Humanitext Reader

柏拉图 · 法律篇 §6.782-6.783

三种基本欲望与婚姻生育立法

第 84 段,共 186 段 · 希腊语

内容简介

雅典异邦人回顾了人类与社会的历史变迁,指出了支配人类行为的三种根本欲望(食、饮、性),阐述了通过法律与理性将这些欲望导向善的必要性,并随后过渡到关于婚姻与生育立法的讨论。

§6.782ΑΘ. πάλιν τοίνυν ἐπὶ τὰ πρῶτα ἐπαναχωρήσωμεν λεχθέντα.
ATH.:那么,让我们回到最初所说的事情。
εὖ γὰρ δὴ τό γε τοσοῦτον χρὴ πάντʼ ἄνδρα συννοεῖν, ὡς ἡ τῶν ἀνθρώπων γένεσις ἢ τὸ παράπαν ἀρχὴν οὐδεμίαν εἴληχεν οὐδʼ ἕξει ποτέ γε τελευτήν, ἀλλʼ ἦν τε ἀεὶ καὶ ἔσται πάντως, ἢ μῆκός τι τῆς ἀρχῆς ἀφʼ οὗ γέγονεν ἀμήχανον ἂν χρόνον ὅσον γεγονὸς ἂν εἴη.
因为至少这一点是每个人都应当深思的:人类的起源要么完全没有任何开始,也绝不会有终结,而是始终存在且必定永远存在;要么从它开始以来的时间长度,自产生起已经历了无法衡量的漫长时间。
ΚΛ. τί μήν;
CLE.:当然。
ΑΘ. τί οὖν;
ATH.:那么怎么看呢?
πόλεων συστάσεις καὶ φθοράς, καὶ ἐπιτηδεύματα παντοῖα τάξεώς τε καὶ ἀταξίας, καὶ βρώσεως καὶ πωμάτων τε ἅμα καὶ βρωμάτων ἐπιθυμήματα παντοδαπά, πάντως καὶ περὶ πᾶσαν τὴν γῆν ἆρʼ οὐκ οἰόμεθα γεγονέναι, καὶ στροφὰς ὡρῶν παντοίας, ἐν αἷς τὰ ζῷα μεταβάλλειν αὑτῶν παμπληθεῖς μεταβολὰς εἰκός;
城邦的建立与毁灭,秩序与无秩序的各种习惯,以及对食物、饮料以及所有膳食的各种渴望,难道我们不认为这些在整个地球上以各种方式发生过吗? 还有四季的各种交替,在这些交替中,动物们自然经历了极多的变化,难道不是吗?
ΚΛ. πῶς γὰρ οὔ;
CLE.:怎么会不是呢?
ΑΘ. τί οὖν;
ATH.:那么怎么看呢?
πιστεύομεν ἀμπέλους τε φανῆναί πού ποτε πρότερον οὐκ οὔσας;
我们是否相信,葡萄树是在以前某个时候从无到有出现的?
ὡσαύτως δὲ καὶ ἐλάας καὶ τὰ Δήμητρός τε καὶ Κόρης δῶρα;
同样地,奥树和德墨忒尔与科勒的礼物也是如此?
Τριπτόλεμόν τέ τινα τῶν τοιούτων γενέσθαι διάκονον;
并且某个特里普托勒摩斯成为了这些事物的传播者?
ἐν ᾧ δὲ μὴ ταῦτα ἦν τῷ χρόνῳ, μῶν οὐκ οἰόμεθα τὰ ζῷα, καθάπερ νῦν, ἐπὶ τὴν ἀλλήλων ἐδωδὴν τρέπεσθαι;
而在这些事物还不存在的时期,难道我们不认为动物们也像现在一样,相互吞食吗?
ΚΛ. τί μήν;
CLE.:当然。
ΑΘ. τὸ δὲ μὴν θύειν ἀνθρώπους ἀλλήλους ἔτι καὶ νῦν παραμένον ὁρῶμεν πολλοῖς· καὶ τοὐναντίον ἀκούομεν ἐν ἄλλοις, ὅτε οὐδὲ βοὸς ἐτόλμων μὲν γεύεσθαι, θύματά τε οὐκ ἦν τοῖς θεοῖσι ζῷα, πέλανοι δὲ καὶ μέλιτι καρποὶ δεδευμένοι καὶ τοιαῦτα ἄλλα ἁγνὰ θύματα, σαρκῶν δʼ ἀπείχοντο ὡς οὐχ ὅσιον ὂν ἐσθίειν οὐδὲ τοὺς τῶν θεῶν βωμοὺς αἵματι μιαίνειν, ἀλλὰ Ὀρφικοί τινες λεγόμενοι βίοι ἐγίγνοντο ἡμῶν τοῖς τότε, ἀψύχων μὲν ἐχόμενοι πάντων, ἐμψύχων δὲ τοὐναντίον πάντων ἀπεχόμενοι.
ATH.:但我们确实看到,人吃人(人祭)的习惯至今在许多人中依然存在;相反,我们听闻在其他人群中,当时人们甚至不敢品尝牛肉,对神明的祭祀也不是动物,而是面饼和浸了蜂蜜的果实,以及其他这类纯洁的祭品,他们不吃肉,认为吃肉是不虔敬的,也不用鲜血玷污神明的祭坛,而是当时的先祖们过着所谓的奥菲斯式的社会生活,食用一切无生命之物,相反避开一切有生命之物。
ΚΛ. καὶ σφόδρα λεγόμενά τʼ εἴρηκας καὶ πιστεύεσθαι πιθανά.
CLE.:你说的话确实广为流传,令人信服。
ΑΘ. πρὸς οὖν δὴ τί ταῦτα, εἴποι τις ἄν, ὑμῖν πάντʼ ἐρρήθη τὰ νῦν;
ATH.:有人可能会问:“那么,刚才为什么对你们说这些话呢?
ΚΛ. ὀρθῶς ὑπέλαβες, ὦ ξένε.
” CLE.:你理解得很对,异邦人。
ΑΘ. καὶ τοίνυν, ἐὰν δύνωμαι, τὰ τούτοις ἑξῆς, ὦ Κλεινία, πειράσομαι φράζειν.
ATH.:因此,克莱尼亚斯,如果我能做到,我将尝试说明接下来的事情。
ΚΛ. λέγοις ἄν.
CLE.:请讲。
ΑΘ. ὁρῶ πάντα τοῖς ἀνθρώποις ἐκ τριττῆς χρείας καὶ ἐπιθυμίας ἠρτημένα, διʼ ὧν ἀρετή τε αὐτοῖς ἀγομένοις ὀρθῶς καὶ τοὐναντίον ἀποβαίνει κακῶς ἀχθεῖσιν.
ATH.:我看到,人类的一切事物都取决于三重需要和欲望,通过这些,如果他们被正确地引导,就会产生德性,相反,如果被错误地引导,就会导致恶德。
ταῦτα δʼ ἐστὶν ἐδωδὴ μὲν καὶ πόσις εὐθὺς γενομένοις, ἣν πέρι ἅπασαν πᾶν ζῷον ἔμφυτον ἔρωτα ἔχον, μεστὸν οἴστρου τέ ἐστιν καὶ ἀνηκουστίας τοῦ λέγοντος ἄλλο τι δεῖν πράττειν πλὴν τὰς ἡδονὰς καὶ ἐπιθυμίας τὰς περὶ ἅπαντα ταῦτα ἀποπληροῦντα, λύπης τῆς ἁπάσης ἀεὶ δεῖν σφᾶς ἀπαλλάττειν· §6.783ΑΘ. τρίτη δὲ ἡμῖν καὶ μεγίστη χρεία καὶ ἔρως ὀξύτατος ὕστατος μὲν ὁρμᾶται, διαπυρωτάτους δὲ τοὺς ἀνθρώπους μανίαις ἀπεργάζεται πάντως, ὁ περὶ τὴν τοῦ γένους σπορὰν ὕβρει πλείστῃ καόμενος.
这些欲望包括:一出生就有的食物和饮料,每一个动物对这些都有着天生的强烈渴望,这种渴望充满了狂热,并且对于任何告诉它们除了满足这些快乐和欲望、从而使自己免受一切痛苦之外还必须做其他事情的人,它们都充耳不闻; ATH.:而我们的第三个也是最大的需要和最强烈的欲望,虽然是最后产生的,但它绝对会让人们因狂热而燃烧,这就是关于种族繁衍的欲望,它以最强烈的放纵之火燃烧着。
ἃ δὴ δεῖ τρία νοσήματα, τρέποντα εἰς τὸ βέλτιστον παρὰ τὸ λεγόμενον ἥδιστον, τρισὶ μὲν τοῖς μεγίστοις πειρᾶσθαι κατέχειν, φόβῳ καὶ νόμῳ καὶ τῷ ἀληθεῖ λόγῳ, προσχρωμένους μέντοι Μούσαις τε καὶ ἀγωνίοισι θεοῖς, σβεννύντων τὴν αὔξην τε καὶ ἐπιρροήν.
这三种病症,为了将它们引向最好而不是所谓的最高兴的方面,必须尝试通过三种最强大的东西——恐惧、法律和真理的言论来加以抑制,并同时借助缪斯和掌管竞技的神明,熄灭它们的增长和涌入。
παίδων δὲ δὴ γένεσιν μετὰ τοὺς γάμους θῶμεν, καὶ μετὰ γένεσιν τροφὴν καὶ παιδείαν· καὶ τάχʼ ἂν οὕτω προϊόντων τῶν λόγων ὅ τε νόμος ἡμῖν ἕκαστος περαίνοιτο εἰς τοὔμπροσθεν ἐπὶ συσσίτια ἡνίκα ἀφικόμεθα—τὰς τοιαύτας κοινωνίας εἴτε ἄρα γυναικῶν εἴτε ἀνδρῶν δεῖ μόνων γίγνεσθαι, προσμείξαντες αὐτοῖς ἐγγύθεν ἴσως μᾶλλον κατοψόμεθα—τά τε ἐπίπροσθεν αὐτῶν, ἔτι νῦν ὄντα ἀνομοθέτητα, τάξαντες αὐτὰ ἐπίπροσθεν ποιησόμεθα, καὶ ὅπερ ἐρρήθη νυνδή, κατοψόμεθά τε αὐτὰ ἀκριβέστερον, μᾶλλόν τε τοὺς προσήκοντας αὐτοῖς καὶ πρέποντας νόμους ἂν θείημεν.
让我们把生儿育女放在婚礼之后,把抚养和教育放在生育之后;也许随着讨论的这样进行,我们的每一项法律都会向着共同饮食前行——至于这种共同饮食是应当由女性参与,还是仅由男性参与,当我们接近它们时,或许能更清楚地看清——而我们也将把在此之前、目前尚未立法的事务,预先加以规定和奠定基础,并且正如刚才所说,我们将更精确地看清它们,从而能为它们制定更合适、更得体的法律。
ΚΛ. ὀρθότατα λέγεις.
CLE.:你说得非常正确。
ΑΘ. φυλάξωμεν τοίνυν τῇ μνήμῃ τὰ νυνδὴ λεχθέντα· ἴσως γὰρ χρείαν ποτʼ αὐτῶν πάντων ἕξομεν.
ATH.:那么,让我们把刚才所说的话记在心里,因为也许有一天我们会有需要。
ΚΛ. τὰ ποῖα δὴ διακελεύῃ;
CLE.:你究竟叮嘱我们记住什么呢?
ΑΘ. ἃ τοῖς τρισὶ διωριζόμεθα ῥήμασι· βρῶσιν μὲν ἐλέγομέν που, καὶ δεύτερον πόσιν, καὶ ἀφροδισίων δέ τινα διαπτόησιν τρίτον.
ATH.:就是我们用三个词界定的事情:第一大概是吃,第二是喝,第三是性欲的冲动。
ΚΛ. πάντως, ὦ ξένε, μεμνησόμεθά που ὧν τὰ νῦν διακελεύῃ.
CLE.:绝对会的,异邦人,我们一定会记住你刚才的叮嘱。
ΑΘ. καλῶς.
ATH.:好。
ἔλθωμεν δʼ ἐπὶ τὰ νυμφικά, διδάξοντές τε αὐτοὺς πῶς χρὴ καὶ τίνα τρόπον τοὺς παῖδας ποιεῖσθαι, καὶ ἐὰν ἄρα μὴ πείθωμεν, ἀπειλήσοντές τισιν νόμοις.
那么让我们进入关于婚礼的话题,教导他们应当如何以及以何种方式生育子女,如果不能说服,就用某些法律来警告。
ΚΛ. πῶς;
CLE.:怎么做?
ΑΘ. νύμφην χρὴ διανοεῖσθαι καὶ νυμφίον ὡς ὅτι καλλίστους καὶ ἀρίστους εἰς δύναμιν ἀποδειξομένους παῖδας τῇ πόλει.
ATH.:新娘和新郎必须心里想着,要为城邦展现出尽其所能最美丽、最优秀的子女。
πάντες δʼ ἄνθρωποι κοινωνοὶ πάσης πράξεως, ἡνίκα μὲν ἂν προσέχωσιν αὑτοῖς τε καὶ τῇ πράξει τὸν νοῦν, πάντα καλὰ καὶ ἀγαθὰ ἀπεργάζονται, μὴ προσέχοντες δὲ ἢ μὴ ἔχοντες νοῦν, τἀναντία.
所有参与任何行动的人,当他们把心思集中在自己和行动上时,都会产生一切美好和善良的结果,但不集中或没有心思时,结果则相反。

词汇与语法注释

  1. 782aἢ μῆκός τι τῆς ἀρχῆς ἀφʼ οὗ γέγονεν ἀμήχανον ἂν χρόνον ὅσον γεγονὸς ἂν εἴη. — 在关于人类起源的后半部分抉择中,`ἀμήχανον ... χρόνον`(无法衡量的巨大时间)是一个宾格,用作同格或程度修饰,以说明自开始以来的“时间长度”(`μῆκός τι`)。`ὅσον` 是关系形容词,引导带有 `ἄν` 的潜在希求法 `γεγονὸς 换言之 εἴη`,表示“自产生以来可能已经历了那么长的时间”。
  2. 782eἣν πέρι ἅπασαν πᾶν ζῷον ἔμφυτον ἔρωτα ἔχον — 关系代名词 `ἣν` 指代前文并列的 `ἐδωδὴ μὲν καὶ πόσις`(食物与饮料),采用阴性单数形式(受更近的阴性名词 `πόσις` 的吸引,或将两者视为一个整体概念)。`πέρι` 是前置词 `περί` 的后置形式(倒装),支配前面的关系代词,表示“关于其整体”。
  3. 783aἃ δὴ δεῖ τρία νοσήματα... τρισὶ μὲν τοῖς μεγίστοις πειρᾶσθαι κατέχειν — 先行词名词 `τρία νοσήματα` 被并入由关系代词 `ἃ` 引导的关系从句中(先行词同化)。在语法上,不定式 `πειρᾶσθαι` 依赖于无人称动词 `δεῖ`,而 `ἃ... τρία νοσήματα` 则作为 `κατέχειν`(抑制)的宾格宾语。
  4. 783bσβεννύντων τὴν αὔξην τε καὶ ἐπιρροήν — 分词 `σβεννύντων` 为属格复数形式。它既可以指前文提及的抑制手段(`φόβῳ καὶ νόμῳ καὶ τῷ ἀληθεῖ λόγῳ`),也可以指诸神(`Μούσαις τε καὶ ἀγωνίοισι θεοῖς`),用于描述它们“熄灭(欲望的)增长与流入”的能动作用。

引用这一段

柏拉图, 法律篇 §6.782-6.783. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:6.782-6.783

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。