§6.768ΑΘ. περὶ δὲ τῶν δημοσίων ἐγκλημάτων ἀναγκαῖον πρῶτον μὲν τῷ πλήθει μεταδιδόναι τῆς κρίσεως—οἱ γὰρ ἀδικούμενοι πάντες εἰσίν, ὁπόταν τις τὴν πόλιν ἀδικῇ, καὶ χαλεπῶς ἂν ἐν δίκῃ φέροιεν ἄμοιροι γιγνόμενοι τῶν τοιούτων διακρίσεων—ἀλλʼ ἀρχήν τε εἶναι χρὴ τῆς τοιαύτης δίκης καὶ τελευτὴν εἰς τὸν δῆμον ἀποδιδομένην, τὴν δὲ βάσανον ἐν ταῖς μεγίσταις ἀρχαῖς τρισίν, ἃς ἂν ὅ τε φεύγων καὶ ὁ διώκων συνομολογῆτον·
ATH.:另一方面,关于公诉,首先必须让大众分享审判的判定——因为一旦有人对城邦行不义,所有人都是受害者,而且如果他们在此类裁决中毫无份额,他们就会在诉讼中感到愤慨——相反,此类诉讼的始末应当交给平民,而详细的审讯则应在被告与原告双方共同认可的三个最大的官职中进行。
ἐὰν δὲ μὴ δύνησθον κοινωνῆσαι τῆς ὁμολογίας αὐτοί, τὴν βουλὴν ἐπικρίνειν αὐτῶν τὴν αἵρεσιν ἑκατέρου.
如果他们自己无法达成一致,议事会应当判定他们双方各自的选择。
δεῖ δὲ δὴ καὶ τῶν ἰδίων δικῶν κοινωνεῖν κατὰ δύναμιν ἅπαντας· ὁ γὰρ ἀκοινώνητος ὢν ἐξουσίας τοῦ συνδικάζειν ἡγεῖται τὸ παράπαν τῆς πόλεως οὐ μέτοχος εἶναι.
事实上,也必须让所有人尽可能地参与私人诉讼;因为一个不享有共同审判权的人,会认为自己根本就不是城邦的分享者。
διὰ ταῦτʼ οὖν δὴ καὶ κατὰ φυλὰς ἀναγκαῖον δικαστήριά τε γίγνεσθαι καὶ κλήρῳ δικαστὰς ἐκ τοῦ παραχρῆμα ἀδιαφθόρους ταῖς δεήσεσι δικάζειν, τὸ δὲ τέλος κρίνειν πάντων τῶν τοιούτων ἐκεῖνο τὸ δικαστήριον, ὅ φαμεν εἴς γε ἀνθρωπίνην δύναμιν ὡς οἷόν τε ἀδιαφθορώτατα παρεσκευάσθαι τοῖς μὴ δυναμένοις μήτε ἐν τοῖς γείτοσι μήτε ἐν τοῖς φυλετικοῖς δικαστηρίοις ἀπαλλάττεσθαι.
因此,同样必要的是,必须按部族设立法庭,并由当场抽签决定的、不为乞求所动摇的裁判官进行审判,且此类事务的最终判决应当由那个法庭做出,即对于那些既无法在邻里也无法在部族法庭中解决纠纷的人,我们称该法庭在人类能力范围内已被准备得尽可能最不受腐蚀。
νῦν δὴ περὶ μὲν δικαστήρια ἡμῖν—ἃ δή φαμεν οὔθʼ ὡς ἀρχὰς οὔτε ὡς μὴ ῥᾴδιον εἰπόντα ἀναμφισβητήτως εἰρηκέναι—περὶ μὲν ταῦτα οἷον περιγραφή τις ἔξωθεν περιγεγραμμένη τὰ μὲν εἴρηκεν, τὰ δʼ ἀπολείπει σχεδόν· πρὸς γὰρ τέλει νομοθεσίας ἡ δικῶν ἀκριβὴς νόμων θέσις ἅμα καὶ διαίρεσις ὀρθότατα γίγνοιτʼ ἂν μακρῷ.
如今,关于我们的法庭——我们曾说,无论是将它们说成是官职还是说成不是官职,都很难毫无争议地表达——关于这些,某种从外面画出的轮廓,说明了某些事情,而几乎遗留了另一些事情;因为关于诉讼的精确立法和划分,在立法接近尾声时,将是迄今最正确的。
ταύταις μὲν οὖν εἰρήσθω πρὸς τῷ τέλει περιμένειν ἡμᾶς, αἱ δὲ περὶ τὰς ἄλλας ἀρχὰς καταστάσεις σχεδὸν τὴν πλείστην εἰλήφασιν νομοθεσίαν· τὸ δὲ ὅλον καὶ ἀκριβὲς περὶ ἑνός τε καὶ πάντων τῶν κατὰ πόλιν καὶ πολιτικὴν πᾶσαν διοικήσεων οὐκ ἔστιν γενέσθαι σαφές, πρὶν ἂν ἡ διέξοδος ἀπʼ ἀρχῆς τά τε δεύτερα καὶ τὰ μέσα καὶ πάντα μέρη τὰ ἑαυτῆς ἀπολαβοῦσα πρὸς τέλος ἀφίκηται.
因此,就这些而言,且让我们说它们要等待我们直到尾声,而关于其他官职设立的规定,已几乎占据了立法的大部分;但关于城邦及所有政治行政中个别和整体事务的完整且精确的认识,在开端的叙述完全接纳了次要的、中间的以及它自身的全部部分并达到终点之前,是不可能变得清晰的。
νῦν μὴν ἐν τῷ παρόντι μέχρι τῆς τῶν ἀρχόντων αἱρέσεως γενομένης τελευτὴ μὲν τῶν ἔμπροσθεν αὕτη γίγνοιτʼ ἂν ἱκανή, νόμων δὲ θέσεως ἀρχὴ καὶ ἀναβολῶν ἅμα καὶ ὄκνων οὐδὲν ἔτι δεομένη.
然而在目前,进行到官吏选拔为止,这可以作为前文的充分终结,同时作为法律制定的开端,不再需要任何拖延与犹豫。
ΚΛ. πάντως μοι κατὰ νοῦν, ὦ ξένε, τὰ ἔμπροσθεν εἰρηκώς, τὴν ἀρχὴν νῦν τελευτῇ προσάψας περὶ τῶν τε εἰρημένων καὶ τῶν μελλόντων ῥηθήσεσθαι, ταῦτα ἔτι μᾶλλον ἐκείνων εἴρηκας φιλίως.
CLE.:外邦人啊,你之前所说的话完全合我的心意,现在你又将开端与终点相连,关于已说的和将要说的事情,你把这些说得比先前那些更加令人愉快。
§6.769ΑΘ. καλῶς τοίνυν ἂν ἡμῖν ἡ πρεσβυτῶν ἔμφρων παιδιὰ μέχρι δεῦρʼ εἴη τὰ νῦν διαπεπαισμένη.
ATH.:那么,我们这些有理智的老人的游戏,到目前为止也算玩得很圆满了。
ΚΛ. καλὴν τὴν σπουδὴν ἔοικας δηλοῦν τῶν ἀνδρῶν.
CLE.:你似乎展示了这些人一种高尚的认真。
ΑΘ. εἰκός γε·
ATH.:理所当然。
τόδε δʼ ἐννοήσωμεν εἰ σοὶ δοκεῖ καθάπερ ἐμοί.
不过,让我们思考一下,你的看法是否与我相同。
ΚΛ. τὸ ποῖον δὴ καὶ περὶ τίνων;
CLE.:究竟是什么样的事,又是关于什么的?
ΑΘ. οἶσθʼ ὅτι καθάπερ ζωγράφων οὐδὲν πέρας ἔχειν ἡ πραγματεία δοκεῖ περὶ ἑκάστων τῶν ζῴων, ἀλλʼ ἢ τοῦ χραίνειν ἢ ἀποχραίνειν, ἢ ὁτιδήποτε καλοῦσι τὸ τοιοῦτον οἱ ζωγράφων παῖδες, οὐκ ἄν ποτε δοκεῖ παύσασθαι κοσμοῦσα, ὥστε ἐπίδοσιν μηκέτʼ ἔχειν εἰς τὸ καλλίω τε καὶ φανερώτερα γίγνεσθαι τὰ γεγραμμένα.
ATH.:你知道吗,就像画家的工作一样,对于每一幅画像,他们的工作似乎没有终点,而是通过着色或修饰——或者画家的学徒们随你怎么称呼这种事情——他们似乎永远不会停止修饰,以至于所画的东西不再有任何提升的空间,变得更美丽、更清晰。
ΚΛ. σχεδὸν ἐννοῶ ἀκούων καὶ αὐτὸς ταῦτα ἃ λέγεις, ἐπεὶ ἐντριβής γε οὐδαμῶς γέγονα τῇ τοιαύτῃ τέχνῃ.
CLE.:听了你说的这些话,我自己也差不多理解了,因为我绝不通晓这种手艺。
ΑΘ. καὶ οὐδέν γε ἐβλάβης.
ATH.:那你也毫无损失。
χρησώμεθά γε μὴν τῷ νῦν παρατυχόντι περὶ αὐτῆς ἡμῖν λόγῳ τὸ τοιόνδε, ὡς εἴ ποτέ τις ἐπινοήσειε γράψαι τε ὡς κάλλιστον ζῷον καὶ τοῦτʼ αὖ μηδέποτε ἐπὶ φαυλότερον ἀλλʼ ἐπὶ τὸ βέλτιον ἴσχειν τοῦ ἐπιόντος ἀεὶ χρόνου, συννοεῖς ὅτι θνητὸς ὤν, εἰ μή τινα καταλείψει διάδοχον τοῦ ἐπανορθοῦν τε, ἐάν τι σφάλληται τὸ ζῷον ὑπὸ χρόνων, καὶ τὸ παραλειφθὲν ὑπὸ τῆς ἀσθενείας τῆς ἑαυτοῦ πρὸς τὴν τέχνην οἷός τε εἰς τὸ πρόσθεν ἔσται φαιδρύνων ποιεῖν ἐπιδιδόναι, σμικρόν τινα χρόνον αὐτῷ πόνος παραμενεῖ πάμπολυς;
不过,让我们把刚才碰巧得到的关于这门手艺的比喻作如下应用:如果有人设想画出一幅尽可能美丽的画像,并且希望它不仅绝不变得更糟,反而在未来的时间里永远变得更好;你是否明白,因为他是凡人,如果不留下继承人,能够在画像因时间而受损时予以修正,并且能够由于自己技艺未熟而遗留下来的缺陷加以修饰、发扬光大,那么他付出的巨大辛劳,对这幅画而言,能够维持的时间岂不是很短暂吗?
ΚΛ. ἀληθῆ.
CLE.:确实如此。
ΑΘ. τί οὖν;
ATH.:那么怎么样?
ἆρʼ οὐ τοιοῦτον δοκεῖ σοι τὸ τοῦ νομοθέτου βούλημʼ εἶναι;
你难道不觉得立法者的意愿也是这样的吗?
πρῶτον μὲν γράψαι τοὺς νόμους πρὸς τὴν ἀκρίβειαν κατὰ δύναμιν ἱκανῶς· ἔπειτα προϊόντος τοῦ χρόνου καὶ τῶν δοξάντων ἔργῳ πειρώμενον, ἆρʼ οἴει τινὰ οὕτως ἄφρονα γεγονέναι νομοθέτην, ὥστʼ ἀγνοεῖν ὅτι πάμπολλα ἀνάγκη παραλείπεσθαι τοιαῦτα, ἃ δεῖ τινα συνεπόμενον ἐπανορθοῦν, ἵνα μηδαμῇ χείρων, βελτίων δὲ ἡ πολιτεία καὶ ὁ κόσμος ἀεὶ γίγνηται περὶ τὴν ᾠκισμένην αὐτῷ πόλιν;
首先是尽其可能以足够的精确度写下法律;接着,随着时间流逝,并在实践中检验那些通过的决定,你认为会有哪位立法者如此愚蠢,以至于不知道必然有极多这样的漏洞被遗留下来,而必须由继任者加以修正,以便在他为之建城的城邦中,其国制和秩序绝不恶化,反而能永远变得更好?
ΚΛ. εἰκός—πῶς γὰρ οὔ;
CLE.:理所当然——怎么会不呢?
—βούλεσθαι πάντα ὁντινοῦν τὸ τοιοῦτον.
——任何人都想这样做。
ΑΘ. οὐκοῦν εἴ τίς τινα μηχανὴν ἔχοι πρὸς τοῦτο, ἔργῳ καὶ λόγοις τίνα τρόπον διδάξειεν ἂν ἕτερον εἴτε μείζονα εἴτε ἐλάττω περὶ τοῦτʼ ἔχειν ἔννοιαν, ὅπως χρὴ φυλάττειν καὶ ἐπανορθοῦν νόμους, οὐκ ἄν ποτε λέγων ἀπείποι τὸ τοιοῦτον πρὶν ἐπὶ τέλος ἐλθεῖν;
ATH.:因此,如果有人拥有为此目的的某种方法,并能通过行动和言辞来教导他人对此有或多或少的理解——关于应当如何守护和修正法律——他难道会不把它说透就放弃谈论这样一件事吗?