων κύριαι τῆς ἐπιμελείας, ἐξ ἑκάστης τῆς φυλῆς μίαν, ἥλικας αὑταῖς· ἡ δὲ καταστᾶσα ἀρχέτω φοιτῶσα εἰς τὸ ἱερὸν ἑκάστης ἡμέρας καὶ κολάζουσα ἀεὶ τὸν ἀδικοῦντα, δοῦλον μὲν καὶ δούλην καὶ ξένον καὶ ξένην αὐτὴ διά τινων τῆς πόλεως οἰκετῶν, πολίτην δὲ ἀμφισβητοῦντα μὲν τῇ κολάσει πρὸς τοὺς ἀστυνόμους ἐπὶ δίκην ἄγουσα, ἀναμφισβήτητον δὲ ὄντα καὶ τὸν πολίτην αὐτὴ κολαζέτω.
这些妇女应该由负责婚姻监督的妇女们,从每个部落中挑选一人,选择与她们自己同龄的人;而被指派的妇女应当管理,每天前往神殿,并始终惩罚犯错者:对于男女奴隶和男女外邦人,她可以通过城邦的某些仆役自己进行惩罚;但对于市民,如果有人对惩罚提出异议,她应当将其带到市监处进行审判,但如果市民没有异议,她也可以自己惩罚他。
μετὰ δὲ τὸν ἑξέτη καὶ τὴν ἑξέτιν διακρινέσθω μὲν ἤδη τὸ γένος ἑκατέρων—κόροι μὲν μετὰ κόρων, παρθένοι δὲ ὡσαύτως μετʼ ἀλλήλων τὴν διατριβὴν ποιείσθωσαν—πρὸς δὲ τὰ μαθήματα τρέπεσθαι χρεὼν ἑκατέρους, τοὺς μὲν ἄρρενας ἐφʼ ἵππων διδασκάλους καὶ τόξων καὶ ἀκοντίων καὶ σφενδονήσεως, ἐὰν δέ πῃ συγχωρῶσιν, μέχρι γε μαθήσεως καὶ τὰ θήλεα, καὶ δὴ τά γε μάλιστα πρὸς τὴν τῶν ὅπλων χρείαν.
六岁以后,男孩和女孩的性别应当被分开——男孩和男孩在一起,女孩同样和女孩在一起度过时间——并且两边都必须转向学习,男子由骑马、射箭、投枪和投石的教师指导;如果大家在某方面同意的话,甚至女子至少在学习这些知识上,特别是武器的使用上,也应当进修。
τὸ γὰρ δὴ νῦν καθεστὸς περὶ τὰ τοιαῦτα ἀγνοεῖται παρὰ τοῖς πᾶσιν ὀλίγου.
因为目前关于这些事情的惯行在所有人中间几乎都完全被误解了。
ΚΛ. τὸ ποῖον;
CLIN.:是什么样的惯行?
ΑΘ. ὡς ἄρα τὰ δεξιὰ καὶ τὰ ἀριστερὰ διαφέροντά ἐσθʼ ἡμῶν φύσει πρὸς τὰς χρείας εἰς ἑκάστας τῶν πράξεων τὰ περὶ τὰς χεῖρας, ἐπεὶ τά γε περὶ πόδας τε καὶ τὰ κάτω τῶν μελῶν οὐδὲν διαφέροντα εἰς τοὺς πόνους φαίνεται· τὰ δὲ κατὰ χεῖρας ἀνοίᾳ τροφῶν καὶ μητέρων οἷον χωλοὶ γεγόναμεν ἕκαστοι.
ATH.:就是说,我们的右手和左手在每一次行动的需求中,天生是不同的;而在我们的脚和下肢方面,在劳动中似乎完全没有区别;但是至于手,由于乳母和母亲们的无知,我们每个人都变得像是跛子一样。
τῆς φύσεως γὰρ ἑκατέρων τῶν μελῶν σχεδὸν ἰσορροπούσης, αὐτοὶ διὰ τὰ ἔθη διάφορα αὐτὰ πεποιήκαμεν οὐκ ὀρθῶς χρώμενοι.
因为双肢的本性几乎是平衡的,我们自己却由于习惯,在没有正确使用的情况下让它们变得不同了。