Humanitext Reader

プラトン · 法律 §6.782-6.783

三つの根源的欲望と婚姻や出産の法制化

84 / 186 箇所 · ギリシア語

要旨

アテナイからの異邦人は、人類と社会の歴史的変化を振り返り、人間のすべての行動を決定づける3つの根源的な欲望(食欲・飲欲・性欲)について述べ、これらを法と理知によって善へと導く重要性を説いた上で、結婚と出産の法制化の議論へと移行する。

§6.782ΑΘ. πάλιν τοίνυν ἐπὶ τὰ πρῶτα ἐπαναχωρήσωμεν λεχθέντα.
ΑΘ. それでは、最初に語られた事柄に再び立ち戻ることにしましょう。
εὖ γὰρ δὴ τό γε τοσοῦτον χρὴ πάντʼ ἄνδρα συννοεῖν, ὡς ἡ τῶν ἀνθρώπων γένεσις ἢ τὸ παράπαν ἀρχὴν οὐδεμίαν εἴληχεν οὐδʼ ἕξει ποτέ γε τελευτήν, ἀλλʼ ἦν τε ἀεὶ καὶ ἔσται πάντως, ἢ μῆκός τι τῆς ἀρχῆς ἀφʼ οὗ γέγονεν ἀμήχανον ἂν χρόνον ὅσον γεγονὸς ἂν εἴη.
というのも、少なくとも次のことだけはすべての人が心に深く留めておくべきだからです。 すなわち、人類の始まりは全くもって最初のいかなる起源も持たず、決して終わりを迎えることもなく、常に存在し、これからも絶対に存在し続けるか、あるいは、それが始まって以来の時間の長さは、それが生じてから途方もない歳月が経過しているかのどちらかである、ということです。
ΚΛ. τί μήν;
ΚΛ. 当然ではないでしょうか。
ΑΘ. τί οὖν;
ΑΘ. それではどうでしょう。
πόλεων συστάσεις καὶ φθοράς, καὶ ἐπιτηδεύματα παντοῖα τάξεώς τε καὶ ἀταξίας, καὶ βρώσεως καὶ πωμάτων τε ἅμα καὶ βρωμάτων ἐπιθυμήματα παντοδαπά, πάντως καὶ περὶ πᾶσαν τὴν γῆν ἆρʼ οὐκ οἰόμεθα γεγονέναι, καὶ στροφὰς ὡρῶν παντοίας, ἐν αἷς τὰ ζῷα μεταβάλλειν αὑτῶν παμπληθεῖς μεταβολὰς εἰκός;
城邦の成立と崩壊、秩序と無秩序のあらゆる習慣、食べ物や飲み物、あるいは食物全般に対する多種多様な欲望、これらが地球上のいたるところで、絶対に生じてきたとは考えられないでしょうか。 また、動物たちが自分たちの間で数多くの変化を経ることが自然であるような、四季のあらゆる変化も生じてきたとは考えられないでしょうか。
ΚΛ. πῶς γὰρ οὔ;
ΚΛ. どうしてそうでないことがありましょう。
ΑΘ. τί οὖν;
ΑΘ. それではどうでしょう。
πιστεύομεν ἀμπέλους τε φανῆναί πού ποτε πρότερον οὐκ οὔσας;
かつて以前には存在しなかったブドウの木が、ある時どこかに現れたと信じるでしょうか。
ὡσαύτως δὲ καὶ ἐλάας καὶ τὰ Δήμητρός τε καὶ Κόρης δῶρα; Τριπτόλεμόν τέ τινα τῶν τοιούτων γενέσθαι διάκονον;
同様に、オリーブや、デメテルとコレの贈り物もそうであり、またトリプトレモスという者がそのような贈り物の伝達者となったと信じるでしょうか。
ἐν ᾧ δὲ μὴ ταῦτα ἦν τῷ χρόνῳ, μῶν οὐκ οἰόμεθα τὰ ζῷα, καθάπερ νῦν, ἐπὶ τὴν ἀλλήλων ἐδωδὴν τρέπεσθαι;
そして、これらがまだ存在しなかった時代には、動物たちは現在のように、互いを食らうことに走っていたとは考えられないでしょうか。
ΚΛ. τί μήν;
ΚΛ. 当然その通りでしょう。
ΑΘ. τὸ δὲ μὴν θύειν ἀνθρώπους ἀλλήλους ἔτι καὶ νῦν παραμένον ὁρῶμεν πολλοῖς·
ΑΘ. しかし他方で、人間が互いをいけにえに捧げる習慣は、現在でも多くの人々の間で残っているのを目にします。
καὶ τοὐναντίον ἀκούομεν ἐν ἄλλοις, ὅτε οὐδὲ βοὸς ἐτόλμων μὲν γεύεσθαι, θύματά τε οὐκ ἦν τοῖς θεοῖσι ζῷα, πέλανοι δὲ καὶ μέλιτι καρποὶ δεδευμένοι καὶ τοιαῦτα ἄλλα ἁγνὰ θύματα, σαρκῶν δʼ ἀπείχοντο ὡς οὐχ ὅσιον ὂν ἐσθίειν οὐδὲ τοὺς τῶν θεῶν βωμοὺς αἵματι μιαίνειν, ἀλλὰ Ὀρφικοί τινες λεγόμενοι βίοι ἐγίγνοντο ἡμῶν τοῖς τότε, ἀψύχων μὲν ἐχόμενοι πάντων, ἐμψύχων δὲ τοὐναντίον πάντων ἀπεχόμενοι.
そして逆に、他の人々の間では、彼らが牛を味わうことすらあえてせず、神々への犠牲も動物ではなく、大麦の練り物や蜂蜜に浸した果物、その他そのような清らかな犠牲であり、肉を食べることは不虔であるとし、神々の祭壇を血で汚すことも避けていた時代があったと聞いています。 むしろ、当時の私たちの先祖の間では、いわゆるオルフェウス的と呼ばれる生き方が営まれており、すべての生命のないものを食べ、逆にすべての生命のあるものを避けていたのです。
ΚΛ. καὶ σφόδρα λεγόμενά τʼ εἴρηκας καὶ πιστεύεσθαι πιθανά.
ΚΛ. あなたが言われたことは、実実に普遍的なものであり、信じるに足る説得力があります。
ΑΘ. πρὸς οὖν δὴ τί ταῦτα, εἴποι τις ἄν, ὑμῖν πάντʼ ἐρρήθη τὰ νῦν;
ΑΘ. 「それでは一体何のために、これらのことが今すべてあなた方によって語られたのか」と、誰かが言うかもしれません。
ΚΛ. ὀρθῶς ὑπέλαβες, ὦ ξένε.
ΚΛ. まさにその通りです、異邦人よ。
ΑΘ. καὶ τοίνυν, ἐὰν δύνωμαι, τὰ τούτοις ἑξῆς, ὦ Κλεινία, πειράσομαι φράζειν.
ΑΘ. そこで、クレイニアスよ、もしできるなら、これに続く事柄を説明してみましょう。
ΚΛ. λέγοις ἄν.
ΚΛ. お話しください。
ΑΘ. ὁρῶ πάντα τοῖς ἀνθρώποις ἐκ τριττῆς χρείας καὶ ἐπιθυμίας ἠρτημένα, διʼ ὧν ἀρετή τε αὐτοῖς ἀγομένοις ὀρθῶς καὶ τοὐναντίον ἀποβαίνει κακῶς ἀχθεῖσιν.
ΑΘ. 私が見るに、人間のすべての営みは三つの必要と欲望に依存しており、これらが正しく導かれれば彼らに徳がもたらされ、逆に誤って導かれれば悪徳という結果になります。
ταῦτα δʼ ἐστὶν ἐδωδὴ μὲν καὶ πόσις εὐθὺς γενομένοις, ἣν πέρι ἅπασαν πᾶν ζῷον ἔμφυτον ἔρωτα ἔχον, μεστὸν οἴστρου τέ ἐστιν καὶ ἀνηκουστίας τοῦ λέγοντος ἄλλο τι δεῖν πράττειν πλὴν τὰς ἡδονὰς καὶ ἐπιθυμίας τὰς περὶ ἅπαντα ταῦτα ἀποπληροῦντα, λύπης τῆς ἁπάσης ἀεὶ δεῖν σφᾶς ἀπαλλάττειν·
これらは、生まれてすぐの者にとっては食べ物と飲み物であり、これら全体に関してすべての動物は生まれながらの強い欲望を抱いており、それは狂気に満ち、これらすべてに関する快楽と欲望を満たし、あらゆる苦痛から常に自分たちを解放する以外の行動をとるべきだと言う者の言葉に耳を貸さない性質を持っています。
§6.783ΑΘ. τρίτη δὲ ἡμῖν καὶ μεγίστη χρεία καὶ ἔρως ὀξύτατος ὕστατος μὲν ὁρμᾶται, διαπυρωτάτους δὲ τοὺς ἀνθρώπους μανίαις ἀπεργάζεται πάντως, ὁ περὶ τὴν τοῦ γένους σπορὰν ὕβρει πλείστῃ καόμενος.
ΑΘ. そして第三の、私たちにとって最大にして最も鋭い欲望は、最後に生じるものですが、人間を狂気によって完全に燃え上がらせるものであり、それは種の繁殖に関するもので、きわめて激しい情欲によって燃え盛っています。
ἃ δὴ δεῖ τρία νοσήματα, τρέποντα εἰς τὸ βέλτιστον παρὰ τὸ λεγόμενον ἥδιστον, τρισὶ μὲν τοῖς μεγίστοις πειρᾶσθαι κατέχειν, φόβῳ καὶ νόμῳ καὶ τῷ ἀληθεῖ λόγῳ, προσχρωμένους μέντοι Μούσαις τε καὶ ἀγωνίοισι θεοῖς, σβεννύντων τὴν αὔξην τε καὶ ἐπιρροήν.
これら三つの病は、いわゆる最も心地よいとされる方向ではなく、最も良い方向へと転換させるために、恐れ、法律、そして真実の言論という三つの最も強力なものによって抑制を試みるべきであり、さらにミューズたちや競技を司る神々をも助け手として用い、それらの増大と流入を鎮めるべきです。
παίδων δὲ δὴ γένεσιν μετὰ τοὺς γάμους θῶμεν, καὶ μετὰ γένεσιν τροφὴν καὶ παιδείαν·
子供の誕生を結婚の後に置き、誕生の後に養育と教育を置きましょう。
καὶ τάχʼ ἂν οὕτω προϊόντων τῶν λόγων ὅ τε νόμος ἡμῖν ἕκαστος περαίνοιτο εἰς τοὔμπροσθεν ἐπὶ συσσίτια ἡνίκα ἀφικόμεθα—τὰς τοιαύτας κοινωνίας εἴτε ἄρα γυναικῶν εἴτε ἀνδρῶν δεῖ μόνων γίγνεσθαι, προσμείξαντες αὐτοῖς ἐγγύθεν ἴσως μᾶλλον κατοψόμεθα—τά τε ἐπίπροσθεν αὐτῶν, ἔτι νῦν ὄντα ἀνομοθέτητα, τάξαντες αὐτὰ ἐπίπροσθεν ποιησόμεθα, καὶ ὅπερ ἐρρήθη νυνδή, κατοψόμεθά τε αὐτὰ ἀκριβέστερον, μᾶλλόν τε τοὺς προσήκοντας αὐτοῖς καὶ πρέποντας νόμους ἂν θείημεν.
そして、このように議論が進んでいけば、私たちの個々の法律は、共同食事のテーマに至るまで前進していくことでしょう。 ――このような共同が、女性のもの、あるいは男性だけのものとして行われるべきかどうかについては、それらに近くで触れることで、おそらくより明確に見極めることができるでしょう。 ――そして、共同食事より前の、今なお法律で規定されていない事柄を、先に規定して基礎とし、先ほど言われたようにそれらをより正確に見極め、それらにふさわしく適切な法律を制定することができるでしょう。
ΚΛ. ὀρθότατα λέγεις.
ΚΛ. 全くその通りです。
ΑΘ. φυλάξωμεν τοίνυν τῇ μνήμῃ τὰ νυνδὴ λεχθέντα·
ΑΘ. それでは、先ほど語られたことを記憶に留めておきましょう。
ἴσως γὰρ χρείαν ποτʼ αὐτῶν πάντων ἕξομεν.
おそらく、いつかこれらすべてが必要になるでしょうから。
ΚΛ. τὰ ποῖα δὴ διακελεύῃ;
ΚΛ. どのようなことを、あなたは私たちに命じているのですか。
ΑΘ. ἃ τοῖς τρισὶ διωριζόμεθα ῥήμασι·
ΑΘ. 私たちが三つの言葉で区分した事柄です。
βρῶσιν μὲν ἐλέγομέν που, καὶ δεύτερον πόσιν, καὶ ἀφροδισίων δέ τινα διαπτόησιν τρίτον.
すなわち、私たちは第一に食べること、第二に飲むこと、そして第三に性的な興奮について語りました。
ΚΛ. πάντως, ὦ ξένε, μεμνησόμεθά που ὧν τὰ νῦν διακελεύῃ.
ΚΛ. 異邦人よ、あなたが今命じておられることを、私たちは絶対に記憶に留めておくでしょう。
ΑΘ. καλῶς.
ΑΘ. よろしい。
ἔλθωμεν δʼ ἐπὶ τὰ νυμφικά, διδάξοντές τε αὐτοὺς πῶς χρὴ καὶ τίνα τρόπον τοὺς παῖδας ποιεῖσθαι, καὶ ἐὰν ἄρα μὴ πείθωμεν, ἀπειλήσοντές τισιν νόμοις.
では、結婚に関する事柄に進みましょう。 彼らにどのように、またどのような方法で子供をもうけるべきかを教え、もし説得できない場合には、何らかの法律によって警告を与えるために。
ΚΛ. πῶς;
ΚΛ. どのようにですか。
ΑΘ. νύμφην χρὴ διανοεῖσθαι καὶ νυμφίον ὡς ὅτι καλλίστους καὶ ἀρίστους εἰς δύναμιν ἀποδειξομένους παῖδας τῇ πόλει.
ΑΘ. 新婦と新郎は、都市に対して自分たちの能力の限りにおいて、最も美しく最も優れた子供を差し出すつもりでいなければなりません。
πάντες δʼ ἄνθρωποι κοινωνοὶ πάσης πράξεως, ἡνίκα μὲν ἂν προσέχωσιν αὑτοῖς τε καὶ τῇ πράξει τὸν νοῦν, πάντα καλὰ καὶ ἀγαθὰ ἀπεργάζονται, μὴ προσέχοντες δὲ ἢ μὴ ἔχοντες νοῦν, τἀναντία.
すべての人間は、あらゆる行動において、自分自身とその行動に心を注いでいるときには、すべてを美しく立派に成し遂げますが、心を注がないか、あるいは思慮を欠いているときには、その逆の結果をもたらすのです。

語釈・文法注

  1. 782aἢ μῆκός τι τῆς ἀρχῆς ἀφʼ οὗ γέγονεν ἀμήχανον ἂν χρόνον ὅσον γεγονὸς ἂν εἴη. — 人類の起源に関する二者択一の後半。`ἀμήχανον ... χρόνον`(測り知れない時間)は、人類が誕生して以来経過した「時間の長さ」(`μῆκός τι`)を説明する対格。`ὅσον` は関係代名詞・形容詞で、`γεγονὸς ἂν εἴη`(潜在的可能を表す ἄν +希求法)を伴い、「生じて以来、経過しているであろうほどに(長い時間)」という意味を表す。
  2. 782eἣν πέρι ἅπασαν πᾶν ζῷον ἔμφυτον ἔρωτα ἔχον — 関係代名詞 `ἣν` は、先行する `ἐδωδὴ μὲν καὶ πόσις`(食べ物と飲み物)をまとめて単数女性形(直近の `πόσις` への引込み)で受けている。`πέρι` は前置詞 `περί` の後置形(アナストロフィ)であり、直前の関係代名詞を支配して「それら全体に関して」という意味を表す。
  3. 783aἃ δὴ δεῖ τρία νοσήματα... τρισὶ μὲν τοῖς μεγίστοις πειρᾶσθαι κατέχειν — 関係代名詞 `ἃ` の中に、先行詞となるべき名詞 `τρία νοσήματα` が取り込まれた構造(関係節内への先行詞の同化)。文法上の主語は非人称動詞 `δεῖ` に依存する不定詞 `πειρᾶσθαι` であり、`ἃ... τρία νοσήματα` は `κατέχειν`(抑える)の対格目的語として機能している。
  4. 783bσβεννύντων τὴν αὔξην τε καὶ ἐπιρροήν — 分詞 `σβεννύντων` は属格複数形。これは先行する抑制の手段(`φόβῳ καὶ νόμῳ καὶ τῷ ἀληθεῖ λόγῳ`)あるいは神々(`Μούσαις τε καὶ ἀγωνίοισι θεοῖς`)を意味上の主語とする、または「抑える者たちが(それらを)鎮めるように」という独立した分詞表現として、能動的な作用「増大と流入を消し去る」を説明している。

この箇所を引用する

プラトン, 法律 §6.782-6.783. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:6.782-6.783

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。