Humanitext Reader

プラトン · 法律 §7.790-7.791

幼児をあやす運動の効果と恐怖の克服による勇気の育成

87 / 186 箇所 · ギリシア語

要旨

アテネの異邦人は、乳児への揺すり運動やコリバンスの治療儀礼が持つ精神的効果を説明し、幼少期の恐怖の克服が勇気を養う一方、過度な贅沢や隷属が不健全な性格を形成すると論じます。

§7.790ΑΘ. εἰς δύναμιν δὲ ἰσχυρὰς αὐτὰς εἶναι χρεὼν καὶ μὴ μίαν;
ΑΘ. そして、乳母たちが全力を尽くして頑健であるべきで、一人だけではいけない、ということでしょうか。
ἐπὶ δὲ τούτοις ἑκάστοις, ἂν μὴ γίγνηται, ζημίαν τοῖς μὴ ποιοῦσι γράφωμεν;
そして、これら個々のことについて、もし行われないなら、行わない者に罰則を規定すべきでしょうか。
ἢ πολλοῦ γε δεῖ;
それとも、とんでもないことでしょうか。
τὸ γὰρ ἄρτι ῥηθὲν γίγνοιτʼ ἂν πολὺ καὶ ἄφθονον.
というのも、今言われたことが、大いに、かつおびただしく生じることになるからです。
ΚΛ. τὸ ποῖον;
ΚΛ. どのようなことですか。
ΑΘ. τὸ γέλωτα ἂν πολὺν ὀφλεῖν ἡμᾶς πρὸς τῷ μὴ ἐθέλειν ἂν πείθεσθαι γυναικεῖά τε καὶ δούλεια ἤθη τροφῶν.
ΑΘ. 乳母たちの女性的で奴隷的な性質が従おうとしないであろうことに加えて、我々が多くの失笑を買うことになるという点です。
ΚΛ. ἀλλὰ τίνος δὴ χάριν ἔφαμεν αὐτὰ δεῖν ῥηθῆναι;
ΚΛ. しかし、一体何のために、それらが語られねばならないと言ったのですか。
ΑΘ. τοῦδε·
ΑΘ. 次のことのためです。
τὰ τῶν δεσποτῶν τε καὶ ἐλευθέρων ἐν ταῖς πόλεσιν ἤθη τάχʼ ἂν ἀκούσαντα εἰς σύννοιαν ἀφίκοιτʼ ἂν τὴν ὀρθήν, ὅτι χωρὶς τῆς ἰδίας διοικήσεως ἐν ταῖς πόλεσιν ὀρθῆς γιγνομένης μάτην ἂν τὰ κοινά τις οἴοιτο ἕξειν τινὰ βεβαιότητα θέσεως νόμων, καὶ ταῦτα ἐννοῶν, αὐτὸς νόμοις ἂν τοῖς νῦν ῥηθεῖσιν χρῷτο, καὶ χρώμενος, εὖ τήν τε οἰκίαν καὶ πόλιν ἅμα τὴν αὑτοῦ διοικῶν, εὐδαιμονοῖ.
国家における主人たちや自由人たちの性格が、これを聞いて、おそらく正しい思慮に至るかもしれないからです。 すなわち、国家において私的な管理が正しく行われることなしには、公的な法律の制定が何らかの安定性を持つと考えるのは無駄であるということであり、このことを考えて、彼自身が今言われた法律を用いるようになり、それを用いることで、自分の家庭と国家を同時にうまく管理し、幸福になるだろうということです。
ΚΛ. καὶ μάλʼ εἰκότως εἴρηκας.
ΚΛ. 実に妥当なお話です。
ΑΘ. τοιγαροῦν μήπω λήξωμεν τῆς τοιαύτης νομοθεσίας, πρὶν ἂν καὶ τὰ περὶ τὰς ψυχὰς τῶν πάνυ νέων παίδων ἐπιτηδεύματα ἀποδῶμεν κατὰ τὸν αὐτὸν τρόπον ὅνπερ ἤργμεθα τῶν περὶ τὰ σώματα μύθων λεχθέντων διαπεραίνειν.
ΑΘ. それゆえ、身体について語られた話を成し遂げることから始められたのと同じ方法で、非常に幼い子供たちの魂に関する習慣をも我々が規定し終えるまでは、このような立法を決してやめないようにしましょう。
ΚΛ. πάνυ μὲν οὖν ὀρθῶς.
ΚΛ. 全くその通り、正しいことです。
ΑΘ. λάβωμεν τοίνυν τοῦτο οἷον στοιχεῖον ἐπʼ ἀμφότερα, σώματός τε καὶ ψυχῆς τῶν πάνυ νέων τὴν τιθήνησιν καὶ κίνησιν γιγνομένην ὅτι μάλιστα διὰ πάσης τε νυκτὸς καὶ ἡμέρας, ὡς ἔστι σύμφορος ἅπασι μέν, οὐχ ἥκιστα δὲ τοῖς ὅτι νεωτάτοισι, καὶ οἰκεῖν, εἰ δυνατὸν ἦν, οἷον ἀεὶ πλέοντας·
ΑΘ. それでは、身体と魂の両方に対する、いわば基礎となる原理として、非常に幼い子供たちの養育と運動が、夜も昼もできる限り絶えず行われることが、すべての人にとって有益であり、とりわけ最も幼い者たちにとってそうであり、可能であれば、常に船旅をしているかのように暮らすことが有益であるという点を受け入れましょう。
νῦν δʼ ὡς ἐγγύτατα τούτου ποιεῖν δεῖ περὶ τὰ νεογενῆ παίδων θρέμματα.
しかし現実には、生まれたばかりの子供の養育に関して、これにできる限り近い形で行わねばなりません。
τεκμαίρεσθαι δὲ χρὴ καὶ ἀπὸ τῶνδε, ὡς ἐξ ἐμπειρίας αὐτὸ εἰλήφασι καὶ ἐγνώκασιν ὂν χρήσιμον αἵ τε τροφοὶ τῶν σμικρῶν καὶ αἱ περὶ τὰ τῶν Κορυβάντων ἰάματα τελοῦσαι·
そして、次のことからも推測せねばなりません。 すなわち、幼い子供の乳母たちや、コリバンスの治療を行う女性たちが、経験からこれを学び取り、有益であると知っているということです。
ἡνίκα γὰρ ἄν που βουληθῶσιν κατακοιμίζειν τὰ δυσυπνοῦντα τῶν παιδίων αἱ μητέρες, οὐχ ἡσυχίαν αὐτοῖς προσφέρουσιν ἀλλὰ τοὐναντίον κίνησιν, ἐν ταῖς ἀγκάλαις ἀεὶ σείουσαι, καὶ οὐ σιγὴν ἀλλά τινα μελῳδίαν, καὶ ἀτεχνῶς οἷον καταυλοῦσι τῶν παιδίων, καθάπερ ἡ τῶν ἐκφρόνων βακχειῶν ἰάσεις, ταύτῃ τῇ τῆς κινήσεως ἅμα χορείᾳ καὶ μούσῃ χρώμεναι.
というのも、母親たちが寝つきの悪い子供たちを寝かしつけようとするとき、子供たちに静寂を与えるのではなく、むしろそれとは反対の運動を与え、腕の中で常に揺り動かします。 また沈黙ではなく、何らかの歌を聞かせ、まさに文字通り子供たちにフルートを吹くかのようであり、狂乱のバッコスの信者たちの治療法のように、この運動の踊りと音楽を同時に用いているからです。
ΚΛ. τίς οὖν αἰτία τούτων, ὦ ξένε, μάλιστʼ ἔσθʼ ἡμῖν;
ΚΛ. 異邦人よ、ではこれらの原因は、我々にとって一体何なのでしょうか。
ΑΘ. οὐ πάνυ χαλεπὴ γιγνώσκειν.
ΑΘ. 知ることはそれほど難しくありません。
ΚΛ. πῶς δή;
ΚΛ. どのようにですか。
§7.791ΑΘ. δειμαίνειν ἐστίν που ταῦτʼ ἀμφότερα τὰ πάθη, καὶ ἔστι δείματα διʼ ἕξιν φαύλην τῆς ψυχῆς τινα.
ΑΘ. これら両方の状態は、いわば恐れを抱いているのであり、それらは魂の何らかの悪い状態による恐れなのです。
ὅταν οὖν ἔξωθέν τις προσφέρῃ τοῖς τοιούτοις πάθεσι σεισμόν, ἡ τῶν ἔξωθεν κρατεῖ κίνησις προσφερομένη τὴν ἐντὸς φοβερὰν οὖσαν καὶ μανικὴν κίνησιν, κρατήσασα δέ, γαλήνην ἡσυχίαν τε ἐν τῇ ψυχῇ φαίνεσθαι ἀπεργασαμένη τῆς περὶ τὰ τῆς καρδίας χαλεπῆς γενομένης ἑκάστων πηδήσεως, παντάπασιν ἀγαπητόν τι, τοὺς μὲν ὕπνου λαγχάνειν ποιεῖ, τοὺς δʼ ἐγρηγορότας ὀρχουμένους τε καὶ αὐλουμένους μετὰ θεῶν, οἷς ἂν καλλιεροῦντες ἕκαστοι θύωσι, κατηργάσατο ἀντὶ μανικῶν ἡμῖν διαθέσεων ἕξεις ἔμφρονας ἔχειν.
したがって、このような状態に対して外側から揺さぶりを加えるとき、外部から加えられた運動が、恐ろしくかつ狂気的な内部の運動を制圧します。 そして制圧した上で、各自に生じていた心臓の苦しい鼓動を鎮めて、魂の中に静けさと平穏が現れるようにし、まったく歓迎すべきこととして、ある人々には眠りを得させ、他方、起きている人々には、それぞれが吉兆を求めて生贄を捧げている神々とともに踊り、フルートを吹かせながら、我々にとって狂気的な気分の代わりに、思慮深い状態を保持するようにさせるのです。
καὶ ταῦτα, ὡς διὰ βραχέων γε οὕτως εἰπεῖν, πιθανὸν λόγον ἔχει τινά.
そしてこれらのことは、このように手短に言えば、何らかの説得力のある根拠を持っています。
ΚΛ. πάνυ μὲν οὖν.
ΚΛ. 全くその通りです。
ΑΘ. εἰ δέ γε οὕτως τοιαύτην τινὰ δύναμιν ἔχει ταῦτα, ἐννοεῖν χρὴ τόδε παρʼ αὑτοῖς, ὡς ἅπασα ψυχὴ δείμασιν συνοῦσα ἐκ νέων μᾶλλον ἂν διὰ φόβων ἐθίζοιτο γίγνεσθαι·
ΑΘ. しかし、もしこれらのことが本当にそのような力を持っているとすれば、自分たちの内で次のことを考えねばなりません。 すなわち、幼い頃から恐れとともに暮らすあらゆる魂は、恐れによっていっそう臆病になるよう習慣づけられるだろうということです。
τοῦτο δέ που πᾶς ἂν φαίη δειλίας ἄσκησιν ἀλλʼ οὐκ ἀνδρείας γίγνεσθαι.
そして、これは臆病の訓練であり、勇気の訓練ではないと、誰もが言うでしょう。
ΚΛ. πῶς γὰρ οὔ;
ΚΛ. まったくその通りです。
ΑΘ. τὸ δέ γε ἐναντίον ἀνδρείας ἂν φαῖμεν ἐκ νέων εὐθὺς ἐπιτήδευμα εἶναι, τὸ νικᾶν τὰ προσπίπτονθʼ ἡμῖν δείματά τε καὶ φόβους.
ΑΘ. 他方、その反対こそが、幼少期からただちに勇気へと向かう習慣であると我々は言うでしょう。 すなわち、我々に降りかかる恐れや恐怖に打ち勝つことです。
ΚΛ. ὀρθῶς.
ΚΛ. 正しいです。
ΑΘ. ἓν δὴ καὶ τοῦτο εἰς ψυχῆς μόριον ἀρετῆς, τὴν τῶν παντελῶς παίδων γυμναστικὴν ἐν ταῖς κινήσεσιν, μέγα ἡμῖν φῶμεν συμβάλλεσθαι.
ΑΘ. それでは、極めて幼い子供たちの運動による体育が、魂の徳の一つの部分に対して、我々にとって大いに貢献していると言いましょう。
ΚΛ. πάνυ μὲν οὖν.
ΚΛ. その通りです。
ΑΘ. καὶ μὴν τό γε μὴ δύσκολον ἐν ψυχῇ καὶ τὸ δύσκολον οὐ σμικρὸν μόριον εὐψυχίας καὶ κακοψυχίας ἑκάτερον γιγνόμενον γίγνοιτʼ ἄν.
ΑΘ. さらにまた、魂における気難しくないことと気難しいことは、それぞれが良き気質と悪き気質の小さからぬ部分を構成することになるでしょう。
ΚΛ. πῶς δʼ οὔ;
ΚΛ. 当然です。
ΑΘ. τίνα οὖν ἂν τρόπον εὐθὺς ἐμφύοιθʼ ἡμῖν ὁπότερον βουληθεῖμεν τῷ νεογενεῖ, φράζειν δὴ πειρατέον ὅπως τις καὶ καθʼ ὅσον εὐπορεῖ τούτων.
ΑΘ. それでは、我々が望む方のどちらかが、生まれたばかりの子供に直ちに宿るためには、どのような方法をとるべきでしょうか。 人がどのように、またどの程度これらの方法を持ち合わせているかを、説明するように試べきです。
ΚΛ. πῶς γὰρ οὔ;
ΚΛ. もちろんです。
ΑΘ. λέγω δὴ τό γε παρʼ ἡμῖν δόγμα, ὡς ἡ μὲν τρυφὴ δύσκολα καὶ ἀκράχολα καὶ σφόδρα ἀπὸ σμικρῶν κινούμενα τὰ τῶν νέων ἤθη ἀπεργάζεται, τὸ δὲ τούτων ἐναντίον, ἥ τε σφοδρὰ καὶ ἀγρία δούλωσις, ταπεινοὺς καὶ ἀνελευθέρους καὶ μισανθρώπους ποιοῦσα, ἀνεπιτηδείους συνοίκους ἀποτελεῖ.
ΑΘ. それでは、我々の見解を述べましょう。 すなわち、贅沢は若者の性格を気難しく、怒りっぽく、非常に小さなことでもひどく動揺するものにするのに対し、その反対、つまり激しく野蛮な隷属は、彼らを卑屈で、自由を欠き、人間嫌いにして、共同生活者として不適格な者に仕立て上げてしまうということです。
ΚΛ. πῶς οὖν δὴ χρὴ τὰ μήπω φωνῆς συνιέντα, μηδὲ παιδείας τῆς ἄλλης δυνατὰ γεύεσθαί πω, τρέφειν τὴν πόλιν ἅπασαν;
ΚΛ. それでは、まだ言葉を理解せず、他の教育を何ら受けることもできない子供たちを、国家全体としてどのように育てるべきでしょうか。
ΑΘ. ὧδέ πως·
ΑΘ. このような方法です。
φθέγγεσθαί που μετὰ βοῆς εὐθὺς πᾶν εἴωθεν τὸ γενόμενον, καὶ οὐχ ἥκιστα τὸ τῶν ἀνθρώπων γένος·
生まれたものはすべて、すぐに大声で声を出す習性があり、人間の種族においてそれはとりわけ顕著です。
καὶ δὴ καὶ τῷ κλάειν πρὸς τῇ βοῇ μᾶλλον τῶν ἄλλων συνέχεται.
そして実際、大声に加えて泣くということに、他の動物以上に囚われています。
ΚΛ. πάνυ μὲν οὖν.
ΚΛ. 全くその通りです。

語釈・文法注

  1. 790aτροφῶν — 名詞τροφεύς(養育者、ここでは乳母)の複数属格形。γυναικεῖα τε καὶ δούλεια ἤθη(女性的で奴隷的な性質)にかかり、「乳母たちのそのような性質」という意味を表す。抽象名詞τροφή(養育)の複数形と混同しやすいが、文脈上、規則や指示に従うことを拒む主体(乳母たち)を指している。
  2. 790cοἰκεῖν, εἰ δυνατὸν ἦν, οἷον ἀεὶ πλέοντας — 不定詞οἰκεῖν(暮らすこと)が、前出のὡς ἔστι σύμφορος(有益であるということ)に導かれる主語の一部として機能している。εἰ δυνατὸν ἦν(もし可能であるならば)は、過去の事実に反する仮定法ではなく、現在の実現困難な仮定を表現する反実仮想の挿入句。οἷον ἀεὶ πλέοντας·「あたかも常に航海している人々であるかのように」という意味で、対格現在分詞πλέονταςは不定詞の主語(一般の人々)と一致している。
  3. 791aἡ τῶν ἔξωθεν κρατεῖ κίνησις προσφερομένη τὴν ἐντὸς φοβερὰν οὖσαν καὶ μανικὴν κίνησιν — 外部から与えられる刺激(揺り動かし)が内部の恐怖による動揺を静めるというコリバンス治療の原理を述べる一節。主語はἡ τῶν ἔξωθεν...κίνησις προσφερομένη(外から加えられる運動)であり、動詞κρατεῖ(圧倒する、制圧する)が対格のτὴν ἐντὸς...κίνησιν(内部の運動)を目的語に取る。内部の運動には形容詞φοβερὰν οὖσαν καὶ μανικήν(恐ろしく、かつ狂気的な)が分詞を伴ってかかっている。

この箇所を引用する

プラトン, 法律 §7.790-7.791. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:7.790-7.791

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。