§6.770ΚΛ. πῶς γὰρ ἄν;
ΚΛ. どうしてそうでないことがありましょう。
ΑΘ. οὐκοῦν ἐν τῷ νῦν παρόντι ποιητέον ἐμοὶ καὶ σφῷν τοῦτο;
ΑΘ. それなら、現時点において私とあなた方二人は、これを行うべきではないか。
ΚΛ. τὸ ποῖον δὴ λέγεις;
ΚΛ. あなたはいったいどのようなことを言っているのか。
ΑΘ. ἐπειδὴ νομοθετεῖν μὲν μέλλομεν, ᾕρηνται δὲ ἡμῖν νομοφύλακες, ἡμεῖς δʼ ἐν δυσμαῖς τοῦ βίου, οἱ δʼ ὡς πρὸς ἡμᾶς νέοι, ἅμα μέν, ὥς φαμεν, δεῖ νομοθετεῖν ἡμᾶς, ἅμα δὲ πειρᾶσθαι ποιεῖν καὶ τούτους αὐτοὺς νομοθέτας τε καὶ νομοφύλακας εἰς τὸ δυνατόν.
ΑΘ. 我々は立法しようとしており、我々のために法護官たちが選出されたが、我々は人生の夕暮れにあり、他方彼らは我々に比べれば若い。 したがって、我々は一方では、我々が言うように法律を制定せねばならず、他方では同時に、できる限り彼ら自身をも立法者および法護官にするよう努めねばならない。
ΚΛ. τί μήν;
ΚΛ. もちろんだ。
εἴπερ οἷοί τέ γʼ ἐσμὲν ἱκανῶς.
もし我々が十分にそれをなす能力があるならば。
ΑΘ. ἀλλʼ οὖν πειρατέα γε καὶ προθυμητέα.
ΑΘ. しかしともかく、試み、熱意を注がねばならない。
ΚΛ. πῶς γὰρ οὔ;
ΚΛ. どうしてそうでないことがあろうか。
ΑΘ. λέγωμεν δὴ πρὸς αὐτούς·
ΑΘ. 彼らに向けて次のように言おう。
ὦ φίλοι σωτῆρες νόμων, ἡμεῖς περὶ ἑκάστων ὧν τίθεμεν τοὺς νόμους πάμπολλα παραλείψομεν—ἀνάγκη γάρ—οὐ μὴν ἀλλʼ ὅσα γε μὴ σμικρὰ καὶ τὸ ὅλον εἰς δύναμιν οὐκ ἀνήσομεν ἀπεριήγητον καθάπερ τινὶ περιγραφῇ·
「おお、愛する法の救済者たちよ、我々は法律を制定する個々の事柄に関して、非常に多くのことを書き漏らすだろう。 なぜなら必然的にそうなるからだ。 しかしながら、軽微ではない事柄や全体については、できる限り、いわば一つの大枠によって描き尽くされないままにしておくようなことはしないだろう。
τοῦτο δὲ δεήσει συμπληροῦν ὑμᾶς τὸ περιηγηθέν.
そしてあなた方は、この素描された部分を補完せねばならない。
ὅποι δὲ βλέποντες δράσετε τὸ τοιοῦτον, ἀκούειν χρή.
あなた方がどこを見つめてそのようなことを行うべきであるか、聞くべきである。
Μέγιλλος μὲν γὰρ καὶ ἐγὼ καὶ Κλεινίας εἰρήκαμέν τε αὐτὰ ἀλλήλοις οὐκ ὀλιγάκις, ὁμολογοῦμέν τε λέγεσθαι καλῶς·
というのも、メギロスと私とクレイニアスは、それらを互いに少なからず語り合っており、立派に語られていると合意しているからだ。
ὑμᾶς δὲ ἡμῖν βουλόμεθα συγγνώμονάς τε ἅμα καὶ μαθητὰς γίγνεσθαι, βλέποντας πρὸς ταῦτα εἰς ἅπερ ἡμεῖς συνεχωρήσαμεν ἀλλήλοις τὸν νομοφύλακά τε καὶ νομοθέτην δεῖν βλέπειν.
そして、我々はあなた方が、我々の同意者となると同時に弟子となることを望んでいる。 それは、法護官や立法者が目を向けるべきであると我々が互いに合意した、まさにそれらの事柄を見つめながらのことである。
ἦν δὲ ἡ συγχώρησις ἓν ἔχουσα κεφάλαιον, ὅπως ποτὲ ἀνὴρ ἀγαθὸς γίγνοιτʼ ἄν, τὴν ἀνθρώπῳ προσήκουσαν ἀρετὴν τῆς ψυχῆς ἔχων ἔκ τινος ἐπιτηδεύματος ἤ τινος ἤθους ἢ ποιᾶς κτήσεως ἢ ἐπιθυμίας ἢ δόξης ἢ μαθημάτων ποτέ τινων, εἴτε ἄρρην τις τῶν συνοικούντων οὖσα ἡ φύσις εἴτε θήλεια, νέων ἢ γερόντων, ὅπως εἰς ταὐτὸν τοῦτο ὃ λέγομεν τεταμένη σπουδὴ πᾶσα ἔσται διὰ παντὸς τοῦ βίου, τῶν δʼ ἄλλων ὁπόσα ἐμπόδια τούτοις μηδὲν προτιμῶν φανεῖται μηδʼ ὁστισοῦν, τελευτῶν δὲ καὶ πόλεως, ἐὰν ἀνάστατον ἀνάγκη φαίνηται γίγνεσθαι πρὶν ἐθέλειν δούλειον ὑπομείνασα ζυγὸν ἄρχεσθαι ὑπὸ χειρόνων, ἢ λείπειν φυγῇ τὴν πόλιν·
その合意は、一つの要点を持っていた。 すなわち、どのようにして、いかなる活動やいかなる習慣、あるいは何らかの獲得、欲望、意見、あるいは何らかの学びによって、人は人間にふさわしい魂の徳を備えた善き人になり得るか、ということである。 同居する者たちの性質が男であれ女であれ、若者であれ老人であれ、我々の言うまさにこの同じ方向に、生涯を通じてすべての熱意が向けられるようにすること、そして、これらに対する障害となる他のすべての事柄について、誰一人として何ものをも優先しないようにすること、そして最後には、都市についても、もし邪悪な者たちによる支配という奴隷の軛に耐えることを甘んじて望むくらいなら、都市が破壊されるのが必然と見なされるか、あるいは亡命によって都市を立ち去るべきであること。
ὡς πάντα τὰ τοιαῦτα ἄρʼ ἔσθʼ ὑπομενετέον πάσχοντας πρὶν ἀλλάξασθαι πολιτείαν ἣ χείρους ἀνθρώπους πέφυκε ποιεῖν.
すなわち、人間をより悪くする性質を持つ国制に鞍替えするよりは、これらすべての苦難を甘んじて受けるべきである、ということだ。
§6.771ΑΘ. ταῦτα ἡμεῖς τε ἔμπροσθεν συνωμολογησάμεθα, καὶ νῦν ὑμεῖς ἡμῶν εἰς ταῦτα ἑκάτερα βλέποντες ἐπαινεῖτε καὶ ψέγετε τοὺς νόμους ὅσοι μὴ ταῦτα δυνατοί, τοὺς δὲ δυνατοὺς ἀσπάζεσθέ τε καὶ φιλοφρόνως δεχόμενοι ζῆτε ἐν αὐτοῖς·
」 ΑΘ. これらを我々も以前に合意したのであり、今やあなた方も、我々のこれらの両面を見つめながら、これらをなし得ないすべての法律を非難し、なし得る法律を歓迎し親切に受け入れて、それらの中で生きるべきである。
τὰ δʼ ἄλλα ἐπιτηδεύματα καὶ πρὸς ἄλλα τείνοντα τῶν ἀγαθῶν λεγομένων χαίρειν χρὴ προσαγορεύειν.
他方、いわゆる善きもののうち、他の習慣であり、他の方向を目指すものには、別れを告げるべきである。
ἀρχὴ δὲ ἔστω τῶν μετὰ ταῦτα ἡμῖν νόμων ἥδε τις, ἀφʼ ἱερῶν ἠργμένη.
我々のその後の法律の始まりは、聖なる事柄から始められた次のようなものであるべきである。
τὸν ἀριθμὸν γὰρ δὴ δεῖ πρῶτον ἀναλαβεῖν ἡμᾶς τὸν τῶν πεντακισχιλίων καὶ τετταράκοντα, ὅσας εἶχέν τε καὶ ἔχει τομὰς προσφόρους ὅ τε ὅλος ἅμα καὶ ὁ κατὰ φυλάς, ὃ δὴ τοῦ παντὸς ἔθεμεν δωδεκατημόριον, ἓν καὶ εἴκοσιν εἰκοσάκις ὀρθότατα φύν.
というのも、我々はまず5040という数を取り上げねばならないからだ。 この数は、全体としても、また部族ごと(我々はこれを全体の12分の1とした)としても、どのような好都合な分割を持っていたか、また持っているか。 それはきわめて正しく20倍の21として生じている。
ἔχει δὲ διανομὰς δώδεκα μὲν ὁ πᾶς ἀριθμὸς ἡμῖν, δώδεκα δὲ καὶ ὁ τῆς φυλῆς·
この全数は我々にとって12の分割を持ち、部族の数も12である。
ἑκάστην δὴ τὴν μοῖραν διανοεῖσθαι χρεὼν ὡς οὖσαν ἱεράν, θεοῦ δῶρον, ἑπομένην τοῖς μησὶν καὶ τῇ τοῦ παντὸς περιόδῳ.
個々の部分は聖なるものであり、神の贈り物であり、月々および宇宙全体の周期に従うものであると考えるべきである。
διὸ καὶ πᾶσαν πόλιν ἄγει μὲν τὸ σύμφυτον ἱεροῦν αὐτάς, ἄλλοι δὲ ἄλλων ἴσως ὀρθότερον ἐνείμαντό τε καὶ εὐτυχέστερον ἐθείωσαν τὴν διανομήν·
それゆえにまた、すべての都市はこれらを聖化する生まれつきの傾向によって導かれているが、他の一つの国民は他よりもおそらく正しく分割し、より幸運にその分割を神聖化したかもしれない。
ἡμεῖς δὲ οὖν νῦν φαμεν ὀρθότατα προῃρῆσθαι τὸν τῶν πεντακισχιλίων καὶ τετταράκοντα ἀριθμόν, ὃς πάσας τὰς διανομὰς ἔχει μέχρι τῶν δώδεκα ἀπὸ μιᾶς ἀρξάμενος πλὴν ἑνδεκάδος—αὕτη δʼ ἔχει σμικρότατον ἴαμα·
しかし、ともかく我々は今、5040という数を選ぶのが最も正しいと言っている。 この数は、1から始まって12までのすべての数による分割を持つが、ただ11だけは例外である。 しかし、これをも極めて小さな治療法を持っている。
ἐπὶ θάτερα γὰρ ὑγιὴς γίγνεται δυοῖν ἑστίαιν ἀπονεμηθείσαιν—ὡς δʼ ἐστὶν ταῦτα ἀληθῶς ὄντα, κατὰ σχολὴν οὐκ ἂν πολὺς ἐπιδείξειεν μῦθος.
すなわち、2つの炉が分配されるとき、もう一方の側では健全になるからである。 これらのことが実際に真実であることについては、余暇のある時に、長くない説明がそれを示すだろう。
πιστεύσαντες δὴ τὰ νῦν τῇ παρούσῃ φήμῃ καὶ λόγῳ, νείμωμέν τε ταύτην, καὶ ἑκάστῃ μοίρᾳ θεὸν ἢ θεῶν παῖδα ἐπιφημίσαντες, βωμούς τε καὶ τὰ τούτοις προσήκοντα ἀποδόντες, θυσιῶν πέρι συνόδους ἐπʼ αὐτοῖς ποιώμεθα δύο τοῦ μηνός, δώδεκα μὲν τῇ τῆς φυλῆς διανομῇ, δώδεκα δὲ αὐτῷ τῷ τῆς πόλεως διαμερισμῷ, θεῶν μὲν δὴ πρῶτον χάριτος ἕνεκα καὶ τῶν περὶ θεούς, δεύτερον δὲ ἡμῶν αὐτῶν οἰκειότητός τε πέρι καὶ γνωρίσεως ἀλλήλων, ὡς φαῖμεν ἄν, καὶ ὁμιλίας ἕνεκα πάσης.
ともかく、現時点では広く受け入れられている評判と議論を信頼して、我々はこの数を分配し、個々の部分に神あるいは神々の子の名を冠し、祭壇とこれらにふさわしいものを割り当て、それらに関して月に2回の犠牲祭のための集いをその上で行おう。 すなわち、12回は部族の分割に、12回は都市それ自体の分割に対するものである。 これは、第一にはもちろん神々の恵みのため、および神々に関する事柄のためであり、第二には、我々自身の親密さと、我々が言うところの、互いの知己およびあらゆる交際のためである。
πρὸς γὰρ δὴ τὴν τῶν γάμων κοινωνίαν καὶ σύμμειξιν ἀναγκαίως ἔχει τὴν ἄγνοιαν ἐξαιρεῖν παρʼ ὧν τέ τις ἄγεται καὶ ἃ καὶ οἷς ἐκδίδωσι, περὶ παντὸς ποιούμενον ὅτι μάλιστα τὸ μὴ σφάλλεσθαι μηδαμῶς ἐν τοῖς τοιούτοις κατὰ τὸ δυνατόν.
というのも、結婚の交わりや結びつきのためには、誰から妻を娶るか、またどのような娘を誰に嫁がせるかについて、無知を取り除くことが必然だからである。 そのような事柄において、できる限り決して誤らないことを何よりも重視するからである。