Humanitext Reader

柏拉图 · 法律篇 §6.784-6.785

生育监督制度与男女各项适龄规定

第 85 段,共 186 段 · 希腊语

内容简介

雅典人提议对新婚夫妇实行监督制度,规定了十年的生育监督期以及对违反者的处罚。他还分别为男女定义了结婚、担任公职和服兵役的年龄限制。

§6.784ΑΘ. προσεχέτω δὴ καὶ ὁ νυμφίος τῇ τε νύμφῃ καὶ τῇ παιδοποιίᾳ τὸν νοῦν, κατὰ ταὐτὰ δὲ καὶ ἡ νύμφη, τοῦτον τὸν χρόνον διαφερόντως ὃν ἂν μήπω παῖδες αὐτοῖς ὦσιν γεγονότες.
ATH.:那么,新郎应当把心思放在新娘和生育子女上,同样地,新娘也是如此,特别是在他们尚未生育子女的这段时间里。
ἐπίσκοποι δʼ ἔστωσαν τούτων ἃς εἱλόμεθα γυναῖκες, πλείους εἴτʼ ἐλάττους, τοῖς ἄρχουσιν ὁπόσας ἂν δοκῇ προστάττειν τε καὶ ὁπόταν, πρὸς τὸ τῆς Εἰλειθυίας ἱερὸν ἑκάστης ἡμέρας συλλεγόμεναι μέχρι τρίτου μέρους ὥρας, οἷ δὴ συλλεχθεῖσαι διαγγελλόντων ἀλλήλαις εἴ τίς τινα ὁρᾷ πρὸς ἄλλʼ ἄττα βλέποντα ἄνδρα ἢ καὶ γυναῖκα τῶν παιδοποιουμένων ἢ πρὸς τὰ τεταγμένα ὑπὸ τῶν ἐν τοῖς γάμοις θυσιῶν τε καὶ ἱερῶν γενομένων.
这些事务的监督者应当由我们选出的妇女担任,人数可多可少,由官员们决定指派多少人以及何时指派;她们应当每天在艾雷提亚神庙聚集,时间长达一小时的三分之一。 她们在神庙聚集后,应当互相通报,是否有谁看到正在生育子女的人中,有哪个男人或女人分心于其他事物,或者违背了在婚礼中所举行的祭祀和神圣仪式所规定的要求。
ἡ δὲ παιδοποιία καὶ φυλακὴ τῶν παιδοποιουμένων δεκέτις ἔστω, μὴ πλείω δὲ χρόνον, ὅταν εὔροια ᾖ τῆς γενέσεως·
如果生育顺畅,生育子女及对生育者的监督应当持续十年,不得超过这段时间。
ἂν δὲ ἄγονοί τινες εἰς τοῦτον γίγνωνται τὸν χρόνον, μετὰ τῶν οἰκείων καὶ ἀρχουσῶν γυναικῶν διαζεύγνυσθαι κοινῇ βουλευομένους εἰς τὰ πρόσφορα ἑκατέροις.
若在此期间有人未能生育,则应与亲属及女监督官共同商议,以对双方都合适的方式予以离异。
ἐὰν δʼ ἀμφισβήτησίς τις γίγνηται περὶ τῶν ἑκατέροις πρεπόντων καὶ προσφόρων, δέκα τῶν νομοφυλάκων ἑλομένους, οἷς ἂν ἐπιτρέψωσιν οἱ δὲ τάξωσι, τούτοις ἐμμένειν.
如果对于双方合适且得体的事情发生争议,他们应挑选十位立法护卫官,托付他们进行裁决,并必须遵守他们所做出的规定。
εἰσιοῦσαι δʼ εἰς τὰς οἰκίας τῶν νέων αἱ γυναῖκες, τὰ μὲν νουθετοῦσαι, τὰ δὲ καὶ ἀπειλοῦσαι, παυόντων αὐτοὺς τῆς ἁμαρτίας καὶ ἀμαθίας· ἐὰν δʼ ἀδυνατῶσι, πρὸς τοὺς νομοφύλακας ἰοῦσαι φραζόντων, οἱ δʼ εἰργόντων.
妇女们应当进入年轻人的家中,时而劝诫,时而警告,制止他们的过错与无知;如果她们无能为力,则应前往报告立法护卫官,由后者予以制止。
ἂν δὲ καὶ ἐκεῖνοί πως ἀδυνατήσωσι, πρὸς τὸ δημόσιον ἀποφηνάντων, ἀναγράψαντές τε καὶ ὀμόσαντες ἦ μὴν ἀδυνατεῖν τὸν καὶ τὸν βελτίω ποιεῖν.
若连他们也无能为力,就应当向公众宣布,登记并宣誓确认他们确实无法使某某人改过自新。
ὁ δὲ ἀναγραφεὶς ἄτιμος ἔστω, μὴ ἑλὼν ἐν δικαστηρίῳ τοὺς ἐγγράψαντας, τῶνδε· μήτε γὰρ εἰς γάμους ἴτω μήτε εἰς τὰς τῶν παίδων ἐπιτελειώσεις, ἂν δὲ ἴῃ, πληγαῖς ὁ βουληθεὶς ἀθῷος αὐτὸν κολαζέτω.
被登记的人,除非在法庭上打赢控告登记他的人的官司,否则应当在以下事务中被剥夺公民权利:他既不得参加婚礼,也不得参加孩子们的成年礼,如果他执意要去,任何愿意的人都可以鞭打惩罚他而不受惩罚。
τὰ αὐτὰ δὲ καὶ περὶ γυναικὸς ἔστω νόμιμα· τῶν ἐξόδων γὰρ τῶν γυναικείων καὶ τιμῶν καὶ τῶν εἰς τοὺς γάμους καὶ γενέθλια τῶν παίδων φοιτήσεων μὴ μετεχέτω, ἐὰν ἀκοσμοῦσα ὡσαύτως ἀναγραφῇ καὶ μὴ ἕλῃ τὴν δίκην.
同样的规定也适用于女性:如果她同样因行为不端而被登记且未能打赢官司,她就不得参加妇女的公开出行、荣誉活动,也不得参与婚礼以及孩子们的生日聚会。
ὅταν δὲ δὴ παῖδας γεννήσωνται κατὰ νόμους, ἐὰν ἀλλοτρίᾳ τις περὶ τὰ τοιαῦτα κοινωνῇ γυναικὶ ἢ γυνὴ ἀνδρί, ἐὰν μὲν παιδοποιουμένοις ἔτι, τὰ αὐτὰ ἐπιζήμια αὐτοῖς ἔστω καθάπερ τοῖς ἔτι γεννωμένοις εἴρηται·
至于在依法生育孩子之后,如果有男人在这类事情上与他人的妻子私通,或者妻子与他人的丈夫私通,如果他们仍在生育子女的年龄,对其惩罚应当与对那些仍在生育期间的人所规定的处罚相同。
§6.785ΑΘ. μετὰ δὲ ταῦτα ὁ μὲν σωφρονῶν καὶ σωφρονοῦσα εἰς τὰ τοιαῦτα ἔστω πάντα εὐδόκιμος, ὁ δὲ τοὐναντίον ἐναντίως τιμάσθω, μᾶλλον δὲ ἀτιμαζέσθω.
ATH.:而在此之后,在所有这类事情上保持节制的女男应当获得好的声誉,相反的人则应当受到相反的对待,或者更确切地说,应当受到贬斥。
καὶ μετριαζόντων μὲν περὶ τὰ τοιαῦτα τῶν πλειόνων ἀνομοθέτητα σιγῇ κείσθω, ἀκοσμούντων δὲ νομοθετηθέντα ταύτῃ πραττέσθω κατὰ τοὺς τότε τεθέντας νόμους.
如果大多数人在这些事情上保持节制,就让它不诉诸法律、保持沉默;但若他们行为放荡,就应当立下法律,并按照当时制定的法律予以处理。
βίου μὲν ἀρχὴ τοῦ παντὸς ἑκάστοις ὁ πρῶτος ἐνιαυτός· ὃν γεγράφθαι χρεὼν ἐν ἱεροῖσι πατρῴοις ζωῆς ἀρχή.
对每个人而言,整个生命的起点是第一年;这应当作为“生命的开端”登记在祖传的神庙里。
κόρῳ καὶ κόρῃ παραγεγράφθω δʼ ἐν τοίχῳ λελευκωμένῳ ἐν πάσῃ φρατρίᾳ τὸν ἀριθμὸν τῶν ἀρχόντων τῶν ἐπὶ τοῖς ἔτεσιν ἀριθμουμένων· τῆς δὲ φρατρίας ἀεὶ τοὺς ζῶντας μὲν γεγράφθαι πλησίον, τοὺς δʼ ὑπεκχωροῦντας τοῦ βίου ἐξαλείφειν.
并且对于男孩和女孩,应当在每个胞族的粉刷白墙上,在按年份计算的官员人数旁进行登记;而在该胞族中,活着的人应当始终登记在近旁,而那些离开人世的人则应被抹去。
γάμου δὲ ὅρον εἶναι κόρῃ μὲν ἀπὸ ἑκκαίδεκα ἐτῶν εἰς εἴκοσι, τὸν μακρότατον χρόνον ἀφωρισμένον, κόρῳ δὲ ἀπὸ τριάκοντα μέχρι τῶν πέντε καὶ τριάκοντα· εἰς δὲ ἀρχὰς γυναικὶ μὲν τετταράκοντα, ἀνδρὶ δὲ τριάκοντα ἔτη· πρὸς πόλεμον δὲ ἀνδρὶ μὲν εἴκοσι μέχρι τῶν ἑξήκοντα ἐτῶν· γυναικὶ δέ, ἣν ἂν δοκῇ χρείαν δεῖν χρῆσθαι πρὸς τὰ πολεμικά, ἐπειδὰν παῖδας γεννήσῃ, τὸ δυνατὸν καὶ πρέπον ἑκάσταις προστάττειν μέχρι τῶν πεντήκοντα ἐτῶν.
结婚的年龄限制,女子为十六岁至二十岁,这是规定的最长期限;男子为三十岁至三十五岁;至于担任官职,女子为四十岁,男子为三十岁;至于服兵役,男子为二十岁至六十岁;而女子,若认为有必要将其用于军事事务,则在她生育子女之后,应根据各自的情况,指派可行且合适的工作,直至五十岁。

词汇与语法注释

  1. 784aἐπίσκοποι δʼ ἔστωσαν τούτων ἃς εἱλόμεθα γυναῖκες — 主语是 "γυναῖκες ἃς εἱλόμεθα"(我们选出的妇女),而 "τούτων" 是中性复数属格,指代“这些事务”(如新婚夫妇的生育和行为),用作形容词/名词 "ἐπίσκοποι"(监督者)的宾格性属格(客观属格)。
  2. 784cδέκα τῶν νομοφυλάκων ἑλομένους... τούτοις ἐμμένειν — 不定词 "ἐμμένειν" 是在法律和命令语境中使用的命令性不定词,其逻辑主语由对格分词 "ἑλομένους"(夫妇二人选择)表示。需注意关系从句中主语在夫妇("οἷς 批注的动词主语")与被选出的立法护卫官("οἱ δὲ τάξωσι")之间的转换。
  3. 784dμὴ ἑλὼν ἐν δικαστηρίῳ τοὺς ἐγγράψαντας — 分词 "ἑλὼν"("αἱρέω" 的不定过去时主动式)在此处作为诉讼术语,意为“(在法庭上)击败被告、胜诉”。与表示条件的否定词 "μή" 连用,起到了条件从句的作用:“除非他在法庭上击败登记他的人(即打赢官司)”。

引用这一段

柏拉图, 法律篇 §6.784-6.785. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:6.784-6.785

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。