§6.772ΑΘ. τῆς οὖν τοιαύτης σπουδῆς ἕνεκα χρὴ καὶ τὰς παιδιὰς ποιεῖσθαι χορεύοντάς τε καὶ χορευούσας κόρους καὶ κόρας, καὶ ἅμα δὴ θεωροῦντάς τε καὶ θεωρουμένους μετὰ λόγου τε καὶ ἡλικίας τινὸς ἐχούσης εἰκυίας προφάσεις, γυμνοὺς καὶ γυμνὰς μέχριπερ αἰδοῦς σώφρονος ἑκάστων.
ΑΘ. それゆえ、このような熱意のために、若者や乙女たちが踊りながら、遊びをも行うべきである。 そして同時に、道理にかない、かつふさわしい口実を与えるような年齢のもとで、各人の節度ある羞恥心が許す限りの裸体で、見つめ、また見つめられながらそうするべきである。
τούτων δʼ ἐπιμελητὰς πάντων καὶ κοσμητὰς τοὺς τῶν χορῶν ἄρχοντας γίγνεσθαι καὶ νομοθέτας μετὰ τῶν νομοφυλάκων, ὅσον ἂν ἡμεῖς ἐκλείπωμεν τάττοντες·
これらすべてを管理し調整する者となるのは、合唱隊の指導者たちであり、彼らは我々が規定し残した分についての立法者として、法護官たちとともにそれを行うべきである。
ἀναγκαῖον δέ, ὅπερ εἴπομεν, περὶ τὰ τοιαῦτα πάντα ὅσα σμικρὰ καὶ πολλὰ νομοθέτην μὲν ἐκλείπειν, τοὺς δʼ ἐμπείρους ἀεὶ κατʼ ἐνιαυτὸν γιγνομένους αὐτῶν, ἀπὸ τῆς χρείας μανθάνοντας, τάττεσθαι καὶ ἐπανορθουμένους κινεῖν κατʼ ἐνιαυτόν, ἕως ἂν ὅρος ἱκανὸς δόξῃ τῶν τοιούτων νομίμων καὶ ἐπιτηδευμάτων γεγονέναι.
しかし、我々が言ったように、これらすべての些細で多数の事柄については、立法者が規定を省くことが必然であり、それらについて毎年経験を積む人々が、実務から学びつつ、規則を定め、毎年修正を加え変更するべきである。 それは、これらのような慣習や活動について十分な基準ができたと見なされるまで続けられる。
χρόνος μὲν οὖν μέτριος ἅμα καὶ ἱκανὸς γίγνοιτʼ ἂν τῆς ἐμπειρίας δεκαετηρὶς θυσιῶν τε καὶ χορειῶν, ἐπὶ πάντα καὶ ἕκαστα ταχθείς, ζῶντος μὲν τοῦ τάξαντος νομοθέτου κοινῇ, τέλος δὲ σχόντος, αὐτὰς ἑκάστας τὰς ἀρχὰς εἰς τοὺς νομοφύλακας εἰσφερούσας τὸ παραλειπόμενον τῆς αὑτῶν ἀρχῆς ἐπανορθοῦσθαι, μέχριπερ ἂν τέλος ἔχειν ἕκαστον δόξῃ τοῦ καλῶς ἐξειργάσθαι, τότε δὲ ἀκίνητα θεμένους, ἤδη χρῆσθαι μετὰ τῶν ἄλλων νόμων οὓς ἔταξε κατʼ ἀρχὰς ὁ θεὶς αὐτοῖς νομοθέτης·
それゆえ、経験のための適度で十分な時間は、犠牲祭や舞踊について、全体および個々のことに定められた10年間であろう。 これは共同で規則を定めた立法者が存命している間は共同で行われ、彼が世を去った後は、それぞれの官職自体が、法護官たちのもとに各自の管理のもとで残された不十分な点を持ち寄り、個々の事柄が立派に仕上げられたと見なされるまで修正を加える。 その時、これらを不変のものとして定め、制定した立法者が最初に彼らに定めた他の法律とともに、これらを用いるべきである。
ὧν πέρι κινεῖν μὲν ἑκόντας μηδέποτε μηδέν, εἰ δέ τις ἀνάγκη δόξειέ ποτε καταλαβεῖν, πάσας μὲν τὰς ἀρχὰς χρὴ συμβούλους, πάντα δὲ τὸν δῆμον καὶ πάσας θεῶν μαντείας ἐπελθόντας, ἐὰν συμφωνῶσι πάντες, οὕτω κινεῖν, ἄλλως δὲ μηδέποτε μηδαμῶς, ἀλλὰ τὸν κωλύοντα ἀεὶ κατὰ νόμον κρατεῖν.
これらに関して、自発的に何かを変更することは決してあってはならず、もし何らかの必要性がいつか生じたと見なされるならば、すべての官職を顧問とし、全民衆および神々のすべての神託に尋ね、全員が同意する場合にのみ、そのように変更すべきである。 それ以外の場合には決して、いかなる方法でも変更してはならず、むしろ変更を妨げる者が常に法に従って優越するものとする。
ὁπότε τις οὖν καὶ ὁπηνίκα τῶν πέντε καὶ εἴκοσι γεγονότων ἔτη, σκοπῶν καὶ σκοπούμενος ὑπʼ ἄλλων, κατὰ νοῦν ἑαυτῷ καὶ πρέποντα εἰς παίδων κοινωνίαν καὶ γένεσιν ἐξηυρηκέναι πιστεύει, γαμείτω μὲν πᾶς ἐντὸς τῶν πέντε καὶ τριάκοντα ἐτῶν, τὸ δὲ πρέπον καὶ τὸ ἁρμόττον ὡς χρὴ ζητεῖν, πρῶτον ἐπακουσάτω·
それゆえ、25歳に達した者が、他者を見つめ、また他者から見つめられながら、子供たちの共同の生殖のために、自分の意に沿い、かつふさわしい相手を見出したと信じるときはいつでも、すべての男は35歳までに結婚するべきである。 しかし、ふさわしいもの、適合するものをどのように求めるべきかについて、まず耳を傾けるべきである。
δεῖ γάρ, ὥς φησιν Κλεινίας, ἔμπροσθεν τοῦ νόμου προοίμιον οἰκεῖον ἑκάστῳ προτιθέναι.
クレイニアスが言うように、法律の前にそれぞれの法に適した前奏を置くべきだからである。
ΚΛ. κάλλιστα, ὦ ξένε, διεμνημόνευσας, ἔλαβές τε τοῦ λόγου καιρὸν καὶ μάλʼ ἐμοὶ δοκοῦντʼ εἶναι σύμμετρον.
ΚΛ. 客人よ、実に見事に思い起こしてくれた。 そしてあなたは議論の、まさに私にとって非常に適切と思われる頃合いを捉えてくれた。
§6.773ΑΘ. εὖ λέγεις.
ΑΘ. よく言ってくれた。
ὦ παῖ, τοίνυν φῶμεν ἀγαθῶν πατέρων φύντι, τοὺς παρὰ τοῖς ἔμφροσιν εὐδόξους γάμους χρὴ γαμεῖν, οἵ σοι παραινοῖεν ἂν μὴ φεύγειν τὸν τῶν πενήτων μηδὲ τὸν τῶν πλουσίων διώκειν διαφερόντως γάμον, ἀλλʼ ἐὰν τἆλλα ἰσάζῃ, τὸν ὑποδεέστερον ἀεὶ τιμῶντα εἰς τὴν κοινωνίαν συνιέναι.
それなら、おお若者よ、と語りかけよう。 「善き父たちのもとに生まれた者として、思慮ある人々の間で評判の良い結婚をするべきである。 彼らはあなたに、貧しい人々との結婚を避けず、また富める人々との結婚を特に追い求めず、むしろ他の条件が等しいならば、常に自分より少し劣る地位の者を重んじて、その共同の関係に入りなさいと勧告するだろう。
τῇ τε γὰρ πόλει σύμφορον ἂν εἴη ταύτῃ ταῖς τε συνιούσαις ἑστίαις·
」というのも、この方が都市にとっても、結合する家々にとっても有益だからである。
τὸ γὰρ ὁμαλὸν καὶ σύμμετρον ἀκράτου μυρίον διαφέρει πρὸς ἀρετήν.
均等で調和しているものは、極端なものに比べて、徳において計り知れず優れているからである。
κοσμίων τε πατέρων χρὴ προθυμεῖσθαι γίγνεσθαι κηδεστὴν τὸν αὑτῷ συνειδότα ἰταμώτερον ἅμα καὶ θᾶττον τοῦ δέοντος πρὸς πάσας τὰς πράξεις φερόμενον· τὸν δʼ ἐναντίως πεφυκότα ἐπὶ τἀναντία χρὴ κηδεύματα πορεύεσθαι.
また、すべての行動において自分が必要以上に衝動的で急に進みがちであると自覚している者は、規律ある父たちと姻戚関係を結ぶことに努めるべきであり、他方、これと反対の性質を持つ者は、反対の方向の姻戚関係へと向かうべきである。
καὶ κατὰ παντὸς εἷς ἔστω μῦθος γάμου·
そして、結婚について全般に関する一つの教えがあるべきである。
τὸν γὰρ τῇ πόλει δεῖ συμφέροντα μνηστεύειν γάμον ἕκαστον, οὐ τὸν ἥδιστον αὑτῷ.
すなわち、「個々の人は、自分にとって最も快い結婚ではなく、都市にとって有益な結婚を追い求めるべきである」というものだ。
φέρεται δέ πως πᾶς ἀεὶ κατὰ φύσιν πρὸς τὸν ὁμοιότατον αὑτῷ, ὅθεν ἀνώμαλος ἡ πόλις ὅλη γίγνεται χρήμασίν τε καὶ τρόπων ἤθεσιν·
しかし、人は誰しも自然と、自分に最もよく似た者へと引き寄せられるものであり、そこから都市全体が富においても性格の習慣においても不均等になってしまう。
ἐξ ὧν ἃ μὴ βουλόμεθα συμβαίνειν ἡμῖν, καὶ μάλιστα συμβαίνει ταῖς πλείσταις πόλεσι.
そしてその結果、我々が望まないようなことが我々自身に起こり、特に多くの都市で実際に起こっているのである。
ταῦτα δὴ διὰ λόγου μὲν νόμῳ προστάττειν, μὴ γαμεῖν πλούσιον πλουσίου, μηδὲ πολλὰ δυνάμενον πράττειν ἄλλου τοιούτου, θάττους δὲ ἤθεσι πρὸς βραδυτέρους καὶ βραδυτέρους πρὸς θάττους ἀναγκάζειν τῇ τῶν γάμων κοινωνίᾳ πορεύεσθαι, πρὸς τῷ γελοῖα εἶναι θυμὸν ἂν ἐγείραι πολλοῖς·
それゆえ、これらのことを文言によって法律で命令すること、すなわち、富者が富者と結婚してはならないとか、強力な権力を持つ者が同じような他の者と結婚してはならないとか、気性の激しい者をより穏やかな者へと、穏やかな者をより激しい者へと、結婚の交わりにおいて強制的に進ませるということは、滑稽であるばかりでなく、多くの人々に怒りを引き起こすであろう。
οὐ γὰρ ῥᾴδιον ἐννοεῖν ὅτι πόλιν εἶναι δεῖ δίκην κρατῆρος κεκραμένην, οὗ μαινόμενος μὲν οἶνος ἐγκεχυμένος ζεῖ, κολαζόμενος δὲ ὑπὸ νήφοντος ἑτέρου θεοῦ καλὴν κοινωνίαν λαβὼν ἀγαθὸν πῶμα καὶ μέτριον ἀπεργάζεται.
というのも、都市とは調合された混酒器のようであるべきだと理解することは容易ではないからである。 そこでは、注ぎ込まれた狂気のワインが沸き立っているが、しらふの他の神によって懲らしめられ、美しく結合して、良質で適度な飲み物を作り出すのである。
τοῦτʼ οὖν γιγνόμενον ἐν τῇ τῶν παίδων μείξει διορᾶν ὡς ἔπος εἰπεῖν δυνατὸς οὐδείς·
それゆえ、子供たちの交わりにおいてこれが起こっているのを見通すことは、いわば誰にも不可能である。
τούτων δὴ χάριν ἐᾶν μὲν νόμῳ τὰ τοιαῦτα ἀναγκαῖον, ἐπᾴδοντα δὲ πείθειν πειρᾶσθαι τὴν τῶν παίδων ὁμαλότητα αὐτῶν αὑτοῖς τῆς τῶν γάμων ἰσότητος ἀπλήστου χρημάτων οὔσης περὶ πλείονος ἕκαστον ποιεῖσθαι, καὶ διʼ ὀνείδους ἀποτρέπειν τὸν περὶ τὰ χρήματα ἐν τοῖς γάμοις ἐσπουδακότα, ἀλλὰ μὴ γραπτῷ νόμῳ βιαζόμενον.
これらの理由から、このようなことを成文法で強制することは控えるのが必然であり、むしろ歌を口ずさみつつ説得を試み、金銭に対する貪欲な結婚の平等よりも、子供たちの互いの均等性を各人がより重視するようにさせるべきであり、また、結婚において富を熱心に求めた者を非難によって思いとどまらせるべきであって、書き表された法律によって強制すべきではない。