§6.762ΑΘ. καὶ δὴ καὶ τοὺς ἀγρονόμους τούτους, ἐὰν ὑβρίζωσί τι περὶ τοὺς ὧν ἐπιμελοῦνται, προστάξεις τε προστάττοντες ἀνίσους, καὶ ἐπιχειροῦντες λαμβάνειν τε καὶ φέρειν τῶν ἐν ταῖς γεωργίαις μὴ πείσαντες, καὶ ἐὰν δέχωνταί τι κολακείας ἕνεκα διδόντων, ἢ καὶ δίκας ἀδίκως διανέμωσι, ταῖς μὲν θωπείαις ὑπείκοντες ὀνείδη φερέσθωσαν ἐν πάσῃ τῇ πόλει, τῶν δὲ ἄλλων ἀδικημάτων ὅτι ἂν ἀδικῶσι τοὺς ἐν τῷ τόπῳ, τῶν μέχρι μνᾶς ἐν τοῖς κωμήταις καὶ γείτοσιν ὑπεχέτωσαν ἑκόντες δίκας, τῶν δὲ μειζόνων ἑκάστοτε ἀδικημάτων ἢ καὶ τῶν ἐλαττόνων, ἐὰν μὴ ʼθέλωσιν ὑπέχειν, πιστεύοντες τῷ μεθίστασθαι κατὰ μῆνας εἰς ἕτερον ἀεὶ τόπον φεύγοντες ἀποφευξεῖσθαι, τούτων πέρι λαγχάνειν μὲν ἐν ταῖς κοιναῖς δίκαις τὸν ἀδικούμενον, ἐὰν δʼ ἕλῃ, τὴν διπλασίαν πραττέσθω τὸν ὑποφεύγοντα καὶ μὴ ἐθελήσαντα ὑποσχεῖν ἑκόντα τιμωρίαν.
ΑΘ. そしてまた、これら地方監たちについて、彼らが自らの監督する人々に対して何らかの不遜な振る舞いをし、不平等な命令を下したり、また農業に従事する人々の所有物から、彼らの同意を得ることなく掠奪しようと企てたり、あるいはへつらいのために贈り物を差し出す者たちから何らかのものを受け取ったり、あるいは不当に裁判を執り行い、おもねりに屈したりするなら、彼らは都市全体で非難を被るべきである。 また、彼らがその土地の人々に対して犯すその他の不正について、一ムナまでの額のものについては、村人たちや隣人たちの前で自発的に裁判を受けるべきである。 しかし、より大きな不正、あるいは、それより小さなものであっても彼らが裁判を受けることを望まず、毎月常に別の場所へと異動することに依拠して、逃亡することで罪を免れうると信じている場合、これらの件については、被害を受けた者が公の裁判所で訴訟を起こすものとし、もし勝訴したならば、逃避して自発的に罰を受けることを望まなかった者から、二倍の賠償を徴収すべきである。
διαιτάσθων δὲ οἵ τε ἄρχοντες οἵ τʼ ἀγρονόμοι τὰ δύο ἔτη τοιόνδε τινὰ τρόπον·
そして、指導者たちと地方監たちは、その二年間、次のような方法で生活すべきである。
πρῶτον μὲν δὴ καθʼ ἑκάστους τοὺς τόπους εἶναι συσσίτια, ἐν οἷς κοινῇ τὴν δίαιταν ποιητέον ἅπασιν·
第一に、それぞれの場所に共同食堂があり、そこですべての者が共同で生活を送らねばならない。
ὁ δὲ ἀποσυσσιτήσας κἂν ἡντιναοῦν ἡμέραν, ἢ νύκτα ἀποκοιμηθείς, μὴ τῶν ἀρχόντων ταξάντων ἢ πάσης τινὸς ἀνάγκης ἐπιπεσούσης, ἐὰν ἀποφήνωσιν αὐτὸν οἱ πέντε, καὶ γράψαντες θῶσιν ἐν ἀγορᾷ καταλελυκότα τὴν φρουράν, ὀνείδη τε ἐχέτω τὴν πολιτείαν ὡς προδιδοὺς τὸ ἑαυτοῦ μέρος, κολαζέσθω τε πληγαῖς ὑπὸ τοῦ συντυγχάνοντος καὶ ἐθέλοντος κολάζειν ἀτιμωρήτως.
そして、指導者たちの命令や、避けがたい重大な必要が生じた場合を除き、一日でも共同食堂を欠食した者、あるいは一晩でも外泊した者について、もし五人の指導者たちが彼を告発し、守備を放棄した者として署名して広場に掲示したならば、彼は自らの役割を裏切った者として、国制において非難を受けるものとし、彼に出会って罰することを望む任意の者から、罰せられる恐れなしに打擲されるべきである。
τῶν δὲ ἀρχόντων αὐτῶν ἐάν τίς τι δρᾷ τοιοῦτον αὐτός, ἐπιμελεῖσθαι μὲν τοῦ τοιούτου πάντας τοὺς ἑξήκοντα χρεών, ὁ δὲ αἰσθόμενός τε καὶ πυθόμενος μὴ ἐπεξιὼν ἐν τοῖς αὐτοῖς ἐνεχέσθω νόμοις καὶ πλείονι τῶν νέων ζημιούσθω·
そして指導者たち自身のうちの誰かが自らそのようなことを行った場合、六十人全員がこのことについて注意を払わねばならず、これに気づき、あるいは聞き及んでいながら、告発に踏み切らない者は、同じ法律に拘束され、若者たちよりも重い処罰を受けるものとする。
περὶ τὰς τῶν νέων ἀρχὰς ἠτιμάσθω πάσας.
彼は、若者たちのすべての公職に関して、公職就任権を剥奪されるべきである。
τούτων δὲ οἱ νομοφύλακες ἐπίσκοποι ἀκριβεῖς ἔστωσαν, ὅπως ἢ μὴ γίγνηται τὴν ἀρχὴν ἢ γιγνόμενα τῆς ἀξίας δίκης τυγχάνῃ.
そして、法の守護者たちがこれらを厳格に監視する者となり、こうした事態がそもそも生じないように、あるいは生じた場合には相応の処罰がなされるようにせねばならない。
δεῖ δὴ πάντʼ ἄνδρα διανοεῖσθαι περὶ ἁπάντων ἀνθρώπων ὡς ὁ μὴ δουλεύσας οὐδʼ ἂν δεσπότης γένοιτο ἄξιος ἐπαίνου, καὶ καλλωπίζεσθαι χρὴ τῷ καλῶς δουλεῦσαι μᾶλλον ἢ τῷ καλῶς ἄρξαι, πρῶτον μὲν τοῖς νόμοις, ὡς ταύτην τοῖς θεοῖς οὖσαν δουλείαν, ἔπειτʼ ἀεὶ τοῖς πρεσβυτέροις τε καὶ ἐντίμως βεβιωκόσι τοὺς νέους.
まことに、すべての人は、すべての人に関して次のように考えるべきである。 すなわち、従属したことのない者は、称賛に値する主人にはなりえないと。 そして、よく支配することよりも、よく仕えることを誇りとすべきであり、第一には法律に対して、それは神々への仕えであるからであり、次いで若い者たちは常に、年長者や名誉ある生き方をしてきた者たちに対してそうすべきである。
μετὰ δὲ ταῦτα τῆς καθʼ ἡμέραν διαίτης δεῖ τῆς ταπεινῆς καὶ ἀπόρου γεγευμένον εἶναι τὰ δύο ἔτη ταῦτα τὸν τῶν ἀγρονόμων γεγονότα.
これに続いて、地方監となった者は、これら二年の間、質素で困難な日々の生活を味わっていなければならない。
§6.763ΑΘ. ἐπειδὰν γὰρ δὴ καταλεγῶσιν οἱ δώδεκα, συνελθόντες μετὰ τῶν πέντε, βουλευέσθωσαν ὡς οἷόνπερ οἰκέται οὐχ ἕξουσιν αὑτοῖς ἄλλους οἰκέτας τε καὶ δούλους, οὐδʼ ἐκ τῶν ἄλλων γεωργῶν τε καὶ κωμητῶν τοῖς ἐκείνων ἐπὶ τὰ ἴδια χρήσονται ὑπηρετήματα διακόνοις, ἀλλὰ μόνον ὅσα εἰς τὰ δημόσια·
ΑΘ. なぜなら、十二人が召集されたとき、五人と共に集まり、彼らがあたかも召使であるかのように自らのために他の召使や奴隷を持つことがないように、また、他の農民や村人たちのうちから、彼らの奴隷を自分たちの私的な用務のための奉仕者として使うことなく、ただ公的な事柄に必要な場合のみとするよう、評議すべきだからである。
τὰ δʼ ἄλλα αὐτοὶ διʼ αὑτῶν διανοηθήτωσαν ὡς βιωσόμενοι διακονοῦντές τε καὶ διακονούμενοι ἑαυτοῖς, πρὸς δὲ τούτοις πᾶσαν τὴν χώραν διεξερευνώμενοι θέρους καὶ χειμῶνος σὺν τοῖς ὅπλοις φυλακῆς τε καὶ γνωρίσεως ἕνεκα πάντων ἀεὶ τῶν τόπων.
その他の事柄については、彼ら自身が自らの力で、互いに仕え合い、また自分自身に仕えながら生活していくことを覚悟すべきである。 これに加えて、夏も冬も武器を携えて領土全体を探索し、警戒のため、また常にすべての場所を熟知するためであるべきである。
κινδυνεύει γὰρ οὐδενὸς ἔλαττον μάθημα εἶναι διʼ ἀκριβείας ἐπίστασθαι πάντας τὴν αὑτῶν χώραν·
なぜなら、誰もが自分たちの領土を正確に知ることは、他の何にも劣らず重要な学びであると思われるからである。
οὗ δὴ χάριν κυνηγέσια καὶ τὴν ἄλλην θήραν οὐχ ἧττον ἐπιτηδεύειν δεῖ τὸν ἡβῶντα ἢ τῆς ἄλλης ἡδονῆς ἅμα καὶ ὠφελίας τῆς περὶ τὰ τοιαῦτα γιγνομένης πᾶσιν.
まさにそのために、若者は他の快楽のためのみならず、同時にそうした活動がすべての人にもたらす有益さのために、猟犬を使った狩りやその他の狩猟に励むべきである。
τούτους οὖν, αὐτούς τε καὶ τὸ ἐπιτήδευμα, εἴτε τις κρυπτοὺς εἴτε ἀγρονόμους εἴθʼ ὅτι καλῶν χαίρει, τοῦτο προσαγορεύων, προθύμως πᾶς ἀνὴρ εἰς δύναμιν ἐπιτηδευέτω, ὅσοι μέλλουσι τὴν αὑτῶν πόλιν ἱκανῶς σῴζειν.
したがって、これらの者たち、およびその活動を、秘密警察と呼ぼうと、地方監と呼ぼうと、あるいはどのような名で呼ぶのを好むにせよ、これをその名で呼びつつ、自らの都市を十分に守ろうとするすべての人は、力の及ぶ限り熱心にこれに励むべきである。
τὸ δὲ μετὰ τοῦτο ἀρχόντων αἱρέσεως ἀγορανόμων πέρι καὶ ἀστυνόμων πέρι ἦν ἡμῖν ἑπόμενον.
この次に、我々にとって続くべきものは、市場監および市監の選出についてであった。
ἕποιντο δʼ ἂν ἀγρονόμοις γε ἀστυνόμοι τρεῖς ἑξήκοντα οὖσιν, τριχῇ δώδεκα μέρη τῆς πόλεως διαλαβόντες, μιμούμενοι ἐκείνους τῶν τε ὁδῶν ἐπιμελούμενοι τῶν κατὰ τὸ ἄστυ καὶ τῶν ἐκ τῆς χώρας λεωφόρων εἰς τὴν πόλιν ἀεὶ τεταμένων καὶ τῶν οἰκοδομιῶν, ἵνα κατὰ νόμους γίγνωνται πᾶσαι, καὶ δὴ καὶ τῶν ὑδάτων, ὁπόσʼ ἂν αὐτοῖς πέμπωσι καὶ παραδιδῶσιν οἱ φρουροῦντες τεθεραπευμένα, ὅπως εἰς τὰς κρήνας ἱκανὰ καὶ καθαρὰ πορευόμενα, κοσμῇ τε ἅμα καὶ ὠφελῇ τὴν πόλιν.
そして、六十人いる地方監たちに続いて、三人の市監が置かれるべきであり、彼らは都市の十二の部分を三つに分割して担当し、彼らを模範として、市街の道路や、領土から都市へと常に伸びている幹線道路を管理し、またすべての建造物が法律に従って建てられるよう配慮し、さらには、守備兵たちが整備して彼らに送り届ける水を、それが泉へと十分に、かつ清浄に流れ込み、都市を装うと同時に益するように管理すべきである。
δεῖ δὴ καὶ τούτους δυνατούς τε εἶναι καὶ σχολάζοντας τῶν κοινῶν ἐπιμελεῖσθαι·
まことに、これらの者たちも、公務に配慮する能力があり、その余暇を持つ者であるべきである。
διὸ προβαλλέσθω μὲν πᾶς ἀνὴρ ἐκ τῶν μεγίστων τιμημάτων ἀστυνόμον ὃν ἂν βούληται, διαχειροτονηθέντων δὲ καὶ ἀφικομένων εἰς ἓξ οἷς ἂν πλεῖσται γίγνωνται, τοὺς τρεῖς ἀποκληρωσάντων οἷς τούτων ἐπιμελές, δοκιμασθέντες δὲ ἀρχόντων κατὰ τοὺς τεθέντας αὐτοῖς νόμους.
それゆえ、すべての人は、最高額の財産評価額の者たちの中から、自分が望む者を市監として推薦すべきである。 そして挙手による投票が行われ、最も多くの票を得た者が六人に達したとき、このことを担当する者たちが、その中から抽選で三人を選び出すべきであり、彼らは審査を経た上で、制定された法律に従って任に就くべきである。
ἀγορανόμους δʼ ἑξῆς τούτοις αἱρεῖσθαι μὲν ἐκ τῶν δευτέρων καὶ πρώτων τιμημάτων πέντε, τὰ δʼ ἄλλα αὐτῶν γίγνεσθαι τὴν αἵρεσιν καθάπερ ἡ τῶν ἀστυνόμων·
これらに続いて、第二および第一の財産評価額の者たちから五人の市場監を選出するものとし、その他の彼らの選出方法は市監の場合と同様に行うものとする。
δέκα ἐκ τῶν ἄλλων χειροτονηθέντας τοὺς πέντε ἀποκληρῶσαι, καὶ δοκιμασθέντας αὐτοὺς ἄρχοντας ἀποφῆναι.
すなわち、挙手による投票で選ばれた十人の中から五人を抽選し、審査を経た後に彼らを官吏として任命するのである。