Humanitext Reader

プラトン · 法律 §6.760-6.761

地方監の選任と防備および巡回制度の規定

72 / 186 箇所 · ギリシア語

要旨

アテネ人は、神殿の財務官の選出方法を定めた後、領土全体の防備を担う「地方監(アグロノモイ)」と若者たちの巡回制度、およびその任期や巡回方向について規定する。さらに、彼らの任務として、防御施設の建設、道路や水源の整備、温浴施設の設置、および地方における軽微な訴訟の裁判権を説明する。

§6.760ΑΘ. ταμίας δὲ δὴ τῶν τε ἱερῶν χρημάτων ἑκάστοις τοῖς ἱεροῖς καὶ τεμενῶν καὶ καρπῶν τούτων καὶ μισθώσεων κυρίους αἱρεῖσθαι μὲν ἐκ τῶν μεγίστων τιμημάτων τρεῖς εἰς τὰ μέγιστα ἱερά, δύο δʼ εἰς τὰ σμικρότερα, πρὸς δὲ τὰ ἐμμελέστατα ἕνα·
ΑΘ. また、各神殿における神聖な資金、およびその境内やその収穫物、および賃貸料を管理する、権限を持った財務官を、選出せねばならぬ。 すなわち、最高額の財産評価額の者たちから、最大の神殿には三人を、より小さな神殿には二人を、そして最も適度な規模の神殿には一人を選出せねばならぬ。
τὴν δὲ αἵρεσιν τούτων καὶ τὴν δοκιμασίαν γίγνεσθαι καθάπερ ἡ τῶν στρατηγῶν ἐγίγνετο.
そして、これらの者の選出と審査は、将軍たちの選出と審査が行われたのと同様に行われるものとする。
καὶ τὰ μὲν αὖ περὶ τὰ ἱερὰ ταῦτα γιγνέσθω.
そして、神殿に関するこれらの事柄は、このように行われるものとしよう。
ἀφρούρητον δὲ δὴ μηδὲν εἰς δύναμιν ἔστω.
また、いかなる場所も、力の及ぶ限り守備されないまま放置されてはならない。
πόλεως μὲν οὖν αἱ φρουραὶ πέρι ταύτῃ γιγνέσθωσαν, στρατηγῶν ἐπιμελουμένων καὶ ταξιαρχῶν καὶ ἱππάρχων καὶ φυλάρχων καὶ πρυτάνεων, καὶ δὴ καὶ ἀστυνόμων καὶ ἀγορανόμων, ὁπόταν αἱρεθέντες ἡμῖν καταστῶσίν τινες ἱκανῶς·
したがって、都市の警備に関しては、将軍、千人隊長、騎兵隊長、部族長、および評議長、さらには市監や市場監が、選出されて我々のために十分に配置されたとき、彼らが管理する中で、このように行われるものとしよう。
τὴν δὲ ἄλλην χώραν φυλάττειν πᾶσαν κατὰ τάδε.
しかし、その他の全領土を守備することは、次のように行われなければならない。
δώδεκα μὲν ἡμῖν ἡ χώρα πᾶσα εἰς δύναμιν ἴσα μόρια νενέμηται, φυλὴ δὲ μία τῷ μορίῳ ἑκάστῳ ἐπικληρωθεῖσα κατʼ ἐνιαυτὸν παρεχέτω πέντε οἷον ἀγρονόμους τε καὶ φρουράρχους, τούτοις δʼ ἔστω καταλέξασθαι τῆς αὑτῶν φυλῆς ἑκάστῳ δώδεκα τῶν πέντε ἐκ τῶν νέων, μὴ ἔλαττον ἢ πέντε καὶ εἴκοσιν ἔτη γεγονότας, μὴ πλεῖον δὲ ἢ τριάκοντα.
我々の領土全体は、力の及ぶ限り十二の等しい部分に分割されているが、一つの部族が各部分に毎年抽選で割り当てられ、五人の、いわば地方監兼守備隊長を提供するものとする。 そして、これら五人のそれぞれに対して、自分たちの部族から十二人の若者を、二十五歳以上三十歳以下の範囲で選抜することが許されるものとする。
τούτοις δὲ διακληρωθήτω τὰ μόρια τῆς χώρας κατὰ μῆνα ἕκαστα ἑκάστοις, ὅπως ἂν πάσης τῆς χώρας ἔμπειροί τε καὶ ἐπιστήμονες γίγνωνται πάντες.
そして、これらの若者たちのグループに対して、領土 of 各部分が毎月抽選で割り当てられるものとし、それは彼ら全員が領土全体の地理に精通し、熟知するようになるためである。
δύο δʼ ἔτη τὴν ἀρχὴν καὶ τὴν φρουρὰν γίγνεσθαι φρουροῖς τε καὶ ἄρχουσιν.
そして、守備兵と官吏にとって、任期と守備期間は二年間とする。
ὅπως δʼ ἂν τὸ πρῶτον λάχωσιν τὰ μέρη, τοὺς τῆς χώρας τόπους, μεταλλάττοντας ἀεὶ τὸν ἑξῆς τόπον ἑκάστου μηνὸς ἡγεῖσθαι τοὺς φρουράρχους ἐπὶ δεξιὰ κύκλῳ·
そして、彼らが最初にそれぞれの部分、すなわち領土の各地点を抽選で得た後、毎月常に次の地点へと交代しながら、守備隊長たちが彼らを右回りに率いるものとする。
τὸ δʼ ἐπὶ δεξιὰ γιγνέσθω τὸ πρὸς ἕω.
そして右回りとは、東に向かう方向とする。
περιελθόντος δὲ τοῦ ἐνιαυτοῦ, τῷ δευτέρῳ ἔτει, ἵνα ὡς πλεῖστοι τῶν φρουρῶν μὴ μόνον ἔμπειροι τῆς χώρας γίγνωνται κατὰ μίαν ὥραν τοῦ ἐνιαυτοῦ, πρὸς τῇ χώρᾳ δὲ ἅμα καὶ τῆς ὥρας ἑκάστης περὶ ἕκαστον τὸν τόπον τὸ γιγνόμενον ὡς πλεῖστοι καταμάθωσιν, οἱ τότε ἡγούμενοι πάλιν ἀφηγείσθωσαν εἰς τὸν εὐώνυμον ἀεὶ μεταβάλλοντες τόπον, ἕως ἂν τὸ δεύτερον διεξέλθωσιν ἔτος·
一箇年が経過した後の第二年目には、できるだけ多くの守備兵が、一年のうちの特定の季節にのみ領土に精通するのではなく、領土に精通すると同時に、各場所におけるそれぞれの季節の状況をできるだけ多くの者が学び知ることができるように、当時の指導者たちが、今度は常に左回りに地点を変えながら、彼らを逆方向に率いるものとし、第二年目を終えるまでそうする。
τῷ τρίτῳ δὲ ἄλλους ἀγρονόμους αἱρεῖσθαι καὶ φρουράρχους τοὺς πέντε τῶν δώδεκα ἐπιμελητάς.
そして第三年目には、別の五人の地方監兼守備隊長、すなわち十二人の若者の管理者を、新たに選出するものとする。
§6.761ΑΘ. ἐν δὲ δὴ ταῖς διατριβαῖς τῷ τόπῳ ἑκάστῳ τὴν ἐπιμέλειαν εἶναι τοιάνδε τινά·
ΑΘ. そして、彼らが滞在している間、それぞれの場所における管理は次のようなものであるべきである。
πρῶτον μὲν ὅπως εὐερκὴς ἡ χώρα πρὸς τοὺς πολεμίους ὅτι μάλιστα ἔσται, ταφρεύοντάς τε ὅσα ἂν τούτου δέῃ καὶ ἀποσκάπτοντας καὶ ἐνοικοδομήμασιν εἰς δύναμιν εἴργοντας τοὺς ἐπιχειροῦντας ὁτιοῦν τὴν χώραν καὶ τὰ κτήματα κακουργεῖν, χρωμένους δʼ ὑποζυγίοις καὶ τοῖς οἰκέταις τοῖς ἐν τῷ τόπῳ ἑκάστῳ πρὸς ταῦτα, διʼ ἐκείνων ποιοῦντας, ἐκείνοις ἐπιστατοῦντας, τῶν οἰκείων ἔργων αὐτῶν ἀργίας ὅτι μάλιστα ἐκλεγομένους.
第一に、領土が敵に対してできる限り堅固に防備されるようにすること。 そのために、必要な場所には堀を掘り、切土を行い、要塞を築いて、領土や財産をいかようであれ害そうと試みる者たちを、力の及ぶ限り防ぎ止めること。 その際、それぞれの場所にいる使役獣や奴隷たちをこれらの作業のために使い、彼らを通じて事を行い、彼らを監督すること。 ただし、彼ら自身の本来の仕事が滞る時期をできる限り選んで行うようにする。
δύσβατα δὲ δὴ πάντα ποιεῖν μὲν τοῖς ἐχθροῖς, τοῖς δὲ φίλοις ὅτι μάλιστα εὔβατα, ἀνθρώποις τε καὶ ὑποζυγίοις καὶ βοσκήμασιν, ὁδῶν τε ἐπιμελουμένους ὅπως ὡς ἡμερώταται ἕκασται γίγνωνται, καὶ τῶν ἐκ Διὸς ὑδάτων, ἵνα τὴν χώραν μὴ κακουργῇ, μᾶλλον δʼ ὠφελῇ ῥέοντα ἐκ τῶν ὑψηλῶν εἰς τὰς ἐν τοῖς ὄρεσι νάπας ὅσαι κοῖλαι, τὰς ἐκροὰς αὐτῶν εἴργοντας οἰκοδομήμασί τε καὶ ταφρεύμασιν, ὅπως ἂν τὰ παρὰ τοῦ Διὸς ὕδατα καταδεχόμεναι καὶ πίνουσαι, τοῖς ὑποκάτωθεν ἀγροῖς τε καὶ τόποις πᾶσιν νάματα καὶ κρήνας ποιοῦσαι, καὶ τοὺς αὐχμηροτάτους τόπους πολυύδρους τε καὶ εὐύδρους ἀπεργάζωνται·
また、すべての場所を敵にとっては進み難く、友人にとっては人間も使役獣も家畜もできる限り進みやすくすること。 そして、道路がそれぞれできる限り平坦に整えられるよう配慮すること。 また、天からの雨水が領土を荒らすことがなく、むしろ役立つようにすること。 すなわち、水が高きから山々の窪んだ谷へと流れ落ちる際、その流出口を堤防や堀で塞ぎ、雨水を受け止めて吸収させ、その下にある畑や土地のすべてに湧水や泉を作り出し、最も乾燥した場所を豊かな水のある、潤った場所へと変えさせるのである。
τά τε πηγαῖα ὕδατα, ἐάντε τὶς ποταμὸς ἐάντε καὶ κρήνη ᾖ, κοσμοῦντες φυτεύμασί τε καὶ οἰκοδομήμασιν εὐπρεπέστερα, καὶ συνάγοντες μεταλλείαις νάματα, πάντα ἄφθονα ποιῶσιν, ὑδρείαις τε καθʼ ἑκάστας τὰς ὥρας, εἴ τί που ἄλσος ἢ τέμενος περὶ ταῦτα ἀφειμένον ᾖ, τὰ ῥεύματα ἀφιέντες εἰς αὐτὰ τὰ τῶν θεῶν ἱερά, κοσμῶσι.
また、川であれ泉であれ、水源の水を植樹や建造物によってより美しく装い、導水路によって流れを集めて、これらすべてを豊富にすること。 そして、もしその周囲に神聖な森や境内が捧げられているなら、各季節にそこの給水所へと流れを注ぎ込み、神々の神殿を美しく飾るべきである。
πανταχῇ δὲ ἐν τοῖς τοιούτοις γυμνάσια χρὴ κατασκευάζειν τοὺς νέους αὑτοῖς τε καὶ τοῖς γέρουσι γεροντικὰ λουτρὰ θερμὰ παρέχοντας, ὕλην παρατιθέντας αὔην καὶ ξηρὰν ἄφθονον, ἐπʼ ὀνήσει καμνόντων τε νόσοις καὶ πόνοις τετρυμένα γεωργικοῖς σώματα δεχομένους εὐμενῶς, ἰατροῦ δέξιν μὴ πάνυ σοφοῦ βελτίονα συχνῷ.
そして、そのような場所のいたるところに、若者たちは自分たちのため、また老人たちのために、豊富な枯れ木や乾いた薪を用意して、老人用の温水浴場を建設すべきである。 それは、病に苦しむ人々や農作業で疲れ切った人々の体を温かく迎え入れ、恩恵をもたらすためであり、これはあまり腕の良くない医者の治療を受けるよりも、はるかに優れた効果がある。
ταῦτα μὲν οὖν καὶ τὰ τοιαῦτα πάντα κόσμος τε καὶ ὠφελία τοῖς τόποις γίγνοιτʼ ἂν μετὰ παιδιᾶς οὐδαμῇ ἀχαρίτου·
したがって、これらすべてやそれに類する事柄は、決して不快ではない楽しさを伴いながら、その土地の美観と有益さとなるだろう。
σπουδὴ δὲ περὶ ταῦτα ἥδε ἔστω.
しかし、これらに関する真剣な任務は次のようなものであるべきである。
τοὺς ἑξήκοντα ἑκάστους τὸν αὑτῶν τόπον φυλάττειν, μὴ μόνον πολεμίων ἕνεκα ἀλλὰ καὶ τῶν φίλων φασκόντων εἶναι·
すなわち、それぞれのグループの六十人が、自分たちの場所を守備すること。 それは敵のためだけでなく、友人であると主張する者たちのためでもある。
γειτόνων δὲ καὶ τῶν ἄλλων πολιτῶν ἢν ἄλλος ἄλλον ἀδικῇ, δοῦλος ἢ ἐλεύθερος, δικάζοντας τῷ ἀδικεῖσθαι φάσκοντι, τὰ μὲν σμικρὰ αὐτοὺς τοὺς πέντε ἄρχοντας, τὰ δὲ μείζονα μετὰ τῶν δώδεκα τοὺς ἑπτακαίδεκα δικάζειν μέχρι τριῶν μνῶν, ὅσα ἂν ἕτερος ἑτέρῳ ἐπικαλῇ.
そして、隣人や他の市民の間で、奴隷であれ自由民であれ、一方が他方に不正を働いた場合、被害を訴える者のために裁判を行うこと。 軽微な事柄については五人の官吏自身が裁判を行い、より大きな事柄については十二人の若者とともに、十七人全員で、一方が他方に対して訴え出る三ムナまでのすべての件について裁判を行うべきである。
δικαστὴν δὲ καὶ ἄρχοντα ἀνυπεύθυνον οὐδένα δικάζειν καὶ ἄρχειν δεῖ πλὴν τῶν τὸ τέλος ἐπιτιθέντων οἷον βασιλέων·
そして、責任を問われない裁判官や官吏は、王のように最終決定を下す者たちを除いて、何人も裁判を行い、支配してはならない。

語釈・文法注

  1. 760aταμίας — 名詞 ταμίας は一見すると男性単数主格のようであるが、ここでは第1変化男性名詞の対格複数形であり、不定詞 αἱρεῖσθαι の意味上の目的格(「財務官たちを選出すること」)として機能している。
  2. 761bτῶν ἐκ Διὸς ὑδάτων — この属格句は、761a の ὁδῶν と並列関係にあり、共通の支配語である分詞 ἐπιμελουμένους(~に配慮すること)にかかっている。雨水を防ぐだけでなく、それを有効活用するための灌漑・給水施設の建設を指示する長い分詞構文へと繋がっている。
  3. 761eγειτόνων δὲ καὶ τῶν ἄλλων πολιτῶν — 文頭の属格句は、後続の条件節 ἢν ἄλλος ἄλλον ἀδικῇ に対し、「隣人や他の市民の間で(問題が生じた場合)」という範囲あるいは関係を示す独立した関係の属格句として機能している。

この箇所を引用する

プラトン, 法律 §6.760-6.761. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:6.760-6.761

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。