Humanitext Reader

プラトン · 法律 §6.784-6.785

出産と夫婦への監督制度および男女の適齢規定

85 / 186 箇所 · ギリシア語

要旨

アテナイ人は新婚夫婦に対する監督制度を提案し、新婦と新郎が子作りに専念するための10年間の監視と、それに反した者への処罰を規定する。また、結婚、公職、軍務のそれぞれの年齢制限を男女別に定義する。

§6.784ΑΘ. προσεχέτω δὴ καὶ ὁ νυμφίος τῇ τε νύμφῃ καὶ τῇ παιδοποιίᾳ τὸν νοῦν, κατὰ ταὐτὰ δὲ καὶ ἡ νύμφη, τοῦτον τὸν χρόνον διαφερόντως ὃν ἂν μήπω παῖδες αὐτοῖς ὦσιν γεγονότες.
ΑΘ. それでは、新郎も新婦と子作りに心を注ぐべきであり、同様に新婦も、彼らにまだ子供が生まれていないこの期間は、とりわけそうすべきです。
ἐπίσκοποι δʼ ἔστωσαν τούτων ἃς εἱλόμεθα γυναῖκες, πλείους εἴτʼ ἐλάττους, τοῖς ἄρχουσιν ὁπόσας ἂν δοκῇ προστάττειν τε καὶ ὁπόταν, πρὸς τὸ τῆς Εἰλειθυίας ἱερὸν ἑκάστης ἡμέρας συλλεγόμεναι μέχρι τρίτου μέρους ὥρας, οἷ δὴ συλλεχθεῖσαι διαγγελλόντων ἀλλήλαις εἴ τίς τινα ὁρᾷ πρὸς ἄλλʼ ἄττα βλέποντα ἄνδρα ἢ καὶ γυναῖκα τῶν παιδοποιουμένων ἢ πρὸς τὰ τεταγμένα ὑπὸ τῶν ἐν τοῖς γάμοις θυσιῶν τε καὶ ἱερῶν γενομένων.
そして、これらの監督者として、私たちが選んだ女性たちが当たるべきであり、執政者たちが命じるのに適切と思われる人数(多くても少なくても)と時期に、彼女たちは毎日エイレイテュイアの神殿に、1時間の3分の1に達する時間集まるものとします。 そこに集まった彼女たちは、子供をもうけるべき人々のうち、夫であれ妻であれ、何か他のことに目を向け、結婚において行われる犠牲式や聖なる儀式によって規定された事柄に反している者を目撃したかどうかを、互いに報告し合うものとします。
ἡ δὲ παιδοποιία καὶ φυλακὴ τῶν παιδοποιουμένων δεκέτις ἔστω, μὴ πλείω δὲ χρόνον, ὅταν εὔροια ᾖ τῆς γενέσεως·
そして、子供の出産と、子供をもうける人々の監視の期間は、出産の流れが順調である場合には、10年間とし、それ以上の期間であってはなりません。
ἂν δὲ ἄγονοί τινες εἰς τοῦτον γίγνωνται τὸν χρόνον, μετὰ τῶν οἰκείων καὶ ἀρχουσῶν γυναικῶν διαζεύγνυσθαι κοινῇ βουλευομένους εἰς τὰ πρόσφορα ἑκατέροις.
もしこの期間に至るまで不妊のままである人々がいる場合には、親族や監督の女性たちと共に共同で審議し、双方にとってふさわしい方法で離婚するものとします。
ἐὰν δʼ ἀμφισβήτησίς τις γίγνηται περὶ τῶν ἑκατέροις πρεπόντων καὶ προσφόρων, δέκα τῶν νομοφυλάκων ἑλομένους, οἷς ἂν ἐπιτρέψωσιν οἱ δὲ τάξωσι, τούτοις ἐμμένειν.
もし双方にとって何がふさわしく適切であるかについて論争が生じるならば、法守護官のうち10人を選び、彼らに委ねて決定された事柄に服従しなければなりません。
εἰσιοῦσαι δʼ εἰς τὰς οἰκίας τῶν νέων αἱ γυναῖκες, τὰ μὲν νουθετοῦσαι, τὰ δὲ καὶ ἀπειλοῦσαι, παυόντων αὐτοὺς τῆς ἁμαρτίας καὶ ἀμαθίας·
監督の女性たちは若者たちの家に入り、ある時は諭し、またある時は脅しをかけて、彼らの過ちと無知を止めさせるものとします。
ἐὰν δʼ ἀδυνατῶσι, πρὸς τοὺς νομοφύλακας ἰοῦσαι φραζόντων, οἱ δʼ εἰργόντων.
もし彼女たちが対処できない場合には、法守護官のもとへ行って報告し、法守護官たちが彼らを阻止するものとします。
ἂν δὲ καὶ ἐκεῖνοί πως ἀδυνατήσωσι, πρὸς τὸ δημόσιον ἀποφηνάντων, ἀναγράψαντές τε καὶ ὀμόσαντες ἦ μὴν ἀδυνατεῖν τὸν καὶ τὸν βελτίω ποιεῖν.
もし彼らも何らかの理由で対処できないならば、誰それを改善させることが不可能であることを、書面に登録し宣誓した上で、公衆に対して公表するべきです。
ὁ δὲ ἀναγραφεὶς ἄτιμος ἔστω, μὴ ἑλὼν ἐν δικαστηρίῳ τοὺς ἐγγράψαντας, τῶνδε·
そして、登録された者は、自分を登録した人々を法廷で破らない限り、次の事柄に関して市民権を剥奪されるものとします。
μήτε γὰρ εἰς γάμους ἴτω μήτε εἰς τὰς τῶν παίδων ἐπιτελειώσεις, ἂν δὲ ἴῃ, πληγαῖς ὁ βουληθεὶς ἀθῷος αὐτὸν κολαζέτω.
すなわち、婚礼に参列することも、子供たちの成人式に参列することも許されず、もし参列するならば、望む者は誰でも、彼を鞭打って懲らしめても処罰されないものとします。
τὰ αὐτὰ δὲ καὶ περὶ γυναικὸς ἔστω νόμιμα·
同様の規定は女性についても適用されるものとします。
τῶν ἐξόδων γὰρ τῶν γυναικείων καὶ τιμῶν καὶ τῶν εἰς τοὺς γάμους καὶ γενέθλια τῶν παίδων φοιτήσεων μὴ μετεχέτω, ἐὰν ἀκοσμοῦσα ὡσαύτως ἀναγραφῇ καὶ μὴ ἕλῃ τὴν δίκην.
すなわち、彼女が同様に不品行のために登録され、訴訟に勝訴しなかった場合には、女性の外出や名誉、婚礼や子供の誕生祝いへの出席にあずかることができないものとします。
ὅταν δὲ δὴ παῖδας γεννήσωνται κατὰ νόμους, ἐὰν ἀλλοτρίᾳ τις περὶ τὰ τοιαῦτα κοινωνῇ γυναικὶ ἢ γυνὴ ἀνδρί, ἐὰν μὲν παιδοποιουμένοις ἔτι, τὰ αὐτὰ ἐπιζήμια αὐτοῖς ἔστω καθάπερ τοῖς ἔτι γεννωμένοις εἴρηται·
さて、法律に従って子供をもうけた後、もし誰かが他の女性と、あるいは女性が他の男性と、そのような交わりを持つ場合、もし彼らがまだ子作りをしている期間内であれば、彼らに科される罰則は、まだ子供をもうけている最中の者たちについて既に語られたのと同じであるものとします。
§6.785ΑΘ. μετὰ δὲ ταῦτα ὁ μὲν σωφρονῶν καὶ σωφρονοῦσα εἰς τὰ τοιαῦτα ἔστω πάντα εὐδόκιμος, ὁ δὲ τοὐναντίον ἐναντίως τιμάσθω, μᾶλλον δὲ ἀτιμαζέσθω.
ΑΘ. しかしこの期間を過ぎた後には、これらすべての事柄において節度を守る男性や女性は高い評価を得るべきであり、その逆の者は逆に評価されるべき、というよりは不名誉を被るべきです。
καὶ μετριαζόντων μὲν περὶ τὰ τοιαῦτα τῶν πλειόνων ἀνομοθέτητα σιγῇ κείσθω, ἀκοσμούντων δὲ νομοθετηθέντα ταύτῃ πραττέσθω κατὰ τοὺς τότε τεθέντας νόμους.
そして、大多数の者がこのような事柄に関して節度を守っているならば、法制化はせず黙認されるべきですが、乱れているならば、法制化された上で、その時に制定された法律に従って対処されるべきです。
βίου μὲν ἀρχὴ τοῦ παντὸς ἑκάστοις ὁ πρῶτος ἐνιαυτός·
誰にとっても、生涯全体の始まりは最初の1年です。
ὃν γεγράφθαι χρεὼν ἐν ἱεροῖσι πατρῴοις ζωῆς ἀρχή.
これは、「命の始まり」として、先祖伝来の神殿に登録されるべきです。
κόρῳ καὶ κόρῃ παραγεγράφθω δʼ ἐν τοίχῳ λελευκωμένῳ ἐν πάσῃ φρατρίᾳ τὸν ἀριθμὸν τῶν ἀρχόντων τῶν ἐπὶ τοῖς ἔτεσιν ἀριθμουμένων·
また、男の子と女の子については、それぞれのフラトリアの中の白く塗られた壁に、年ごとに数えられる執政者たちの名前の傍らに登録されるべきです。
τῆς δὲ φρατρίας ἀεὶ τοὺς ζῶντας μὲν γεγράφθαι πλησίον, τοὺς δʼ ὑπεκχωροῦντας τοῦ βίου ἐξαλείφειν.
そして、フラトリアの生存者は常に近くに登録され、人生から去る者は抹消されるべきです。
γάμου δὲ ὅρον εἶναι κόρῃ μὲν ἀπὸ ἑκκαίδεκα ἐτῶν εἰς εἴκοσι, τὸν μακρότατον χρόνον ἀφωρισμένον, κόρῳ δὲ ἀπὸ τριάκοντα μέχρι τῶν πέντε καὶ τριάκοντα·
結婚の年齢制限は、女の子については16歳から20歳までが、画定された最長期間であり、男の子については30歳から35歳までとします。
εἰς δὲ ἀρχὰς γυναικὶ μὲν τετταράκοντα, ἀνδρὶ δὲ τριάκοντα ἔτη·
公職に就く年齢は、女性については40歳、男性については30歳とします。
πρὸς πόλεμον δὲ ἀνδρὶ μὲν εἴκοσι μέχρι τῶν ἑξήκοντα ἐτῶν· γυναικὶ δέ, ἣν ἂν δοκῇ χρείαν δεῖν χρῆσθαι πρὸς τὰ πολεμικά, ἐπειδὰν παῖδας γεννήσῃ, τὸ δυνατὸν καὶ πρέπον ἑκάσταις προστάττειν μέχρι τῶν πεντήκοντα ἐτῶν.
また、軍務については、男性については20歳から60歳までとし、女性については、軍事に関して必要が生じたと思われる場合、子供を産んだ後に、それぞれの能力に応じて可能かつふさわしい義務を、50歳まで課すものとします。

語釈・文法注

  1. 784aἐπίσκοποι δʼ ἔστωσαν τούτων ἃς εἱλόμεθα γυναῖκες — 主語は γυναῖκες ἃς εἱλόμεθα(私たちが選んだ女性たち)であり、τούτων は「これらの事柄(新婚夫婦の出産や行為など)」を指す中性複数属格で、形容詞・名詞 ἐπίσκοποι(監督者)にかかる客観属格。
  2. 784cδέκα τῶν νομοφυλάκων ἑλομένους... τούτοις ἐμμένειν — 不定詞 ἐμμένειν は法律・命令の文脈で用いられる命令的不定詞であり、その意味上の主語を表す対格分詞として ἑλομένους(当事者たちが選んで)が置かれている。関係節内の οἷς ἂν ἐπιτρέψωσιν(夫婦が委ねる)と οἱ δὲ τάξωσι(法守護官たちが規定する)の主体の交代に注意。
  3. 784dμὴ ἑλὼν ἐν δικαστηρίῳ τοὺς ἐγγράψαντας — 分詞 ἑλὼν は動詞 αἱρέω のアオリスト能動態で、ここでは訴訟用語として「(裁判で)有罪にする、勝訴する」を意味する。条件を表す否定辞 μή と共に用いられ、「登録した者たちを裁判で負かさない限り(勝訴しない限り)」という条件節の役割を果たしている。

この箇所を引用する

プラトン, 法律 §6.784-6.785. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:6.784-6.785

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。