§6.766ΑΘ. παντὸς γὰρ δὴ φυτοῦ ἡ πρώτη βλάστη καλῶς ὁρμηθεῖσα, πρὸς ἀρετὴν τῆς αὑτοῦ φύσεως κυριωτάτη τέλος ἐπιθεῖναι τὸ πρόσφορον, τῶν τε ἄλλων φυτῶν καὶ τῶν ζῴων ἡμέρων καὶ ἀγρίων καὶ ἀνθρώπων·
ΑΘ. というのも、すべての植物について、その最初の芽生えが良く出発するならば、それ自身の自然の徳に向けて、ふさわしい終わりを付け加えるのに最も決定的な力を持っているからである。 これは、他の植物や、飼い慣らされた動物や野生の動物、そして人間においても同様である。
ἄνθρωπος δέ, ὥς φαμεν, ἥμερον, ὅμως μὴν παιδείας μὲν ὀρθῆς τυχὸν καὶ φύσεως εὐτυχοῦς, θειότατον ἡμερώτατόν τε ζῷον γίγνεσθαι φιλεῖ, μὴ ἱκανῶς δὲ ἢ μὴ καλῶς τραφὲν ἀγριώτατον, ὁπόσα φύει γῆ.
しかしながら人間は、我々が言うように、穏和な動物であるが、正しい教育と幸運な素質に恵まれるならば、最も神聖で最も穏和な動物になるのが常である一方、不十分に、あるいは良くなく育てられるならば、地が育むあらゆるものの中で最も野生的なものとなる。
ὧν ἕνεκα οὐ δεύτερον οὐδὲ πάρεργον δεῖ τὴν παίδων τροφὴν τὸν νομοθέτην ἐᾶν γίγνεσθαι, πρῶτον δὲ ἄρξασθαι χρεὼν τὸν μέλλοντα αὐτῶν ἐπιμελήσεσθαι καλῶς αἱρεθῆναι, τῶν ἐν τῇ πόλει ὃς ἂν ἄριστος εἰς πάντα ᾖ, τοῦτον κατὰ δύναμιν ὅτι μάλιστα αὐτοῖς καθιστάντα προστάττειν ἐπιμελητήν.
それらの理由から、立法者は子供の育成を、第二のことや副次的な仕事にすることを許してはならず、まず、彼らを管理しようとする者が立派に選ばれることから始めるべきである。 都市の中にいる人々の中で、あらゆる点において最も優れた者である人を、できる限り彼らの管理者として任命し、彼にその育成を命じるべきである。
αἱ πᾶσαι τοίνυν ἀρχαὶ πλὴν βουλῆς καὶ πρυτάνεων εἰς τὸ τοῦ Ἀπόλλωνος ἱερὸν ἐλθοῦσαι φερόντων ψῆφον κρύβδην, τῶν νομοφυλάκων ὅντινʼ ἂν ἕκαστος ἡγῆται κάλλιστʼ ἂν τῶν περὶ παιδείαν ἄρξαι γενομένων·
それゆえ、評議会とプリュタネイスを除くすべての官職にある者たちは、アポロンの神殿に行き、秘密裏に投票を行うべきである。 法の守護者たちの中から、教育に関してこれまでに任命された者たちの中で、誰が最も見事に職務を果たすと各人が考えるかについて。
ᾧ δʼ ἂν πλεῖσται ψῆφοι συμβῶσιν, δοκιμασθεὶς ὑπὸ τῶν ἄλλων ἀρχόντων τῶν ἑλομένων, πλὴν νομοφυλάκων, ἀρχέτω ἔτη πέντε, ἕκτῳ δὲ κατὰ ταὐτὰ ἄλλον ἐπὶ ταύτην τὴν ἀρχὴν αἱρεῖσθαι.
そして、最も多くの票が集まった者は、彼を選出した他の官吏たち(法の守護者たちを除く)によって資格審査を受けた上で、五年間その職を司るものとし、六年目には同じ方法によって、別の者をこの職に選出するものとする。
ἐὰν δέ τις δημοσίαν ἀρχὴν ἄρχων ἀποθάνῃ πρὶν ἐξήκειν αὐτῷ τὴν ἀρχὴν πλεῖον ἢ τριάκοντα ἐπιδεομένην ἡμερῶν, τὸν αὐτὸν τρόπον ἐπὶ τὴν ἀρχὴν ἄλλον καθιστάναι οἷς ἦν τοῦτο προσηκόντως μέλον.
もし公職を司っている誰かが、任期満了までに三十日以上の期間を残して死亡したならば、同じ方法によって、その任を担当することに適切な関心を持つ者たちによって、別の者をその職に就かせるべきである。
καὶ ἐὰν ὀρφανῶν ἐπίτροπος τελευτήσῃ τις, οἱ προσήκοντες καὶ ἐπιδημοῦντες πρὸς πατρὸς καὶ μητρὸς μέχρι ἀνεψιῶν παίδων ἄλλον καθιστάντων ἐντὸς δέκα ἡμερῶν, ἢ ζημιούσθων ἕκαστος δραχμῇ τῆς ἡμέρας, μέχριπερ ἂν τοῖς παισὶν καταστήσωσι τὸν ἐπίτροπον.
また、もし孤児の保護者の誰かが亡くなったなら、父方および母方のいとこの子供までの親族で、国内に滞在している者たちが、十日以内に別の保護者を任命すべきであり、さもなければ、その子供たちに保護者を任命するまで、一人につき一日一ドラクマの罰金を科されるものとする。
πᾶσα δὲ δήπου πόλις ἄπολις ἂν γίγνοιτο, ἐν ᾗ δικαστήρια μὴ καθεστῶτα εἴη κατὰ τρόπον·
言うまでもなく、裁判所が適切に設置されていない都市は、都市ではなくなってしまうであろう。
ἄφωνος δʼ αὖ δικαστὴς ἡμῖν καὶ μὴ πλείω τῶν ἀντιδίκων ἐν ταῖς ἀνακρίσεσι φθεγγόμενος, καθάπερ ἐν ταῖς διαίταις, οὐκ ἄν ποτε ἱκανὸς γένοιτο περὶ τὴν τῶν δικαίων κρίσιν·
また、我々にとって、黙ったままの裁判官、あるいは予備審問において仲裁におけるように当事者たちよりも多くを語らない裁判官は、正義の判定に関して十分な者には決してなり得ない。
ὧν ἕνεκα οὔτε πολλοὺς ὄντας ῥᾴδιον εὖ δικάζειν οὔτε ὀλίγους φαύλους.
これらの理由から、裁判官が多数である場合も良く裁くのは容易ではなく、少数の劣った者たちである場合も同様である。
σαφὲς δὲ ἀεὶ τὸ ἀμφισβητούμενον χρεὼν γίγνεσθαι παρʼ ἑκατέρων, ὁ δὲ χρόνος ἅμα καὶ τὸ βραδὺ τό τε πολλάκις ἀνακρίνειν πρὸς τὸ φανερὰν γίγνεσθαι τὴν ἀμφισβήτησιν σύμφορον.
そして、争点となっている事柄は、常に双方から明確にされるべきであり、時間、および手続きの遅さ、そして何度も予備審問をすることは、その争いを明らかにするために有益である。
§6.767ΑΘ. ὧν ἕνεκα πρῶτον μὲν εἰς γείτονας ἰέναι χρὴ τοὺς ἐπικαλοῦντας ἀλλήλοις καὶ τοὺς φίλους τε καὶ συνειδότας ὅτι μάλιστα τὰς ἀμφισβητουμένας πράξεις, ἐὰν δʼ ἄρα μὴ ἐν τούτοις τις ἱκανὴν κρίσιν λαμβάνῃ, πρὸς ἄλλο δικαστήριον ἴτω·
ΑΘ. それゆえ第一に、互いに訴え合う者たちは、隣人たち、およびその争われている行為を最もよく知っている友人や知人たちのもとへ行くべきである。 しかし、もしこれらの人々の間において十分な裁決を得られないならば、別の裁判所へ行くべきである。
τὸ δὲ τρίτον, ἂν τὰ δύο δικαστήρια μὴ δύνηται διαλλάξαι, τέλος ἐπιθέτω τῇ δίκῃ.
第三に、もしこれら二つの裁判所が和解させることができないなら、第三の裁判所がその訴訟に決着をつけるべきである。
τρόπον δή τινα καὶ τῶν δικαστηρίων αἱ καταστάσεις ἀρχόντων εἰσὶν αἱρέσεις·
実に、ある意味では裁判所の設置もまた、官吏たちの選出なのである。
πάντα μὲν γὰρ ἄρχοντα ἀναγκαῖον καὶ δικαστὴν εἶναί τινων, δικαστὴς δὲ οὐκ ἄρχων καί τινα τρόπον ἄρχων οὐ πάνυ φαῦλος γίγνεται τὴν τόθʼ ἡμέραν ᾗπερ ἂν κρίνων τὴν δίκην ἀποτελῇ.
というのも、すべての官職にある者は、ある事柄についての裁判官でもあることが必然であるが、裁判官は官吏ではないものの、裁判を裁いて決着をつけるその日においては、ある意味で決して卑小ではない官吏となるからである。
θέντες δὴ καὶ τοὺς δικαστὰς ὡς ἄρχοντας, λέγωμεν τίνες ἂν εἶεν πρέποντες καὶ τίνων ἄρα δικασταὶ καὶ πόσοι ἐφʼ ἕκαστον.
そこで、裁判官たちをも官吏として規定した上で、どのような人々がふさわしいか、また彼らはいったい誰に対する裁判官であり、各裁判に何人の裁判官が必要であるかを述べよう。
κυριώτατον μὲν τοίνυν ἔστω δικαστήριον ὅπερ ἂν αὐτοὶ ἑαυτοῖς ἀποφήνωσιν ἕκαστοι, κοινῇ τινας ἑλόμενοι·
さて、最も大きな権限を持つ裁判所とは、各人が共同で何人かを選出して、自分たち自身のために指定する裁判所であるべきとする。
δύο δὴ τῶν λοιπῶν ἔστω κριτήρια, τὸ μὲν ὅταν τίς τινα ἰδιώτην ἰδιώτης, ἐπαιτιώμενος ἀδικεῖν αὐτόν, ἄγων εἰς δίκην βούληται διακριθῆναι, τὸ δʼ ὁπόταν τὸ δημόσιον ὑπό τινος τῶν πολιτῶν ἡγῆταί τις ἀδικεῖσθαι καὶ βουληθῇ τῷ κοινῷ βοηθεῖν, λεκτέον ὁποῖοί τʼ εἰσὶν καὶ τίνες οἱ κριταί.
残りの裁判としては二つのものがあるべきとする。 一つは、私人が他の私人を、自分に不正を行ったと非難して裁判に引き出し、裁決を得ることを望む場合であり、もう一つは、市民の誰かによって公の事柄が不正を被っていると誰かが考え、公共を助けることを望む場合である。 これらの判定者たちがどのような者であり、誰であるかを述べねばならない。
πρῶτον δὴ δικαστήριον ἡμῖν γιγνέσθω κοινὸν ἅπασι τοῖς τὸ τρίτον ἀμφισβητοῦσιν ἰδιώταις πρὸς ἀλλήλους, γενόμενον τῇδέ πῃ.
そこで、我々にとっての第一の裁判所は、第三の段階において、互いに争うすべての私人のための共同の裁判所として、次のような方法で構成されるものとしよう。
πάσας δὴ τὰς ἀρχάς, ὁπόσαι τε κατʼ ἐνιαυτὸν καὶ ὁπόσαι πλείω χρόνον ἄρχουσιν, ἐπειδὰν μέλλῃ νέος ἐνιαυτὸς μετὰ θερινὰς τροπὰς τῷ ἐπιόντι μηνὶ γίγνεσθαι, ταύτης τῆς ἡμέρας τῇ πρόσθεν πάντας χρὴ τοὺς ἄρχοντας συνελθεῖν εἰς ἓν ἱερὸν καὶ τὸν θεὸν ὀμόσαντας οἷον ἀπάρξασθαι πάσης ἀρχῆς ἕνα δικαστήν, ὃς ἂν ἐν ἀρχῇ ἑκάστῃ ἄριστός τε εἶναι δόξῃ καὶ ἄριστʼ ἂν καὶ ὁσιώτατα τὰς δίκας τοῖς πολίταις αὐτῷ τὸν ἐπιόντα ἐνιαυτὸν φαίνηται διακρίνειν.
一年の任期の官職であれ、より長い期間の官職であれ、すべての官職について、夏至の後の翌月に新しい年が始まろうとするとき、その前日に、すべての官吏が一つの神殿に集まり、神にかけて誓いを立て、いわばすべての官職からの初物として、各官職において最も優れていると思われ、また彼自身が来るべき一年の間、市民たちのために最も良く、かつ最も神聖に裁判を裁くと思われる一人の裁判官を選出すべきである。
τούτων δὲ αἱρεθέντων γίγνεσθαι μὲν δοκιμασίαν ἐν τοῖς ἑλομένοις αὐτοῖς, ἐὰν δὲ ἀποδοκιμασθῇ τις, ἕτερον ἀνθαιρεῖσθαι κατὰ ταὐτά, τοὺς δὲ δοκιμασθέντας δικάζειν μὲν τοῖς τἆλλα δικαστήρια φυγοῦσι, τὴν δὲ ψῆφον φανερὰν φέρειν·
これらが選出されたなら、彼らを選出した者たち自身の間で資格審査が行われるべきであり、もし誰かが不合格となったなら、同じ方法によって別の者が代わりに選出されるべきである。 そして、合格した者たちは、他の裁判所を逃れてきた者たちのために裁判を行い、その投票は公開で行うべきである。
ἐπηκόους δʼ εἶναι καὶ θεατὰς τούτων τῶν δικῶν ἐξ ἀνάγκης μὲν βουλευτὰς καὶ τοὺς ἄλλους ἄρχοντας τοὺς ἑλομένους αὐτούς, τῶν δὲ ἄλλων τὸν βουλόμενον.
そして、これらの裁判の傍聴人および観客となることは、評議員たち、および彼らを選出した他の官吏たちにとっては義務であり、その他の者たちについては望む者とする。
ἐὰν δέ τις ἐπαιτιᾶταί τινα ἑκόντα ἀδίκως κρῖναι τὴν δίκην, εἰς τοὺς νομοφύλακας ἰὼν κατηγορείτω·
もし誰かが、ある裁判官が故意に不当な判決を下したと非難するなら、法の守護者たちのもとへ行って告発すべきである。
ὁ δὲ ὀφλὼν τὴν τοιαύτην δίκην ὑπεχέτω μὲν τοῦ βλάβους τῷ βλαφθέντι τὸ ἥμισυ τίνειν, ἐὰν δὲ μείζονος ἄξιος εἶναι δόξῃ ζημίας, προστιμᾶν τοὺς κρίναντας τὴν δίκην ὅτι χρὴ πρὸς τούτῳ παθεῖν αὐτὸν ἢ ἀποτίνειν τῷ κοινῷ καὶ τῷ τὴν δίκην δικασαμένῳ.
そのような裁判において有罪となった者は、被害を受けた者に対して、損害の半分を支払う義務を負うものとし、もし彼がより重い罰に値すると判断されるなら、その裁判を裁いた判定者たちが、彼がそれに加えてどのような処罰を受けるべきか、あるいは公共およびその裁判を訴え出た者に対していくらを支払うべきかを、さらなる罰として定めるべきである。