Humanitext Reader

柏拉图 · 法律篇 §6.770-6.771

对法护官的教导与基于5040之数的城邦划分

第 77 段,共 186 段 · 希腊语

内容简介

老年对话者们确认应当教导年轻的继承人(法护官)立法的手段与灵魂之美德的根本目的,随后开始具体的立法,讨论了适合神圣分配的5040之数以及由此组织的城邦划分与每月祭祀。

§6.770ΚΛ. πῶς γὰρ ἄν;
CLE.:怎么会不呢?
ΑΘ. οὐκοῦν ἐν τῷ νῦν παρόντι ποιητέον ἐμοὶ καὶ σφῷν τοῦτο;
ATH.:那么在当前情况下,我和你们两位难道不该这样做吗?
ΚΛ. τὸ ποῖον δὴ λέγεις;
CLE.:你究竟指的是什么样的事?
ΑΘ. ἐπειδὴ νομοθετεῖν μὲν μέλλομεν, ᾕρηνται δὲ ἡμῖν νομοφύλακες, ἡμεῖς δʼ ἐν δυσμαῖς τοῦ βίου, οἱ δʼ ὡς πρὸς ἡμᾶς νέοι, ἅμα μέν, ὥς φαμεν, δεῖ νομοθετεῖν ἡμᾶς, ἅμα δὲ πειρᾶσθαι ποιεῖν καὶ τούτους αὐτοὺς νομοθέτας τε καὶ νομοφύλακας εἰς τὸ δυνατόν.
ATH.:既然我们即将进行立法,且已为我们选出了法护官,而我们已处于人生的暮年,他们相比我们却还年轻,那么,正如我们所说,我们既需要同时进行立法,也需要同时努力使这些人在可能范围内自己也成为立法者和法护官。
ΚΛ. τί μήν;
CLE.:可不是吗?
εἴπερ οἷοί τέ γʼ ἐσμὲν ἱκανῶς.
只要我们确实有足够的能力。
ΑΘ. ἀλλʼ οὖν πειρατέα γε καὶ προθυμητέα.
ATH.:但无论如何,我们必须尝试并热切努力。
ΚΛ. πῶς γὰρ οὔ;
CLE.:怎么会不呢?
ΑΘ. λέγωμεν δὴ πρὸς αὐτούς· ὦ φίλοι σωτῆρες νόμων, ἡμεῖς περὶ ἑκάστων ὧν τίθεμεν τοὺς νόμους πάμπολλα παραλείψομεν—ἀνάγκη γάρ—οὐ μὴν ἀλλʼ ὅσα γε μὴ σμικρὰ καὶ τὸ ὅλον εἰς δύναμιν οὐκ ἀνήσομεν ἀπεριήγητον καθάπερ τινὶ περιγραφῇ· τοῦτο δὲ δεήσει συμπληροῦν ὑμᾶς τὸ περιηγηθέν.
ATH.:让我们对他们说:“亲爱的法律守护者们啊,关于我们要制定法律的各项具体事务,我们会遗漏非常多的东西——因为这是必然的——然而,只要力量所及,对于那些不小的事情以及整体大局,我们不会像在画轮廓时那样,让它们完全没有被描绘出来;而你们则必须去填满这个被描绘出的轮廓。
ὅποι δὲ βλέποντες δράσετε τὸ τοιοῦτον, ἀκούειν χρή.
” 你们在做什么样的事时应当看向何处,对此应当倾听。
Μέγιλλος μὲν γὰρ καὶ ἐγὼ καὶ Κλεινίας εἰρήκαμέν τε αὐτὰ ἀλλήλοις οὐκ ὀλιγάκις, ὁμολογοῦμέν τε λέγεσθαι καλῶς· ὑμᾶς δὲ ἡμῖν βουλόμεθα συγγνώμονάς τε ἅμα καὶ μαθητὰς γίγνεσθαι, βλέποντας πρὸς ταῦτα εἰς ἅπερ ἡμεῖς συνεχωρήσαμεν ἀλλήλοις τὸν νομοφύλακά τε καὶ νομοθέτην δεῖν βλέπειν.
因为梅吉洛斯、我和克莱尼亚斯已经不止一次地在彼此之间谈论过这些,并且一致认为这些说得很对;我们希望你们既能成为我们的赞同者,同时也能成为我们的弟子,注视着我们彼此同意的、法护官和立法者应当注视的那些目标。
ἦν δὲ ἡ συγχώρησις ἓν ἔχουσα κεφάλαιον, ὅπως ποτὲ ἀνὴρ ἀγαθὸς γίγνοιτʼ ἄν, τὴν ἀνθρώπῳ προσήκουσαν ἀρετὴν τῆς ψυχῆς ἔχων ἔκ τινος ἐπιτηδεύματος ἤ τινος ἤθους ἢ ποιᾶς κτήσεως ἢ ἐπιθυμίας ἢ δόξης ἢ μαθημάτων ποτέ τινων, εἴτε ἄρρην τις τῶν συνοικούντων οὖσα ἡ φύσις εἴτε θήλεια, νέων ἢ γερόντων, ὅπως εἰς ταὐτὸν τοῦτο ὃ λέγομεν τεταμένη σπουδὴ πᾶσα ἔσται διὰ παντὸς τοῦ βίου, τῶν δʼ ἄλλων ὁπόσα ἐμπόδια τούτοις μηδὲν προτιμῶν φανεῖται μηδʼ ὁστισοῦν, τελευτῶν δὲ καὶ πόλεως, ἐὰν ἀνάστατον ἀνάγκη φαίνηται γίγνεσθαι πρὶν ἐθέλειν δούλειον ὑπομείνασα ζυγὸν ἄρχεσθαι ὑπὸ χειρόνων, ἢ λείπειν φυγῇ τὴν πόλιν· ὡς πάντα τὰ τοιαῦτα ἄρʼ ἔσθʼ ὑπομενετέον πάσχοντας πρὶν ἀλλάξασθαι πολιτείαν ἣ χείρους ἀνθρώπους πέφυκε ποιεῖν.
而那一合意包含着一个核心要点:即如何才能使人成为善人,通过某种职业、某种性格、某种获得、欲望、意见或某些学习,拥有适合人类的灵魂之德,无论共同居住者的天性是男是女、是年轻是年老,从而使终生的所有热忱都致力于我们所说的这同一个目标,而对于其他一切成为其障碍的事物,任何人都不得表现出有所偏爱,甚至最终对于城邦而言,如果看起来必然要被毁灭,也决不情愿屈从于奴役的枷锁而被更差的人统治,或者选择逃亡以离开城邦;因为人们必须忍受一切此类痛苦,也决不转换成那种天生会使人变得更坏的国制。
§6.771ΑΘ. ταῦτα ἡμεῖς τε ἔμπροσθεν συνωμολογησάμεθα, καὶ νῦν ὑμεῖς ἡμῶν εἰς ταῦτα ἑκάτερα βλέποντες ἐπαινεῖτε καὶ ψέγετε τοὺς νόμους ὅσοι μὴ ταῦτα δυνατοί, τοὺς δὲ δυνατοὺς ἀσπάζεσθέ τε καὶ φιλοφρόνως δεχόμενοι ζῆτε ἐν αὐτοῖς· τὰ δʼ ἄλλα ἐπιτηδεύματα καὶ πρὸς ἄλλα τείνοντα τῶν ἀγαθῶν λεγομένων χαίρειν χρὴ προσαγορεύειν.
ATH.:这些是我们在之前共同同意的,现在你们也应当注视着我们的这两者,赞美或斥责所有无法做到这些的法律,而对于能做到这些的法律,则应当拥护并欣然接受,并在其中生活;至于其他的职业,以及那些朝向所谓的“善好”中其他事物的职业,你们应当对其宣告再见。
ἀρχὴ δὲ ἔστω τῶν μετὰ ταῦτα ἡμῖν νόμων ἥδε τις, ἀφʼ ἱερῶν ἠργμένη.
而在此之后的法律,其开端应当是这样的,即从神圣的事物开始。
τὸν ἀριθμὸν γὰρ δὴ δεῖ πρῶτον ἀναλαβεῖν ἡμᾶς τὸν τῶν πεντακισχιλίων καὶ τετταράκοντα, ὅσας εἶχέν τε καὶ ἔχει τομὰς προσφόρους ὅ τε ὅλος ἅμα καὶ ὁ κατὰ φυλάς, ὃ δὴ τοῦ παντὸς ἔθεμεν δωδεκατημόριον, ἓν καὶ εἴκοσιν εἰκοσάκις ὀρθότατα φύν.
因为我们首先必须采用五千零四十这个数字,看它整体以及按部族(我们已将其设定为总数的十二分之一)拥有和曾拥有多少方便的分割,这确实是最正确地作为二十的二十一倍而产生的。
ἔχει δὲ διανομὰς δώδεκα μὲν ὁ πᾶς ἀριθμὸς ἡμῖν, δώδεκα δὲ καὶ ὁ τῆς φυλῆς· ἑκάστην δὴ τὴν μοῖραν διανοεῖσθαι χρεὼν ὡς οὖσαν ἱεράν, θεοῦ δῶρον, ἑπομένην τοῖς μησὶν καὶ τῇ τοῦ παντὸς περιόδῳ.
对我们来说,整个数字有十二个分配,部族的数字也有十二个;每个部分都必须被看作是神圣的、神的恩赐,顺应着月份和宇宙的运行周期。
διὸ καὶ πᾶσαν πόλιν ἄγει μὲν τὸ σύμφυτον ἱεροῦν αὐτάς, ἄλλοι δὲ ἄλλων ἴσως ὀρθότερον ἐνείμαντό τε καὶ εὐτυχέστερον ἐθείωσαν τὴν διανομήν· ἡμεῖς δὲ οὖν νῦν φαμεν ὀρθότατα προῃρῆσθαι τὸν τῶν πεντακισχιλίων καὶ τετταράκοντα ἀριθμόν, ὃς πάσας τὰς διανομὰς ἔχει μέχρι τῶν δώδεκα ἀπὸ μιᾶς ἀρξάμενος πλὴν ἑνδεκάδος—αὕτη δʼ ἔχει σμικρότατον ἴαμα· ἐπὶ θάτερα γὰρ ὑγιὴς γίγνεται δυοῖν ἑστίαιν ἀπονεμηθείσαιν—ὡς δʼ ἐστὶν ταῦτα ἀληθῶς ὄντα, κατὰ σχολὴν οὐκ ἂν πολὺς ἐπιδείξειεν μῦθος.
因此,虽然每座城邦都因其固有的天性而倾向于将它们神圣化,而其他人或许比另一些人更正确地分配、并更幸运地神圣化了该分配;但我们无论如何,现在要说选择五千零四十这个数字是最正确的,它拥有从一到十二的所有分配,唯独除了十一——而这也有极小的补救办法;因为当分出两个灶口之后,在另一边它就变得健全了——而这些事情确实是真的,我们在闲暇时,用不着太长的论述就能证明。
πιστεύσαντες δὴ τὰ νῦν τῇ παρούσῃ φήμῃ καὶ λόγῳ, νείμωμέν τε ταύτην, καὶ ἑκάστῃ μοίρᾳ θεὸν ἢ θεῶν παῖδα ἐπιφημίσαντες, βωμούς τε καὶ τὰ τούτοις προσήκοντα ἀποδόντες, θυσιῶν πέρι συνόδους ἐπʼ αὐτοῖς ποιώμεθα δύο τοῦ μηνός, δώδεκα μὲν τῇ τῆς φυλῆς διανομῇ, δώδεκα δὲ αὐτῷ τῷ τῆς πόλεως διαμερισμῷ, θεῶν μὲν δὴ πρῶτον χάριτος ἕνεκα καὶ τῶν περὶ θεούς, δεύτερον δὲ ἡμῶν αὐτῶν οἰκειότητός τε πέρι καὶ γνωρίσεως ἀλλήλων, ὡς φαῖμεν ἄν, καὶ ὁμιλίας ἕνεκα πάσης.
所以目前我们且信赖当下的传闻和说法,分配这一数字,并为每个部分冠以神明或神之子的名字,赋予祭坛和适合它们的事务,并为了祭祀,每月为它们举行两次集会,十二次是针对部族的分配,十二次是针对城邦本身的划分,首先当然是为了神明的恩泽以及关于神明的事物,其次则是为了我们自身的亲近,正如我们会说的,为了彼此的认识以及一切交往。
πρὸς γὰρ δὴ τὴν τῶν γάμων κοινωνίαν καὶ σύμμειξιν ἀναγκαίως ἔχει τὴν ἄγνοιαν ἐξαιρεῖν παρʼ ὧν τέ τις ἄγεται καὶ ἃ καὶ οἷς ἐκδίδωσι, περὶ παντὸς ποιούμενον ὅτι μάλιστα τὸ μὴ σφάλλεσθαι μηδαμῶς ἐν τοῖς τοιούτοις κατὰ τὸ δυνατόν.
因为对于婚姻的结合与联姻而言,必须消除对于“某人娶谁为妻、以及将谁嫁给谁”的无知,我们要把“在此类事务中尽可能绝不犯错”视为最重要的事情。

词汇与语法注释

  1. 770aσφῷν — 第二人称双数属格/与格形式。此处与动词形容词 `ποιητέον` 连用,作为“施事者与格”来指示动作的主体。它指代对话的另外两人:克莱尼亚斯与梅吉洛斯。
  2. 770bἀπεριήγητον — 意为“未画完”、“未描摹尽的”形容词,作为 `οὐκ ἀνήσομεν`(我们不放过、不留下)的宾语补足语。这起到了双重否定的作用,表达了强烈的决心,即“尽可能不让大局处于完全未被描绘的素描状态”。
  3. 770cὅπως ποτὲ ἀνὴρ ἀγαθὸς γίγνοιτʼ ἄν — 连词 `ὅπως` 后接希求语气加 `ἄν`,构成了间接疑问从句,具体解释前文的主旨 `συγχώρησις ἓν ἔχουσα κεφάλαιον`(包含一个核心要点的合意)。由于伴有 `ἄν`,它强调了“人如何才可能成为善人”的潜在可能性。
  4. 771cδυοῖν ἑστίαιν ἀπονεμηθείσαιν — 双数名词与分词构成的属格绝对结构(独立分词句)。由于5040这个数字不能被11整除(11×458 = 5038,余2),该结构条件性地表达了数学上的处理方法:如果将两个“灶口(家庭)”分出去另行处理,剩下的部分就能被11整除而变得“健全”。

引用这一段

柏拉图, 法律篇 §6.770-6.771. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:6.770-6.771

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。