§7.788ΑΘ. γενομένων δὲ παίδων ἀρρένων καὶ θηλειῶν, τροφὴν μέν που καὶ παιδείαν τὸ μετὰ ταῦτα λέγειν ὀρθότατʼ ἂν γίγνοιθʼ ἡμῖν, ἣν εἶναι μὲν ἄρρητον πάντως ἀδύνατον, λεγομένη δὲ διδαχῇ τινι καὶ νουθετήσει μᾶλλον ἢ νόμοις εἰκυῖʼ ἂν ἡμῖν φαίνοιτο.
アテ:さて、男の子や女の子が生まれた後に、その後のこととして、養育と教育について語ることが、我々にとって最も正しいことになるでしょう。 それを全く語らずにいることは絶対に不可能ですが、語られるとしても、それは法律というよりはむしろ何らかの教えや勧告に似たものとして我々に見えるでしょう。
ἰδίᾳ γὰρ καὶ κατʼ οἰκίας πολλὰ καὶ σμικρὰ καὶ οὐκ ἐμφανῆ πᾶσι γιγνόμενα, ῥᾳδίως ὑπὸ τῆς ἑκάστων λύπης τε καὶ ἡδονῆς καὶ ἐπιθυμίας ἕτερα παρὰ τὰς τοῦ νομοθέτου συμβουλὰς παραγενόμενα, παντοδαπὰ καὶ οὐχ ὅμοια ἀλλήλοις ἀπεργάζοιτʼ ἂν τὰ τῶν πολιτῶν ἤθη.
というのも、私的に、また家庭内で、多くの小さな、そして誰の目にも見えない事柄が生じ、それらは各自の苦痛や快楽や欲望によって容易に、立法者の勧告とは異なる方向へと導かれ、市民たちの性格を多種多様で互いに似ていないものにしてしまうからです。
τοῦτο δὲ κακὸν ταῖς πόλεσιν·
これは国家にとって悪です。
καὶ γὰρ διὰ σμικρότητα αὐτῶν καὶ πυκνότητα ἐπιζήμια τιθέντα ποιεῖν νόμους ἀπρεπὲς ἅμα καὶ ἄσχημον, διαφθείρει δὲ καὶ τοὺς γραφῇ τεθέντας νόμους, ἐν τοῖς σμικροῖς καὶ πυκνοῖς ἐθισθέντων τῶν ἀνθρώπων παρανομεῖν.
なぜなら、それらは非常に小さく頻繁に起こるために、それらを処罰の対象とする法律を制定することは不適切かつ見苦しいと同時に、書面で制定された法律をも破滅させるからです。 小さな、そして頻繁に起こる事柄において人々が法を犯すことに慣れてしまうからです。
ὥστε ἀπορία μὲν περὶ αὐτὰ νομοθετεῖν, σιγᾶν δὲ ἀδύνατον.
したがって、これらについて立法することには困難がありますが、沈黙していることも不可能です。
ἃ δὲ λέγω, δηλῶσαι πειρατέον οἷον δείγματα ἐξενεγκόντα εἰς φῶς·
私が言っていることを、いわば見本を光の下に引き出すことによって明らかにしようと試みるべきです。
νῦν γὰρ λεγομένοις ἔοικε κατά τι σκότος.
というのも、今は語られていることが、ある種の暗闇の中にあるように見えるからです。
ΚΛ. ἀληθέστατα λέγεις.
クレ:全くおっしゃる通りです。
ΑΘ. οὐκοῦν ὅτι μὲν σώματα καὶ ψυχὰς τήν γε ὀρθὴν πάντως δεῖ τροφὴν φαίνεσθαι δυναμένην ὡς κάλλιστα καὶ ἄριστα ἐξεργάζεσθαι, τοῦτο μὲν ὀρθῶς εἴρηταί που.
アテ:それでは、正しい養育は身体と魂をできる限り美しく、また最も優れたものに仕上げる力を持っていると現れるべきである、ということは、正しく言われたのですね。
ΚΛ. τί μήν;
クレ:もちろんです。
ΑΘ. σώματα δὲ κάλλιστα, οἴομαι, τό γε ἁπλούστατον, ὡς ὀρθότατα δεῖ νέων ὄντων εὐθὺς φύεσθαι τῶν παίδων.
アテ:そして、最も美しい身体とは、最も単純に言えば、子供たちが幼い頃からすぐに、最も正しく成長するべきである、ということだと私は思います。
ΚΛ. πάνυ μὲν οὖν.
クレ:全くその通りです。
ΑΘ. τί δέ;
アテ:それでは、これはどうでしょう。
τόδε οὐκ ἐννοοῦμεν, ὡς ἡ πρώτη βλάστη παντὸς ζῴου πολὺ μεγίστη καὶ πλείστη φύεται, ὥστε καὶ ἔριν πολλοῖς παρέσχηκεν μὴ γίγνεσθαι τά γʼ ἀνθρώπινα μήκη διπλάσια ἀπὸ πέντε ἐτῶν ἐν τοῖς λοιποῖς εἴκοσιν ἔτεσιν αὐξανόμενα;
あらゆる動物の最初の成長は、はるかに大きく、また最も多く生じるものであり、そのため、人間の身長が5歳から残りの20年間の成長において2倍にはならないのではないか、という論争を多くの人に引き起こしたほどである、ということを我々は考えていないのでしょうか。
ΚΛ. ἀληθῆ.
クレ:本当です。
§7.789ΑΘ. τί οὖν; πολλὴ αὔξη ὅταν ἐπιρρέῃ πόνων χωρὶς πολλῶν καὶ συμμέτρων, οὐκ ἴσμεν ὅτι μυρία κακὰ ἐν τοῖς σώμασιν ἀποτελεῖ;
アテ:それでは、多くの、そして適度な労苦を伴わずに、多大な成長が流れ込むとき、それが身体に無数の悪をもたらすことを、私たちは知らないのでしょうか。
ΚΛ. πάνυ γε.
クレ:その通りです。
ΑΘ. οὐκοῦν τότε δεῖται πλείστων πόνων, ὅταν ἡ πλείστη τροφὴ προσγίγνηται τοῖς σώμασι.
アテ:それゆえ、最も多くの栄養が身体に加わるときにこそ、最も多くの労苦が必要とされるのです。
ΚΛ. τί δῆτʼ, ὦ ξένε;
クレ:異邦人よ、それはどういうことですか。
ἦ τοῖς ἄρτι γεγονόσι καὶ νεωτάτοις πόνους πλείστους προστάξομεν;
生まれたばかりの、最も幼い子供たちに、最も多くの労苦を課そうというのですか。
ΑΘ. οὐδαμῶς γε, ἀλλʼ ἔτι καὶ πρότερον τοῖς ἐντὸς τῶν αὑτῶν μητέρων τρεφομένοις.
アテ:決してそうではありません。 むしろ、それよりもさらに前、母の胎内で育てられている者たちにです。
ΚΛ. πῶς λέγεις, ὦ λῷστε;
クレ:最善のお方よ、どういうことですか。
ἢ τοῖς κυουμένοισι φράζεις;
胎児たちのことを言っているのですか。
ΑΘ. ναί.
アテ:そうです。
θαυμαστὸν δʼ οὐδέν ἐστιν ἀγνοεῖν ὑμᾶς τὴν τῶν τηλικούτων γυμναστικήν, ἣν βουλοίμην ἂν ὑμῖν καίπερ ἄτοπον οὖσαν δηλῶσαι.
あなた方がそのような年齢の者たちの体育を知らないことは何も驚くべきことではありません。 それが奇妙に思えるとしても、私はあなた方に明らかにしたいのです。
ΚΛ. πάνυ μὲν οὖν.
クレ:ぜひお願いします。
ΑΘ. ἔστι τοίνυν παρʼ ἡμῖν μᾶλλον τὸ τοιοῦτον κατανοεῖν διὰ τὸ τὰς παιδιὰς αὐτόθι μειζόνως τινὰς παίζειν ἢ δεῖ·
アテ:それでは、私たちのところでは、そのようなことを理解するのがより容易です。 なぜなら、そこではいくつかの遊びが必要以上に盛んに行われているからです。
τρέφουσι γὰρ δὴ παρʼ ἡμῖν οὐ μόνον παῖδες ἀλλὰ καὶ πρεσβύτεροί τινες ὀρνίθων θρέμματα, ἐπὶ τὰς μάχας τὰς πρὸς ἄλληλα.
というのも、私たちのところでは、子供たちだけでなく、大人たちの中にも、互いに戦わせるために鳥を飼育している人々がいるからです。
ἀσκοῦντας τὰ τοιαῦτα τῶν θηρίων πολλοῦ δὴ δέουσιν ἡγεῖσθαι τοὺς πόνους αὐτοῖς εἶναι τοὺς πρὸς ἄλληλα μετρίους, ἐν οἷς αὐτὰ ἀνακινοῦσι γυμνάζοντες·
そのような動物を訓練する際、彼らは(鳥たちの)互いの戦いにおける適度な労苦、つまり、それらを動かして運動させることだけで十分だとは、全く考えていません。
πρὸς γὰρ τούτοις λαβόντες ὑπὸ μάλης ἕκαστος, τοὺς μὲν ἐλάττονας εἰς τὰς χεῖρας, μείζους δʼ ὑπὸ τὴν ἀγκάλην ἐντός, πορεύονται περιπατοῦντες σταδίους παμπόλλους ἕνεκα τῆς εὐεξίας οὔτι τῆς τῶν αὑτῶν σωμάτων, ἀλλὰ τῆς τούτων τῶν θρεμμάτων, καὶ τό γε τοσοῦτον δηλοῦσι τῷ δυναμένῳ καταμαθεῖν, ὅτι τὰ σώματα πάντα ὑπὸ τῶν σεισμῶν τε καὶ κινήσεων κινούμενα ἄκοπα ὀνίναται πάντων, ὅσα τε ὑπὸ ἑαυτῶν, ἢ καὶ ἐν αἰώραις ἢ καὶ κατὰ θάλατταν, ἢ καὶ ἐφʼ ἵππων ὀχουμένων καὶ ὑπʼ ἄλλων ὁπωσοῦν δὴ φερομένων τῶν σωμάτων, κινεῖται, καὶ διὰ ταῦτα τὰς τῶν σίτων τροφὰς καὶ ποτῶν κατακρατοῦντα, ὑγίειαν καὶ κάλλος καὶ τὴν ἄλλην ῥώμην ἡμῖν δυνατά ἐστι παραδιδόναι.
なぜなら、それらに加えて、彼らは各自が脇の下に抱え、小さいものは手に、大きいものは腕の中に抱きかかえて、自分自身の身体の健康のためではなく、これら飼育している鳥たちの健康のために、非常に多くのスタディオンを歩き回るからです。 そして彼らは、理解できる人に対して、少なくともこれだけのことを示しています。 すなわち、すべての身体は、揺さぶられ動かされることによって、疲労することなく大いに益を受けるということです。 それ自身によって動かされるものであれ、あるいはブランコや海の上で、あるいは馬に乗ったり他の何らかの形で運ばれたりすることによって動かされるものであれ。 そしてこのおかげで、食べ物や飲み物の栄養を消化し、我々に健康や美しさ、その他の強健さをもたらすことができるのです。
τί οὖν ἂν φαῖμεν ἐχόντων οὕτω τούτων τὸ μετὰ τοῦτο ἡμᾶς δεῖν ποιεῖν;
それでは、これらの事柄がこのようであるなら、この後我々は何をすべきだと言うべきでしょうか。
βούλεσθε ἅμα γέλωτι φράζωμεν, τιθέντες νόμους τὴν μὲν κύουσαν περιπατεῖν, τὸ γενόμενον δὲ πλάττειν τε οἷον κήρινον, ἕως ὑγρόν, καὶ μέχρι δυοῖν ἐτοῖν σπαργανᾶν;
笑いを交えながら次のように言ってみましょうか。 すなわち、妊婦は歩き回ること、そして生まれた子は、まだ体が柔らかいうちは蝋人形のように形を整え、2歳になるまでおむつで包むことを規定する法律を制定する、と。
καὶ δὴ καὶ τὰς τροφοὺς ἀναγκάζωμεν νόμῳ ζημιοῦντες τὰ παιδία ἢ πρὸς ἀγροὺς ἢ πρὸς ἱερὰ ἢ πρὸς οἰκείους ἀεί πῃ φέρειν, μέχριπερ ἂν ἱκανῶς ἵστασθαι δυνατὰ γίγνηται, καὶ τότε, διευλαβουμένας ἔτι νέων ὄντων μή πῃ βίᾳ ἐπερειδομένων στρέφηται τὰ κῶλα, ἐπιπονεῖν φερούσας ἕως ἂν τριετὲς ἀποτελεσθῇ τὸ γενόμενον;
さらに、乳母たちに対して、子供たちが十分に立つことができるようになるまで、畑へ、神殿へ、あるいは親戚のところへと、常にどこかへ連れて行くことを、法律によって罰則を科して強制しましょうか。 そしてその時になっても、子供たちがまだ幼いので、無理に体重をかけて手足が曲がってしまわないように注意しながら、生まれた子供が3歳になるまでは、乳母たちが抱っこして歩く苦労を続けることを(強制しましょうか)。