§7.790ΑΘ. εἰς δύναμιν δὲ ἰσχυρὰς αὐτὰς εἶναι χρεὼν καὶ μὴ μίαν;
ATH.:那么,乳母们应该尽全力保持强健,而且 ¦790a| 不仅是一个人吗?
ἐπὶ δὲ τούτοις ἑκάστοις, ἂν μὴ γίγνηται, ζημίαν τοῖς μὴ ποιοῦσι γράφωμεν;
对于这些具体的每一项,如果不执行,我们是否要给不执行的人规定惩罚?
ἢ πολλοῦ γε δεῖ;
还是说,这远远不需要?
τὸ γὰρ ἄρτι ῥηθὲν γίγνοιτʼ ἂν πολὺ καὶ ἄφθονον.
因为刚才所说的话会大量且频繁地发生。
ΚΛ. τὸ ποῖον;
CLIN.:是什么样的事呢?
ΑΘ. τὸ γέλωτα ἂν πολὺν ὀφλεῖν ἡμᾶς πρὸς τῷ μὴ ἐθέλειν ἂν πείθεσθαι γυναικεῖά τε καὶ δούλεια ἤθη τροφῶν.
ATH.:我们将会招致极大的嘲笑,而且那些乳母的女性化且奴役般的性格也绝不会愿意服从。
ΚΛ. ἀλλὰ τίνος δὴ χάριν ἔφαμεν αὐτὰ δεῖν ῥηθῆναι;
CLIN.:但是,我们究竟为了什么才说这些话必须被说出来呢?
ΑΘ. τοῦδε· τὰ τῶν δεσποτῶν τε καὶ ἐλευθέρων ἐν ταῖς πόλεσιν ἤθη τάχʼ ἂν ἀκούσαντα εἰς σύννοιαν ἀφίκοιτʼ ἂν τὴν ὀρθήν, ὅτι χωρὶς τῆς ἰδίας διοικήσεως ἐν ταῖς πόλεσιν ὀρθῆς γιγνομένης μάτην ἂν τὰ κοινά τις οἴοιτο ἕξειν τινὰ βεβαιότητα θέσεως νόμων, καὶ ταῦτα ἐννοῶν, αὐτὸς νόμοις ἂν τοῖς νῦν ῥηθεῖσιν χρῷτο, καὶ χρώμενος, εὖ τήν τε οἰκίαν καὶ πόλιν ἅμα τὴν αὑτοῦ διοικῶν, εὐδαιμονοῖ.
ATH.:为了这个原因:城邦中主人和自由人的 ¦790b| 品性在听过这些话后,或许会达到正确的思考,即:如果没有城邦中正确的私人管理,人们便徒劳地以为公共法律的制定能有任何稳定性;而思考到这一点,他自己便会采用现在所说的法律,并因采用它们,在良好地管理自己家庭的同时也管理好自己的城邦,从而获得幸福。
ΚΛ. καὶ μάλʼ εἰκότως εἴρηκας.
CLIN.:您说得太有道理了。
ΑΘ. τοιγαροῦν μήπω λήξωμεν τῆς τοιαύτης νομοθεσίας, πρὶν ἂν καὶ τὰ περὶ τὰς ψυχὰς τῶν πάνυ νέων παίδων ἐπιτηδεύματα ἀποδῶμεν κατὰ τὸν αὐτὸν τρόπον ὅνπερ ἤργμεθα τῶν περὶ τὰ σώματα μύθων λεχθέντων διαπεραίνειν.
ATH.:因此,在我们以开始贯穿讨论关于身体的言论的相同方式、也 ¦790c| 规定完关于极年幼儿童灵魂的习惯之前,让我们先不要停止这种立法。
ΚΛ. πάνυ μὲν οὖν ὀρθῶς.
CLIN.:完全正确。
ΑΘ. λάβωμεν τοίνυν τοῦτο οἷον στοιχεῖον ἐπʼ ἀμφότερα, σώματός τε καὶ ψυχῆς τῶν πάνυ νέων τὴν τιθήνησιν καὶ κίνησιν γιγνομένην ὅτι μάλιστα διὰ πάσης τε νυκτὸς καὶ ἡμέρας, ὡς ἔστι σύμφορος ἅπασι μέν, οὐχ ἥκιστα δὲ τοῖς ὅτι νεωτάτοισι, καὶ οἰκεῖν, εἰ δυνατὸν ἦν, οἷον ἀεὶ πλέοντας·
ATH.:那么,让我们把这一点作为身体和灵魂两方面的基本要素:极幼小者的抚育和运动在白天和黑夜尽可能持续进行,对所有人都是有益的,尤其是对那些最幼小的人,如果可能的话,让他们生活得就像一直在航海一样。
νῦν δʼ ὡς ἐγγύτατα τούτου ποιεῖν δεῖ περὶ τὰ νεογενῆ παίδων θρέμματα.
¦790d| 而现在,对于新生的幼儿,我们必须做得尽可能接近这一点。
τεκμαίρεσθαι δὲ χρὴ καὶ ἀπὸ τῶνδε, ὡς ἐξ ἐμπειρίας αὐτὸ εἰλήφασι καὶ ἐγνώκασιν ὂν χρήσιμον αἵ τε τροφοὶ τῶν σμικρῶν καὶ αἱ περὶ τὰ τῶν Κορυβάντων ἰάματα τελοῦσαι·
而且我们还必须从以下这些事情中推算出来:那些年幼孩子的乳母们,以及那些主持科里班特秘仪治疗的妇女们,是如何从经验中领会并得知这是有用的。
ἡνίκα γὰρ ἄν που βουληθῶσιν κατακοιμίζειν τὰ δυσυπνοῦντα τῶν παιδίων αἱ μητέρες, οὐχ ἡσυχίαν αὐτοῖς προσφέρουσιν ἀλλὰ τοὐναντίον κίνησιν, ἐν ταῖς ἀγκάλαις ἀεὶ σείουσαι, καὶ οὐ σιγὴν ἀλλά τινα μελῳδίαν, καὶ ἀτεχνῶς οἷον καταυλοῦσι τῶν παιδίων, καθάπερ ἡ τῶν ἐκφρόνων βακχειῶν ἰάσεις, ταύτῃ τῇ τῆς κινήσεως ἅμα χορείᾳ καὶ μούσῃ χρώμεναι.
因为每当母亲们想要哄那些不易入睡的孩子睡觉时,她们给孩子带来的并不是安静,相反是运动,总是把他们抱在怀里 ¦790e| 摇晃,而且给他们的不是沉默,而是某种曲调,简直就像在对孩子们吹奏笛子,正如治疗狂乱的巴克科斯信徒的方法一样,同时采用这种运动的舞蹈和音乐。
ΚΛ. τίς οὖν αἰτία τούτων, ὦ ξένε, μάλιστʼ ἔσθʼ ἡμῖν;
CLIN.:那么,异乡人,这些事情对我们来说究竟是什么原因呢?
ΑΘ. οὐ πάνυ χαλεπὴ γιγνώσκειν.
ATH.:这并不十分难懂。
ΚΛ. πῶς δή;
CLIN.:那是如何呢?
§7.791ΑΘ. δειμαίνειν ἐστίν που ταῦτʼ ἀμφότερα τὰ πάθη, καὶ ἔστι δείματα διʼ ἕξιν φαύλην τῆς ψυχῆς τινα.
ATH.:这两个状态想必都是某种畏惧,并且是由于灵魂的某种不良状态而产生的畏惧。
ὅταν οὖν ἔξωθέν τις προσφέρῃ τοῖς τοιούτοις πάθεσι σεισμόν, ἡ τῶν ἔξωθεν κρατεῖ κίνησις προσφερομένη τὴν ἐντὸς φοβερὰν οὖσαν καὶ μανικὴν κίνησιν, κρατήσασα δέ, γαλήνην ἡσυχίαν τε ἐν τῇ ψυχῇ φαίνεσθαι ἀπεργασαμένη τῆς περὶ τὰ τῆς καρδίας χαλεπῆς γενομένης ἑκάστων πηδήσεως, παντάπασιν ἀγαπητόν τι, τοὺς μὲν ὕπνου λαγχάνειν ποιεῖ, τοὺς δʼ ἐγρηγορότας ὀρχουμένους τε καὶ αὐλουμένους μετὰ θεῶν, οἷς ἂν καλλιεροῦντες ἕκαστοι θύωσι, κατηργάσατο ἀντὶ μανικῶν ἡμῖν διαθέσεων ἕξεις ἔμφρονας ἔχειν.
因此,每当 ¦791a| 有人对这些状态施加外来的摇晃时,外来的运动就会战胜内部那可怕而狂乱的运动;在战胜它之后,通过消除每个人心中产生的令人难受的心跳,使灵魂中呈现出平静和安宁,从而产生一件极为讨人喜欢的事:它让一些人获得睡眠,而让另一些醒着的人在那些他们献祭祈福的神明陪伴下跳舞和吹笛,使我们拥有理智的状态,来代替狂乱的 ¦791b| 倾向。
καὶ ταῦτα, ὡς διὰ βραχέων γε οὕτως εἰπεῖν, πιθανὸν λόγον ἔχει τινά.
而且这些事情,简单来说,具有某种说服力的道理。
ΚΛ. πάνυ μὲν οὖν.
CLIN.:完全如此。
ΑΘ. εἰ δέ γε οὕτως τοιαύτην τινὰ δύναμιν ἔχει ταῦτα, ἐννοεῖν χρὴ τόδε παρʼ αὑτοῖς, ὡς ἅπασα ψυχὴ δείμασιν συνοῦσα ἐκ νέων μᾶλλον ἂν διὰ φόβων ἐθίζοιτο γίγνεσθαι· τοῦτο δέ που πᾶς ἂν φαίη δειλίας ἄσκησιν ἀλλʼ οὐκ ἀνδρείας γίγνεσθαι.
ATH.:但如果这些事情确实具有某种这样的力量,我们必须在自己心中思考这一点:任何从小就与畏惧相伴的灵魂,都会更容易因恐惧而习惯于变得胆怯;而这,我想任何人都会说这是在锻炼胆怯,而不是在锻炼勇敢。
ΚΛ. πῶς γὰρ οὔ;
CLIN.:怎么会不是呢?
ΑΘ. τὸ δέ γε ἐναντίον ἀνδρείας ἂν φαῖμεν ἐκ νέων εὐθὺς ἐπιτήδευμα εἶναι, τὸ νικᾶν τὰ προσπίπτονθʼ ἡμῖν δείματά τε καὶ φόβους.
ATH.:而相反的,我们则会说这是一种从小就直接通往 ¦791c| 勇敢的习惯,即去战胜袭击我们的畏惧和恐惧。
ΚΛ. ὀρθῶς.
CLIN.:对。
ΑΘ. ἓν δὴ καὶ τοῦτο εἰς ψυχῆς μόριον ἀρετῆς, τὴν τῶν παντελῶς παίδων γυμναστικὴν ἐν ταῖς κινήσεσιν, μέγα ἡμῖν φῶμεν συμβάλλεσθαι.
ATH.:那么,让我们说,这极年幼儿童在运动中的体育锻炼,也为我们对于灵魂之德的某一部分做出了巨大贡献。
ΚΛ. πάνυ μὲν οὖν.
CLIN.:确实如此。
ΑΘ. καὶ μὴν τό γε μὴ δύσκολον ἐν ψυχῇ καὶ τὸ δύσκολον οὐ σμικρὸν μόριον εὐψυχίας καὶ κακοψυχίας ἑκάτερον γιγνόμενον γίγνοιτʼ ἄν.
ATH.:而且,灵魂中的不易发怒与易发怒,分别会成为好性情与坏性情的一个不小的部分。
ΚΛ. πῶς δʼ οὔ;
CLIN.:怎么会不是呢?
ΑΘ. τίνα οὖν ἂν τρόπον εὐθὺς ἐμφύοιθʼ ἡμῖν ὁπότερον βουληθεῖμεν τῷ νεογενεῖ, φράζειν δὴ πειρατέον ὅπως τις καὶ καθʼ ὅσον εὐπορεῖ τούτων.
¦791d| ATH.:那么,我们所希望的这两种状态中的任何一种,应该以何种方式在新生儿身上立即产生呢?
ΚΛ. πῶς γὰρ οὔ;
我们必须尝试说明,一个人该如何以及在多大程度上拥有处理这些事情的办法。
ΑΘ. λέγω δὴ τό γε παρʼ ἡμῖν δόγμα, ὡς ἡ μὲν τρυφὴ δύσκολα καὶ ἀκράχολα καὶ σφόδρα ἀπὸ σμικρῶν κινούμενα τὰ τῶν νέων ἤθη ἀπεργάζεται, τὸ δὲ τούτων ἐναντίον, ἥ τε σφοδρὰ καὶ ἀγρία δούλωσις, ταπεινοὺς καὶ ἀνελευθέρους καὶ μισανθρώπους ποιοῦσα, ἀνεπιτηδείους συνοίκους ἀποτελεῖ.
CLIN.:怎么会不是呢?
ΚΛ. πῶς οὖν δὴ χρὴ τὰ μήπω φωνῆς συνιέντα, μηδὲ παιδείας τῆς ἄλλης δυνατὰ γεύεσθαί πω, τρέφειν τὴν πόλιν ἅπασαν;
ATH.:那么,我说一下我们这里的观点:奢华会让年轻人的性格变得易怒、暴躁,且极易因琐事而大受触动;而与此相反的,即剧烈且野蛮的奴役,则会使他们变得卑微、没有自由且愤世嫉俗,从而成为不合群的同伴。
ΑΘ. ὧδέ πως·
¦791e| CLIN.:那么,整个城邦究竟应该如何抚养那些还听不懂语言、也还无法接受任何其他教育的孩子呢?
φθέγγεσθαί που μετὰ βοῆς εὐθὺς πᾶν εἴωθεν τὸ γενόμενον, καὶ οὐχ ἥκιστα τὸ τῶν ἀνθρώπων γένος· καὶ δὴ καὶ τῷ κλάειν πρὸς τῇ βοῇ μᾶλλον τῶν ἄλλων συνέχεται.
ATH.:大约是这样:凡是出生的东西想必都习惯于立即伴随着大声哭喊发出声音,人类更是尤为如此;而且,除了大喊大叫之外,人类比其他动物更容易被哭泣所纠缠。
ΚΛ. πάνυ μὲν οὖν.
CLIN.:完全如此。