§6.764ΑΘ. χειροτονείτω δὲ πᾶς πάντα· ὁ δὲ μὴ ʼθέλων, ἐὰν εἰσαγγελθῇ πρὸς τοὺς ἄρχοντας, ζημιούσθω πεντήκοντα δραχμαῖς πρὸς τῷ κακὸς εἶναι δοκεῖν.
ATH.:每一个人都应当为所有的官职进行投票;如果有人不愿投票,一旦被向官吏告发,除了被认为是不尽责之外,还应当被处以五十德拉克马的罚款。
ἴτω δʼ εἰς ἐκκλησίαν καὶ τὸν κοινὸν σύλλογον ὁ βουλόμενος, ἐπάναγκες δʼ ἔστω τῷ τῶν δευτέρων καὶ πρώτων τιμημάτων, δέκα δραχμαῖς ζημιουμένῳ ἐὰν μὴ παρὼν ἐξετάζηται τοῖς συλλόγοις· τρίτῳ δὲ τιμήματι καὶ τῷ τετάρτῳ μὴ ἐπάναγκες, ἀλλὰ ἀζήμιος ἀφείσθω, ἐὰν μή τι παραγγείλωσιν οἱ ἄρχοντες πᾶσιν ἔκ τινος ἀνάγκης συνιέναι.
凡有意愿者皆可参加公民大会和公共集会,但对于第二和第一财产评定额的人而言,这应当是强制性的,如果发现他们没有出席集会,则处以十德拉克马的罚款;对于第三和第四财产评定额的人,则不具有强制性,应当免予处罚,除非官吏们由于某种必要而命令全体人员集会。
τοὺς δὲ δὴ ἀγορανόμους τὸν περὶ τὴν ἀγορὰν κόσμον διαταχθέντα ὑπὸ νόμων φυλάττειν, καὶ ἱερῶν καὶ κρηνῶν ἐπιμελεῖσθαι τῶν κατʼ ἀγοράν, ὅπως μηδὲν ἀδικῇ μηδείς, τὸν ἀδικοῦντα δὲ κολάζειν, πληγαῖς μὲν καὶ δεσμοῖς δοῦλον καὶ ξένον, ἐὰν δʼ ἐπιχώριος ὤν τις περὶ τὰ τοιαῦτα ἀκοσμῇ, μέχρι μὲν ἑκατὸν δραχμῶν νομίσματος αὐτοὺς εἶναι κυρίους διαδικάζοντας, μέχρι δὲ διπλασίου τούτου κοινῇ μετὰ ἀστυνόμων ζημιοῦν δικάζοντας τῷ ἀδικοῦντι.
市场监们必须维护法律规定的市场秩序,并照管市场内的神庙和泉水,以使任何人都不得行不义之事,并惩罚不义之人——对于奴隶和外邦人,以鞭打和禁锢惩罚;但如果是有本地公民身份的人在这些事情上扰乱秩序,他们有权自行审判并处以最高一百德拉克马的罚款,而对于最高达这一金额两倍的罚款,则应当与市监共同审判并对行不义者予以处罚。
τὰ αὐτὰ δὲ καὶ ἀστυνόμοις ἔστω ζημιώματά τε καὶ κολάσεις ἐν τῇ ἑαυτῶν ἀρχῇ, μέχρι μὲν μνᾶς αὐτοὺς ζημιοῦντας, τὴν διπλασίαν δὲ μετὰ ἀγορανόμων.
对于市监在他们自己的职权范围内,也应当有同样的罚款和处罚,他们自己可处以最高一明纳的罚款,而其两倍的金额则与市场监共同处以。
μουσικῆς δὲ τὸ μετὰ τοῦτο καὶ γυμναστικῆς ἄρχοντας καθίστασθαι πρέπον ἂν εἴη, διττοὺς ἑκατέρων, τοὺς μὲν παιδείας αὐτῶν ἕνεκα, τοὺς δὲ ἀγωνιστικῆς.
在此之后,应当适当设立音乐和体育的督导官,每类设两种,一种是为了他们的教育,另一种是为了竞技比赛。
παιδείας μὲν βούλεται λέγειν ὁ νόμος γυμνασίων καὶ διδασκαλείων ἐπιμελητὰς κόσμου καὶ παιδεύσεως ἅμα καὶ τῆς περὶ ταῦτα ἐπιμελείας τῶν φοιτήσεών τε πέρι καὶ οἰκήσεων ἀρρένων καὶ θηλειῶν κορῶν, ἀγωνίας δέ, ἔν τε τοῖς γυμνικοῖς καὶ περὶ τὴν μουσικὴν ἀθλοθέτας ἀθληταῖς, διττοὺς αὖ τούτους, περὶ μουσικὴν μὲν ἑτέρους, περὶ ἀγωνίαν δʼ ἄλλους.
所谓教育,法律意指体育场和学校的监督者,负责秩序与教育,以及对这些事务的照管,并涉及男孩和女孩的入学与住宿;所谓竞技,则是指在体育竞技和音乐方面对竞技者进行评判的裁判员,这些同样分为两种,一类负责音乐,另一类负责体育竞技。
ἀγωνιστικῆς μὲν οὖν ἀνθρώπων τε καὶ ἵππων τοὺς αὐτούς, μουσικῆς δὲ ἑτέρους μὲν τοὺς περὶ μονῳδίαν τε καὶ μιμητικήν, οἷον ῥαψῳδῶν καὶ κιθαρῳδῶν καὶ αὐλητῶν καὶ πάντων τῶν τοιούτων ἀθλοθέτας ἑτέρους πρέπον ἂν εἴη γίγνεσθαι, τῶν δὲ περὶ χορῳδίαν ἄλλους.
因此,关于人类和马匹的体育竞技,应当由相同的人担任裁判;而关于音乐,则应当由另外的人担任独唱与模仿(例如史诗朗诵者、竖琴弹唱者、双簧管演奏者以及所有此类艺术)的裁判,而合唱部分的裁判则应当由其他的人担任。
πρῶτον δὴ περὶ τὴν τῶν χορῶν παιδιὰν παίδων τε καὶ ἀνδρῶν καὶ θηλειῶν κορῶν ἐν ὀρχήσεσι καὶ τῇ τάξει τῇ ἁπάσῃ γιγνομένῃ μουσικῇ τοὺς ἄρχοντας αἱρεῖσθαί που χρεών· §6.765ΑΘ. ἱκανὸς δὲ εἷς ἄρχων αὐτοῖς, μὴ ἔλαττον τετταράκοντα γεγονὼς ἐτῶν.
首先,关于儿童、成年男子和女孩在舞蹈中的合唱游戏,以及所进行的全部音乐秩序,有必要选出官吏; ATH.:对于他们,一名年龄不小于四十岁的官吏就足够了。
ἱκανὸς δὲ καὶ περὶ μονῳδίαν εἷς, μὴ ἔλαττον ἢ τριάκοντα γεγονὼς ἐτῶν, εἰσαγωγεύς τε εἶναι καὶ τοῖς ἁμιλλωμένοις τὴν διάκρισιν ἱκανῶς ἀποδιδούς.
对于独唱,一名年龄不小于三十岁的官吏也足够了,他将担任引介人,并对参赛者给予充分的裁决。
τὸν δὴ χορῶν ἄρχοντα καὶ διαθετῆρα αἱρεῖσθαι χρὴ τοιόνδε τινὰ τρόπον.
应当以如下方式选出合唱的官吏和组织者。
ὅσοι μὲν φιλοφρόνως ἐσχήκασι περὶ τὰ τοιαῦτα, εἰς τὸν σύλλογον ἴτωσαν, ἐπιζήμιοι ἐὰν μὴ ἴωσιν—τούτου δὲ οἱ νομοφύλακες κριταί—τοῖς δʼ ἄλλοις, ἐὰν μὴ βούλωνται, μηδὲν ἐπάναγκες ἔστω.
凡是对这类事务抱有热忱兴趣的人,都应当参加集会,如果不去,则要受罚——对此由法律守护者担任裁决者——但对于其他人,如果他们不愿意,则绝不强求。
καὶ τὴν προβολὴν δὴ τὸν αἱρούμενον ἐκ τῶν ἐμπείρων ποιητέον, ἔν τε τῇ δοκιμασίᾳ κατηγόρημα ἓν τοῦτʼ ἔστω καὶ ἀπηγόρημα, τῶν μὲν ὡς ἄπειρος ὁ λαχών, τῶν δʼ ὡς ἔμπειρος· ὃς δʼ ἂν εἷς ἐκ προχειροτονηθέντων δέκα λάχῃ, δοκιμασθείς, τὸν ἐνιαυτὸν τῶν χορῶν ἀρχέτω κατὰ νόμον.
并且选举人在进行提名时应当在有经验的人中进行,在资格审查中,应当以“中签者无经验”为一方的指控,以“有经验”为另一方的辩护;在预先表决选出的十人中抽签中选的一人,在通过审查后,应当依法在那一年掌管合唱。
κατὰ ταὐτὰ δὲ τούτοις καὶ ταύτῃ ὁ λαχὼν τὸν ἐνιαυτὸν ἐκεῖνον τῶν ἀφικομένων εἰς κρίσιν μονῳδιῶν τε καὶ συναυλιῶν ἀρχέτω, εἰς τοὺς κριτὰς ἀποδιδοὺς ὁ λαχὼν τὴν κρίσιν.
按照与这些相同的方法和方式,抽签中选的人应当在那一年掌管提交裁决的独唱与合奏,抽签中选者应当将裁决提交给评判员们。
μετὰ δὲ ταῦτα χρεὼν ἀγωνίας ἀθλοθέτας αἱρεῖσθαι τῆς περὶ τὰ γυμνάσια ἵππων τε καὶ ἀνθρώπων ἐκ τῶν τρίτων τε καὶ ἔτι τῶν δευτέρων τιμημάτων· εἰς δὲ τὴν αἵρεσιν ἔστω μὲν ἐπάναγκες τοῖς τρισὶν πορεύεσθαι τιμήμασι, τὸ σμικρότατον δὲ ἀζήμιον ἀφείσθω.
在此之后,有必要从第三以及第二财产评定额的人中,选出负责体育场、马匹和人类竞技的裁判员;至于选举,前三个财产评定额的人必须参加,而最低财产评定额的人则应当免予处罚。
τρεῖς δʼ ἔστωσαν οἱ λαχόντες, τῶν προχειροτονηθέντων μὲν εἴκοσι, λαχόντων δὲ ἐκ τῶν εἴκοσι τριῶν, οὓς ἂν καὶ ψῆφος ἡ τῶν δοκιμαζόντων δοκιμάσῃ· ἐὰν δέ τις ἀποδοκιμασθῇ καθʼ ἡντιναοῦν ἀρχῆς λῆξιν καὶ κρίσιν, ἄλλους ἀνθαιρεῖσθαι κατὰ ταὐτὰ καὶ τὴν δοκιμασίαν ὡσαύτως αὐτῶν πέρι ποιεῖσθαι.
抽签中选的应当是三人,从预先表决选出的二十人中,由这二十人中抽签决定三人,并且审查人员的投票应当对他们予以批准;如果有人在任何官职分配和审查中被判定不合格,应当按照同样的方法另选他人,并对他们同样进行资格审查。
λοιπὸς δὲ ἄρχων περὶ τὰ προειρημένα ἡμῖν ὁ τῆς παιδείας ἐπιμελητὴς πάσης θηλειῶν τε καὶ ἀρρένων.
关于我们前述事务,剩下的官吏是掌管女孩和男孩全部教育的监督者。
εἷς μὲν δὴ καὶ ὁ τούτων ἄρξων ἔστω κατὰ νόμους, ἐτῶν μὲν γεγονὼς μὴ ἔλαττον ἢ πεντήκοντα, παίδων δὲ γνησίων πατήρ, μάλιστα μὲν ὑέων καὶ θυγατέρων, εἰ δὲ μή, θάτερα· διανοηθήτω δὲ αὐτός τε ὁ προκριθεὶς καὶ ὁ προκρίνων ὡς οὖσαν ταύτην τὴν ἀρχὴν τῶν ἐν τῇ πόλει ἀκροτάτων ἀρχῶν πολὺ μεγίστην.
依法掌管这一职务的也应当只有一人,年龄不小于五十岁,是婚生子女的父亲,最好既有儿子又有女儿,否则至少有其中之一;并且被选出的人和进行选拔的人都应当认识到,在城邦的所有最高官职中,这个官职远非最大,而是最重大的。