Humanitext Reader

プラトン · 法律 §6.768-6.769

市民の裁判参加と法を補完する後継者の必要性

76 / 186 箇所 · ギリシア語

要旨

アテナイ人は公訴と私訴における市民の裁判への関与について論じ、裁判制度の確定を後回しにすることに合意する。そして、画家の仕事に例えて、法律も時代の変化や実務に合わせて修正・補完する後継者が必要であることを語る。

§6.768ΑΘ. περὶ δὲ τῶν δημοσίων ἐγκλημάτων ἀναγκαῖον πρῶτον μὲν τῷ πλήθει μεταδιδόναι τῆς κρίσεως—οἱ γὰρ ἀδικούμενοι πάντες εἰσίν, ὁπόταν τις τὴν πόλιν ἀδικῇ, καὶ χαλεπῶς ἂν ἐν δίκῃ φέροιεν ἄμοιροι γιγνόμενοι τῶν τοιούτων διακρίσεων—ἀλλʼ ἀρχήν τε εἶναι χρὴ τῆς τοιαύτης δίκης καὶ τελευτὴν εἰς τὸν δῆμον ἀποδιδομένην, τὴν δὲ βάσανον ἐν ταῖς μεγίσταις ἀρχαῖς τρισίν, ἃς ἂν ὅ τε φεύγων καὶ ὁ διώκων συνομολογῆτον·
ΑΘ. 他方で、公の告発に関しては、第一に、民衆に裁判の判定を分かち合うことが必要である。 というのも、誰かが都市に不正を行うときには、すべての者が不正を被る者となるのであり、もし彼らがそのような裁決を分け持たないならば、訴訟において不満を抱くであろうからである。 むしろ、そのような裁判の始まりと終わりは民衆に委ねられるべきであり、一方でその詳細な審問は、被告と原告の双方が合意する最大の三つの官職において行われるべきである。
ἐὰν δὲ μὴ δύνησθον κοινωνῆσαι τῆς ὁμολογίας αὐτοί, τὴν βουλὴν ἐπικρίνειν αὐτῶν τὴν αἵρεσιν ἑκατέρου.
もし彼ら自身が合意に達することができないなら、評議会がそれぞれの選択を決定すべきである。
δεῖ δὲ δὴ καὶ τῶν ἰδίων δικῶν κοινωνεῖν κατὰ δύναμιν ἅπαντας·
また、私的な裁判についても、できる限りすべての人が分かち合うべきである。
ὁ γὰρ ἀκοινώνητος ὢν ἐξουσίας τοῦ συνδικάζειν ἡγεῖται τὸ παράπαν τῆς πόλεως οὐ μέτοχος εἶναι.
なぜなら、共に裁判する権限を分け持たない者は、まったく都市の構成員ではないと考えるからである。
διὰ ταῦτʼ οὖν δὴ καὶ κατὰ φυλὰς ἀναγκαῖον δικαστήριά τε γίγνεσθαι καὶ κλήρῳ δικαστὰς ἐκ τοῦ παραχρῆμα ἀδιαφθόρους ταῖς δεήσεσι δικάζειν, τὸ δὲ τέλος κρίνειν πάντων τῶν τοιούτων ἐκεῖνο τὸ δικαστήριον, ὅ φαμεν εἴς γε ἀνθρωπίνην δύναμιν ὡς οἷόν τε ἀδιαφθορώτατα παρεσκευάσθαι τοῖς μὴ δυναμένοις μήτε ἐν τοῖς γείτοσι μήτε ἐν τοῖς φυλετικοῖς δικαστηρίοις ἀπαλλάττεσθαι.
それゆえにまた、部族ごとの裁判所が設置されること、そして懇願によって腐敗させられない裁判官たちが、抽選によって即座に選され、裁判を行うことが必要である。 そして、そのようなすべてのものの最終的な判定は、近隣の人々の間でも部族ごとの裁判所でも解決できない者たちのために、人間の能力の及ぶ限り最も腐敗しにくいように準備されていると我々が言うあの裁判所が下すべきである。
νῦν δὴ περὶ μὲν δικαστήρια ἡμῖν—ἃ δή φαμεν οὔθʼ ὡς ἀρχὰς οὔτε ὡς μὴ ῥᾴδιον εἰπόντα ἀναμφισβητήτως εἰρηκέναι—περὶ μὲν ταῦτα οἷον περιγραφή τις ἔξωθεν περιγεγραμμένη τὰ μὲν εἴρηκεν, τὰ δʼ ἀπολείπει σχεδόν·
さて、我々の裁判所については――それらを官吏として規定するのも、そうでないとするのも、どちらも異論なく語ることは容易ではないと我々が言っているが――それらについては、いわば外側から描かれた大枠の素描が、ある事柄は語り、ある事柄はほとんど残している。
πρὸς γὰρ τέλει νομοθεσίας ἡ δικῶν ἀκριβὴς νόμων θέσις ἅμα καὶ διαίρεσις ὀρθότατα γίγνοιτʼ ἂν μακρῷ.
というのも、裁判に関する正確な法律の制定と分類は、立法プロセスの最後においてこそ、はるかに最も正しく行われるからである。
ταύταις μὲν οὖν εἰρήσθω πρὸς τῷ τέλει περιμένειν ἡμᾶς, αἱ δὲ περὶ τὰς ἄλλας ἀρχὰς καταστάσεις σχεδὸν τὴν πλείστην εἰλήφασιν νομοθεσίαν·
したがって、これらについては、我々が最後になるまで待つようにと言っておくこととし、他の官職の設置に関する規定は、ほぼ大半の立法を占めた。
τὸ δὲ ὅλον καὶ ἀκριβὲς περὶ ἑνός τε καὶ πάντων τῶν κατὰ πόλιν καὶ πολιτικὴν πᾶσαν διοικήσεων οὐκ ἔστιν γενέσθαι σαφές, πρὶν ἂν ἡ διέξοδος ἀπʼ ἀρχῆς τά τε δεύτερα καὶ τὰ μέσα καὶ πάντα μέρη τὰ ἑαυτῆς ἀπολαβοῦσα πρὸς τέλος ἀφίκηται.
しかし、都市における個々の、またすべてのこと、およびすべての国政運営についての全体的かつ正確な理解は、最初からの詳細な探究が、二次的なもの、中間的なもの、そしてそれ自身のすべての部分を取り込んで最後に到達するまでは、明らかになり得ない。
νῦν μὴν ἐν τῷ παρόντι μέχρι τῆς τῶν ἀρχόντων αἱρέσεως γενομένης τελευτὴ μὲν τῶν ἔμπροσθεν αὕτη γίγνοιτʼ ἂν ἱκανή, νόμων δὲ θέσεως ἀρχὴ καὶ ἀναβολῶν ἅμα καὶ ὄκνων οὐδὲν ἔτι δεομένη.
しかしながら、現時点においては、官吏の選出にまで至ったことで、これまでの議論の十分な終わりとなり、法律制定の始まりとなって、もはや引き延ばしや躊躇を必要としないであろう。
ΚΛ. πάντως μοι κατὰ νοῦν, ὦ ξένε, τὰ ἔμπροσθεν εἰρηκώς, τὴν ἀρχὴν νῦν τελευτῇ προσάψας περὶ τῶν τε εἰρημένων καὶ τῶν μελλόντων ῥηθήσεσθαι, ταῦτα ἔτι μᾶλλον ἐκείνων εἴρηκας φιλίως.
ΚΛ. 異邦人よ、あなたがこれまでに語ったことは全く私の心にかなうものであり、これまでに語られたこととこれから語られることについて、今や始まりを終わりに結びつけたことで、これらのことをそれら以前のことよりもいっそう快く語ってくれた。
§6.769ΑΘ. καλῶς τοίνυν ἂν ἡμῖν ἡ πρεσβυτῶν ἔμφρων παιδιὰ μέχρι δεῦρʼ εἴη τὰ νῦν διαπεπαισμένη.
ΑΘ. それでは、我々の分別ある老人たちの遊びは、これまでのところ十分に遊び尽くされたとしよう。
ΚΛ. καλὴν τὴν σπουδὴν ἔοικας δηλοῦν τῶν ἀνδρῶν.
ΚΛ. あなたは我々のような人々の真剣さを立派なものとして示しているようだ。
ΑΘ. εἰκός γε·
ΑΘ. もっともなことだ。
τόδε δʼ ἐννοήσωμεν εἰ σοὶ δοκεῖ καθάπερ ἐμοί.
しかし、このことを、あなたも私と同じように思うかどうか考えてみよう。
ΚΛ. τὸ ποῖον δὴ καὶ περὶ τίνων;
ΚΛ. それはいったいどのようなこと、何についてのことか。
ΑΘ. οἶσθʼ ὅτι καθάπερ ζωγράφων οὐδὲν πέρας ἔχειν ἡ πραγματεία δοκεῖ περὶ ἑκάστων τῶν ζῴων, ἀλλʼ ἢ τοῦ χραίνειν ἢ ἀποχραίνειν, ἢ ὁτιδήποτε καλοῦσι τὸ τοιοῦτον οἱ ζωγράφων παῖδες, οὐκ ἄν ποτε δοκεῖ παύσασθαι κοσμοῦσα, ὥστε ἐπίδοσιν μηκέτʼ ἔχειν εἰς τὸ καλλίω τε καὶ φανερώτερα γίγνεσθαι τὰ γεγραμμένα.
ΑΘ. 画家たちの仕事においては、個々の絵画に関して終わることがないように思われることを、あなたは知っているだろう。 彼らは、色を加えたり、陰影をつけたり(あるいは画家の見習いたちがそのようなことを何と呼ぼうとも)、より美しく、またより鮮明に描かれたものが仕上がるための改善の余地がもはやなくなるほど、飾り立てることを決してやめないように思われる。
ΚΛ. σχεδὸν ἐννοῶ ἀκούων καὶ αὐτὸς ταῦτα ἃ λέγεις, ἐπεὶ ἐντριβής γε οὐδαμῶς γέγονα τῇ τοιαύτῃ τέχνῃ.
ΚΛ. あなたの言うことを聞いて、私自身もほぼ理解できる。 というのも、私はそのような技術にまったく通じていないからだ。
ΑΘ. καὶ οὐδέν γε ἐβλάβης.
ΑΘ. それによって損をしたわけでもない。
χρησώμεθά γε μὴν τῷ νῦν παρατυχόντι περὶ αὐτῆς ἡμῖν λόγῳ τὸ τοιόνδε, ὡς εἴ ποτέ τις ἐπινοήσειε γράψαι τε ὡς κάλλιστον ζῷον καὶ τοῦτʼ αὖ μηδέποτε ἐπὶ φαυλότερον ἀλλʼ ἐπὶ τὸ βέλτιον ἴσχειν τοῦ ἐπιόντος ἀεὶ χρόνου, συννοεῖς ὅτι θνητὸς ὤν, εἰ μή τινα καταλείψει διάδοχον τοῦ ἐπανορθοῦν τε, ἐάν τι σφάλληται τὸ ζῷον ὑπὸ χρόνων, καὶ τὸ παραλειφθὲν ὑπὸ τῆς ἀσθενείας τῆς ἑαυτοῦ πρὸς τὴν τέχνην οἷός τε εἰς τὸ πρόσθεν ἔσται φαιδρύνων ποιεῖν ἐπιδιδόναι, σμικρόν τινα χρόνον αὐτῷ πόνος παραμενεῖ πάμπολυς;
ともかく、我々に今たまたま訪れた絵画についての比喩を次のように用いてみよう。 すなわち、もし誰かが、できる限り美しい肖像を描き、かつこれが来るべきいかなる時間においても決して劣ったものにならず、むしろいっそう優れた状態を保ち続けるようにと意図したとする。 もしその者が、死すべき身であるのに、時間の経過によって肖像が損なわれた場合にそれを修復し、また自身の技術の未熟さのために残されてしまった部分を、さらに輝かせて前進させ改善することができるような後継者を残さないならば、彼にとってその非常に大きな労力も、ごく短い時間しか維持されないということを、あなたは理解するか。
ΚΛ. ἀληθῆ.
ΚΛ. 本当だ。
ΑΘ. τί οὖν;
ΑΘ. ではどうだろう。
ἆρʼ οὐ τοιοῦτον δοκεῖ σοι τὸ τοῦ νομοθέτου βούλημʼ εἶναι;
立法者の意図もそのようなものであるとは思わないか。
πρῶτον μὲν γράψαι τοὺς νόμους πρὸς τὴν ἀκρίβειαν κατὰ δύναμιν ἱκανῶς·
第一に、できる限り十分に正確さを期して法律を記述すること。
ἔπειτα προϊόντος τοῦ χρόνου καὶ τῶν δοξάντων ἔργῳ πειρώμενον, ἆρʼ οἴει τινὰ οὕτως ἄφρονα γεγονέναι νομοθέτην, ὥστʼ ἀγνοεῖν ὅτι πάμπολλα ἀνάγκη παραλείπεσθαι τοιαῦτα, ἃ δεῖ τινα συνεπόμενον ἐπανορθοῦν, ἵνα μηδαμῇ χείρων, βελτίων δὲ ἡ πολιτεία καὶ ὁ κόσμος ἀεὶ γίγνηται περὶ τὴν ᾠκισμένην αὐτῷ πόλιν;
次いで、時間が経過し、決定された事柄を実際に試す中で、いかなる立法者であっても、後継者がそれに従って修正すべき多くの事柄が取り残されるのが必然であることを、知らないほど愚かであると思うか。 それは、彼が創建した都市において、国制と秩序が常に決して悪化せず、むしろ向上するためなのであるが。
ΚΛ. εἰκός—πῶς γὰρ οὔ;
ΚΛ. そのように望むことは、誰にとっても当然のことである。 どうしてそうでないことがあろうか。
—βούλεσθαι πάντα ὁντινοῦν τὸ τοιοῦτον. ΑΘ. οὐκοῦν εἴ τίς τινα μηχανὴν ἔχοι πρὸς τοῦτο, ἔργῳ καὶ λόγοις τίνα τρόπον διδάξειεν ἂν ἕτερον εἴτε μείζονα εἴτε ἐλάττω περὶ τοῦτʼ ἔχειν ἔννοιαν, ὅπως χρὴ φυλάττειν καὶ ἐπανορθοῦν νόμους, οὐκ ἄν ποτε λέγων ἀπείποι τὸ τοιοῦτον πρὶν ἐπὶ τέλος ἐλθεῖν;
ΑΘ. それなら、もし誰かがこのことのための何らかの手段を持っているなら、法律をいかに守り修正すべきかについて、大小にかかわらず理解を持つよう、言葉と実践によって他者をどのように教えるべきかについて、語ることをあきらめず、それを最後まで語り通すのではないか。

語釈・文法注

  1. 768aχαλεπῶς ἂν ἐν δίκῃ φέροιεν — χαλεπῶς φέρειν は「腹を立てる」「耐え難く思う」というイディオム。ここでは条件文の帰結節として ἄμοιροι γιγνόμενοι(もし分け前を持たないなら)という分詞の仮定用法を伴い、潜在・反実仮想(ἄν + 希求法)で表現されている。ἐν δίκῃ は「裁判において」を意味する。
  2. 768cἃ δή φαμεν οὔθʼ ὡς ἀρχὰς οὔτε ὡς μὴ ῥᾴδιον εἰπόντα ἀναμφισβητήτως εἰρηκέναι — 関係代名詞 ἅ が導く挿入的な関係節。εἰπόντα は対格不定詞構文の論理的主語(我々)を指す分詞。二重の否定的な様態(οὔτε ὡς ... οὔτε ὡς ...)を伴い、裁判所(裁判官)を官吏とするか否かの定義の難しさ(767aでの議論)を指している。
  3. 769cτὸ παραλειφθὲν ὑπὸ τῆς ἀσθενείας τῆς ἑαυτοῦ πρὸς τὴν τέχνην — 名詞化した分詞 τὸ παραλειφθέν(取り残された部分)は、ὑπό +属格の行為者句(彼の技術の未熟さによって)で修飾されている。πρὸς τὴν τέχνην(技術に対する)は ἀσθενείας を修飾し、全体で「技術における彼自身の未熟さのせいで残された部分」を意味する。

この箇所を引用する

プラトン, 法律 §6.768-6.769. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:6.768-6.769

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。