Humanitext Reader

プラトン · 法律 §6.764-6.765

競技審判官と教育総監の選出

74 / 186 箇所 · ギリシア語

要旨

アテネ人は、市場監や市監の投票の義務化、管轄権、罰則について規定し、続いて文芸(合唱・独唱)や体育(競技)の審判・監督官、そして最も重要とされる全教育の総監の選出方法を規定する。

§6.764ΑΘ. χειροτονείτω δὲ πᾶς πάντα·
ΑΘ. すべての人があらゆる役職の選出に投票すべきである。
ὁ δὲ μὴ ʼθέλων, ἐὰν εἰσαγγελθῇ πρὸς τοὺς ἄρχοντας, ζημιούσθω πεντήκοντα δραχμαῖς πρὸς τῷ κακὸς εἶναι δοκεῖν.
投票することを望まない者は、もし官吏たちに告発されたなら、不届き者と思われることに加えて、五十ドラクマの罰金を科されるべきである。
ἴτω δʼ εἰς ἐκκλησίαν καὶ τὸν κοινὸν σύλλογον ὁ βουλόμενος, ἐπάναγκες δʼ ἔστω τῷ τῶν δευτέρων καὶ πρώτων τιμημάτων, δέκα δραχμαῖς ζημιουμένῳ ἐὰν μὴ παρὼν ἐξετάζηται τοῖς συλλόγοις·
民会および共同の集会には望む者が行くべきであるが、第二および第一の財産評価額の者にとっては、もし集会に出席していないことが確認された場合には十ドラクマの罰金を科されることになり、義務的であるべきとする。
τρίτῳ δὲ τιμήματι καὶ τῷ τετάρτῳ μὴ ἐπάναγκες, ἀλλὰ ἀζήμιος ἀφείσθω, ἐὰν μή τι παραγγείλωσιν οἱ ἄρχοντες πᾶσιν ἔκ τινος ἀνάγκης συνιέναι.
第三および第四の財産評価額の者にとっては義務的ではなく、官吏たちが何らかの必要から全員が集まるよう指示しない限り、罰なしで免除されるべきである。
τοὺς δὲ δὴ ἀγορανόμους τὸν περὶ τὴν ἀγορὰν κόσμον διαταχθέντα ὑπὸ νόμων φυλάττειν, καὶ ἱερῶν καὶ κρηνῶν ἐπιμελεῖσθαι τῶν κατʼ ἀγοράν, ὅπως μηδὲν ἀδικῇ μηδείς, τὸν ἀδικοῦντα δὲ κολάζειν, πληγαῖς μὲν καὶ δεσμοῖς δοῦλον καὶ ξένον, ἐὰν δʼ ἐπιχώριος ὤν τις περὶ τὰ τοιαῦτα ἀκοσμῇ, μέχρι μὲν ἑκατὸν δραχμῶν νομίσματος αὐτοὺς εἶναι κυρίους διαδικάζοντας, μέχρι δὲ διπλασίου τούτου κοινῇ μετὰ ἀστυνόμων ζημιοῦν δικάζοντας τῷ ἀδικοῦντι.
そして市場監たちは、法律によって規定された市場に関する秩序を守り、市場にある神殿や泉に配慮し、誰も不正を行わないようにし、不正を行う者を罰すべきである。 奴隷や異邦人に対しては鞭打ちや拘束によって、またもし現地住民の誰かがこのようなことに関して秩序を乱すなら、百ドラクマの金額までは彼らが自ら裁決を下して処罰する権限を持ち、その二倍までの額については、市監たちと共同で、不正を行う者を裁いて罰金を科すものとする。
τὰ αὐτὰ δὲ καὶ ἀστυνόμοις ἔστω ζημιώματά τε καὶ κολάσεις ἐν τῇ ἑαυτῶν ἀρχῇ, μέχρι μὲν μνᾶς αὐτοὺς ζημιοῦντας, τὴν διπλασίαν δὲ μετὰ ἀγορανόμων.
市監たちにとっても、自らの職務の範囲内において同じ罰金と罰則が適用されるものとし、彼ら自身が科すのは一ムナまで、その二倍の額については市場監たちと共同で科すものとする。
μουσικῆς δὲ τὸ μετὰ τοῦτο καὶ γυμναστικῆς ἄρχοντας καθίστασθαι πρέπον ἂν εἴη, διττοὺς ἑκατέρων, τοὺς μὲν παιδείας αὐτῶν ἕνεκα, τοὺς δὲ ἀγωνιστικῆς.
この次に続くのは、文芸と体育の監督官たちを任命することであり、それぞれについて二種類、一方は教育のため、他方は競技のためのものであるのが適切であろう。
παιδείας μὲν βούλεται λέγειν ὁ νόμος γυμνασίων καὶ διδασκαλείων ἐπιμελητὰς κόσμου καὶ παιδεύσεως ἅμα καὶ τῆς περὶ ταῦτα ἐπιμελείας τῶν φοιτήσεών τε πέρι καὶ οἰκήσεων ἀρρένων καὶ θηλειῶν κορῶν, ἀγωνίας δέ, ἔν τε τοῖς γυμνικοῖς καὶ περὶ τὴν μουσικὴν ἀθλοθέτας ἀθληταῖς, διττοὺς αὖ τούτους, περὶ μουσικὴν μὲν ἑτέρους, περὶ ἀγωνίαν δʼ ἄλλους.
教育について、法が意味しようとしているのは、男子および女子の通学や寄宿に関して、秩序と教育、およびこれらに関する監督を同時に行う体育場や学校の管理者たちのことであり、競技については、体育競技や文芸に関して競技者たちのための審判員のことであり、これらもまた二種類で、一方は文芸に関して、他方は体育競技に関してである。
ἀγωνιστικῆς μὲν οὖν ἀνθρώπων τε καὶ ἵππων τοὺς αὐτούς, μουσικῆς δὲ ἑτέρους μὲν τοὺς περὶ μονῳδίαν τε καὶ μιμητικήν, οἷον ῥαψῳδῶν καὶ κιθαρῳδῶν καὶ αὐλητῶν καὶ πάντων τῶν τοιούτων ἀθλοθέτας ἑτέρους πρέπον ἂν εἴη γίγνεσθαι, τῶν δὲ περὶ χορῳδίαν ἄλλους.
それゆえ、体育競技については人間と馬の競技で同じ者がなり、文芸については、独唱や模倣、例えばラプソドスやキタラ弾き歌い、アウロス奏者およびそれらすべての者たちに関する審判員は別の者たちとするのが適切であり、合唱に関するものはさらに別の者たちとするのが適切であろう。
πρῶτον δὴ περὶ τὴν τῶν χορῶν παιδιὰν παίδων τε καὶ ἀνδρῶν καὶ θηλειῶν κορῶν ἐν ὀρχήσεσι καὶ τῇ τάξει τῇ ἁπάσῃ γιγνομένῃ μουσικῇ τοὺς ἄρχοντας αἱρεῖσθαί που χρεών·
そこで第一に、子供たち、成人男性、および女子たちの舞踊における合唱の遊戯や、行われるあらゆる文芸の秩序に関して、しかるべき監督官たちを選出せねばならない。
§6.765ΑΘ. ἱκανὸς δὲ εἷς ἄρχων αὐτοῖς, μὴ ἔλαττον τετταράκοντα γεγονὼς ἐτῶν.
ΑΘ. 彼らのためには、四十歳を下回らない一人の監督官で十分である。
ἱκανὸς δὲ καὶ περὶ μονῳδίαν εἷς, μὴ ἔλαττον ἢ τριάκοντα γεγονὼς ἐτῶν, εἰσαγωγεύς τε εἶναι καὶ τοῖς ἁμιλλωμένοις τὴν διάκρισιν ἱκανῶς ἀποδιδούς.
独唱に関しても、三十歳を下回らない一人の監督官で十分であり、彼は競技者を導入する者となり、競い合う者たちに対して十分に判定を下す者となるべきである。
τὸν δὴ χορῶν ἄρχοντα καὶ διαθετῆρα αἱρεῖσθαι χρὴ τοιόνδε τινὰ τρόπον.
合唱の監督官および配置者は、次のような方法で選出すべきである。
ὅσοι μὲν φιλοφρόνως ἐσχήκασι περὶ τὰ τοιαῦτα, εἰς τὸν σύλλογον ἴτωσαν, ἐπιζήμιοι ἐὰν μὴ ἴωσιν—τούτου δὲ οἱ νομοφύλακες κριταί—τοῖς δʼ ἄλλοις, ἐὰν μὴ βούλωνται, μηδὲν ἐπάναγκες ἔστω.
こうした事柄に好意的な関心を寄せる者たちは皆、集会に行くべきであり、行かない場合には罰を科される。 ――このことについては法の守護者たちが判定者となる。 ――その他の者たちにとっては、望まないならば義務ではないものとする。
καὶ τὴν προβολὴν δὴ τὸν αἱρούμενον ἐκ τῶν ἐμπείρων ποιητέον, ἔν τε τῇ δοκιμασίᾳ κατηγόρημα ἓν τοῦτʼ ἔστω καὶ ἀπηγόρημα, τῶν μὲν ὡς ἄπειρος ὁ λαχών, τῶν δʼ ὡς ἔμπειρος·
そして推薦にあたっては、選出する者は経験者の中からこれを行うべきであり、資格審査においては、一方では抽選に当たった者が「未経験である」という告発の、他方では「経験がある」という擁護の、それぞれ一つの要件とされるべきである。
ὃς δʼ ἂν εἷς ἐκ προχειροτονηθέντων δέκα λάχῃ, δοκιμασθείς, τὸν ἐνιαυτὸν τῶν χορῶν ἀρχέτω κατὰ νόμον.
そして、あらかじめ挙手で選ばれた十人の中から抽選で選ばれた一人が、資格審査を経た上で、法律に従ってその一年間、合唱を管轄するべきである。
κατὰ ταὐτὰ δὲ τούτοις καὶ ταύτῃ ὁ λαχὼν τὸν ἐνιαυτὸν ἐκεῖνον τῶν ἀφικομένων εἰς κρίσιν μονῳδιῶν τε καὶ συναυλιῶν ἀρχέτω, εἰς τοὺς κριτὰς ἀποδιδοὺς ὁ λαχὼν τὴν κρίσιν.
これらと同じ方法で、またこのやり方によって、抽選で選ばれた者がその一年間、審査に付される独唱や合奏を管轄するものとし、抽選された者は判定者たちにその審査を委ねるべきである。
μετὰ δὲ ταῦτα χρεὼν ἀγωνίας ἀθλοθέτας αἱρεῖσθαι τῆς περὶ τὰ γυμνάσια ἵππων τε καὶ ἀνθρώπων ἐκ τῶν τρίτων τε καὶ ἔτι τῶν δευτέρων τιμημάτων·
この後に、体育場や、馬と人間に関する競技の審判員を、第三およびさらに第二の財産評価額の者たちから選出すべきである。
εἰς δὲ τὴν αἵρεσιν ἔστω μὲν ἐπάναγκες τοῖς τρισὶν πορεύεσθαι τιμήμασι, τὸ σμικρότατον δὲ ἀζήμιον ἀφείσθω.
選出のための集会に行くことは、三つの財産評価額の者たちにとっては義務的であるべきとし、最も低い財産評価額の者は罰なしで免除されるべきである。
τρεῖς δʼ ἔστωσαν οἱ λαχόντες, τῶν προχειροτονηθέντων μὲν εἴκοσι, λαχόντων δὲ ἐκ τῶν εἴκοσι τριῶν, οὓς ἂν καὶ ψῆφος ἡ τῶν δοκιμαζόντων δοκιμάσῃ·
あらかじめ挙手で選ばれた二十人のうちから抽選された三人が任に就くべきであり、この二十人から抽選された三人について、資格審査を行う者たちの投票がこれを確認するものとする。
ἐὰν δέ τις ἀποδοκιμασθῇ καθʼ ἡντιναοῦν ἀρχῆς λῆξιν καὶ κρίσιν, ἄλλους ἀνθαιρεῖσθαι κατὰ ταὐτὰ καὶ τὴν δοκιμασίαν ὡσαύτως αὐτῶν πέρι ποιεῖσθαι.
もし誰かがいかなる官職の決定や審査においても不合格となったならば、同じ方法によって別の者が代わりに選出されるべきであり、彼らに関する資格審査も同様に行われるべきである。
λοιπὸς δὲ ἄρχων περὶ τὰ προειρημένα ἡμῖν ὁ τῆς παιδείας ἐπιμελητὴς πάσης θηλειῶν τε καὶ ἀρρένων.
我々の述べた事柄に関して残されている監督官は、女子および男子のすべての教育を管理する者である。
εἷς μὲν δὴ καὶ ὁ τούτων ἄρξων ἔστω κατὰ νόμους, ἐτῶν μὲν γεγονὼς μὴ ἔλαττον ἢ πεντήκοντα, παίδων δὲ γνησίων πατήρ, μάλιστα μὲν ὑέων καὶ θυγατέρων, εἰ δὲ μή, θάτερα·
この職を法律に従って司る者も一人であるべきであり、年齢は五十歳を下回らず、嫡出の子の父親であり、とりわけ息子と娘の両方、そうでなければいずれか一方の父親であるべきである。
διανοηθήτω δὲ αὐτός τε ὁ προκριθεὶς καὶ ὁ προκρίνων ὡς οὖσαν ταύτην τὴν ἀρχὴν τῶν ἐν τῇ πόλει ἀκροτάτων ἀρχῶν πολὺ μεγίστην.
そして選出された者自身も選出する者も、この官職が都市における最高の官職たちの中で群を抜いて最大のものであると考えるべきである。

語釈・文法注

  1. 764aπρὸς τῷ κακὸς εἶναι δοκεῖν — 前置詞 `πρός` と与格(冠詞付き不定詞 `τῷ δοκεῖν`)の結合は「〜に加えて」という追加を表す。また、不定詞の意味上の主語が主節の主語(`ὁ μὴ ʼθέλων`)と同一であるため、不定詞の述語補語 `κακός` は対格ではなく主格にとどまっている(主格補語)。
  2. 764cμέχρι μὲν μνᾶς αὐτοὺς ζημιοῦντας — 主節の与格 `ἀστυνόμοις` に対応するはずの分詞が、対格の `αὐτοὺς ζημιοῦντας` となっている。これは対格不定詞構文(`εἶναι` や `ζημιοῦν` など)の論理的影響を強く受けた破格(アナコルトン)であり、法的な義務や権限を記述する非人称的な文脈において対格が選択されている。
  3. 765bτῶν μὲν ὡς ἄπειρος ὁ λαχών, τῶν δʼ ὡς ἔμπειρος — 属格 `τῶν μὲν ... τῶν δὲ` は、告発や擁護を提起する「人々」(市民)を指す複数属格(関係の属格あるいは行為者の属格)として解釈される。「(告発する)一方の側は中選者が未経験であると言い、(擁護する)他方の側は経験があると主張する」という対比構造をなす。

この箇所を引用する

プラトン, 法律 §6.764-6.765. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:6.764-6.765

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。