Humanitext Reader

プラトン · 法律 §6.758-6.759

評議員の輪番常駐と行政官・神職の選任

71 / 186 箇所 · ギリシア語

要旨

アテネ人は、国政の安全と円滑な運営のために評議会の12分の1が交代で常駐する制度の必要性を説き、続いて市内の美観や治安を守る「市監」や「市場監」などの行政職、および抽選と神託を用いて選出される「祭司」や「釈義官」などの祭祀職の任命手続きを規定する。

§6.758ΑΘ. οὕτω δὴ χρηστέον ἀναγκαίως μὲν τοῖν ἰσοτήτοιν ἀμφοῖν, ὡς δʼ ὅτι μάλιστα ἐπʼ ὀλιγίστοις τῇ ἑτέρᾳ, τῇ τῆς τύχης δεομένῃ.
ΑΘ. このようにして、必然的に両方の平等を用いるべきであるが、もう一方、すなわち運を必要とする平等については、できる限り最小限の機会にのみ用いるようにせねばならぬ。
ταῦτα οὕτως διὰ ταῦτα, ὦ φίλοι, ἀναγκαῖον τὴν μέλλουσαν σῴζεσθαι δρᾶν πόλιν·
友よ、維持されようとする国家が、こうした理由からこのように行うことは不可欠である。
ἐπειδὴ δὲ ναῦς τε ἐν θαλάττῃ πλέουσα φυλακῆς ἡμέρας δεῖται καὶ νυκτὸς ἀεί, πόλις τε ὡσαύτως ἐν κλύδωνι τῶν ἄλλων πόλεων διαγομένη καὶ παντοδαπαῖσιν ἐπιβουλαῖς οἰκεῖ κινδυνεύουσα ἁλίσκεσθαι, δεῖ δὴ διʼ ἡμέρας τε εἰς νύκτα καὶ ἐκ νυκτὸς συνάπτειν πρὸς ἡμέραν ἄρχοντας ἄρχουσιν, φρουροῦντάς τε φρουροῦσιν διαδεχομένους ἀεὶ καὶ παραδιδόντας μηδέποτε λήγειν.
そして、海を航行する船が常に昼も夜も監視を必要とするように、国家も同様に、他国が引き起こす波風の中で暮らし、あらゆる種類の陰謀にさらされ、攻略される危険に瀕して存在しているのであるから、昼から夜へ、そして夜から昼へと、官吏が官吏に繋ぎ、守備兵が交代で守備兵に引き継ぎ、引き渡し、決して途絶えることがないようにせねばならない。
πλῆθος δὲ οὐ δυνατὸν ὀξέως οὐδέποτε οὐδὲν τούτων πράττειν, ἀναγκαῖον δὲ τοὺς μὲν πολλοὺς τῶν βουλευτῶν ἐπὶ τὸν πλεῖστον τοῦ χρόνου ἐᾶν ἐπὶ τοῖς αὑτῶν ἰδίοισι μένοντας εὐθημονεῖσθαι τὰ κατὰ τὰς αὑτῶν οἰκήσεις, τὸ δὲ δωδέκατον μέρος αὐτῶν ἐπὶ δώδεκα μῆνας νείμαντας, ἓν ἐφʼ ἑνὶ παρέχειν αὐτοὺς φύλακας ἰόντι τέ τινί ποθεν ἄλλοθεν εἴτε καὶ ἐξ αὐτῆς τῆς πόλεως ἑτοίμως ἐπιτυχεῖν, ἄντε ἀγγέλλειν βούληταί τις ἐάντʼ αὖ πυνθάνεσθαί τι τῶν ὧν προσήκει πόλει πρὸς πόλεις ἄλλας ἀποκρίνεσθαί τε, καὶ ἐρωτήσασαν ἑτέρας, ἀποδέξασθαι τὰς ἀποκρίσεις, καὶ δὴ καὶ τῶν κατὰ πόλιν ἑκάστοτε νεωτερισμῶν ἕνεκα παντοδαπῶν εἰωθότων ἀεὶ γίγνεσθαι, ὅπως ἂν μάλιστα μὲν μὴ γίγνωνται, γενομένων δέ, ὅτι τάχιστα αἰσθομένης τῆς πόλεως ἰαθῇ τὸ γενόμενον·
しかし、大衆がこれらの任務を迅速に行うことは決して不可能である。 したがって、評議員の大部分については、大半の時間を自らの私的な事柄に留まって自らの家庭を整えるようにさせ、彼らの十二分の一のグループを十二ヶ月に配分して、一グループずつ順番に守備兵として仕えさせることで、他所から、あるいはまさにこの国家の中から来る者が容易に面会できるようにせねばならない。 それは、誰かが何かを報告したい場合、あるいは国家が他国に対して対応すべき事柄について何らかの情報を得たい場合や、他国に質問してその回答を受け取る場合、さらには、市内で常に発生しがちなあらゆる種類の政変に対処するためである。 それは、そうした政変ができる限り発生しないように、また発生した場合には、国家が速やかにそれを察知して、生じた事態を収拾できるようにするためである。
διʼ ἃ συλλογῶν τε ἀεὶ δεῖ τοῦτο εἶναι τὸ προκαθήμενον τῆς πόλεως κύριον καὶ διαλύσεων, τῶν τε κατὰ νόμους τῶν τε ἐξαίφνης προσπιπτουσῶν τῇ πόλει.
このために、評議会のこのグループが常に国家の主催者として、法律に基づく集会や解散、および突然国家に発生した緊急の集会や解散を司る権限を持つべきである。
ταῦτα μὲν οὖν πάντα τὸ δωδέκατον ἂν μέρος τῆς βουλῆς εἴη τὸ διακοσμοῦν, τὰ ἕνδεκα ἀναπαυόμενον τοῦ ἐνιαυτοῦ μέρη·
したがって、これらすべてを管理するのは評議会の十二分の一のグループであり、残りの十一のグループは一年のうち自らの番でない時期は休むことになる。
κοινῇ δὲ μετὰ τῶν ἄλλων ἀρχῶν δεῖ τὰς φυλακὰς ταύτας φυλάττειν κατὰ πόλιν τοῦτο τὸ μόριον τῆς βουλῆς ἀεί.
そして、評議会のこのグループは、市内で常に他の官吏たちと共同で、これらの警戒任務を遂行せねばならない。
καὶ τὰ μὲν κατὰ πόλιν οὕτως ἔχοντα μετρίως ἂν εἴη διατεταγμένα·
そして、市内の事柄は、このように規定されていれば適度に整理されていることになるだろう。
τῆς δὲ ἄλλης χώρας πάσης τίς ἐπιμέλεια καὶ τίς τάξις;
しかし、その他の全領土については、どのような管理と配置がなされるべきであろうか。
ἆρα οὐχ ἡνίκα πᾶσα μὲν ἡ πόλις, σύμπασα δὲ ἡ χώρα κατὰ δώδεκα μέρη διανενέμηται, τῆς πόλεως αὐτῆς ὁδῶν καὶ οἰκήσεων καὶ οἰκοδομιῶν καὶ λιμένων καὶ ἀγορᾶς καὶ κρηνῶν, καὶ δὴ καὶ τεμενῶν καὶ ἱερῶν καὶ πάντων τῶν τοιούτων, ἐπιμελητὰς δεῖ τινας ἀποδεδειγμένους εἶναι;
都市の全体、および領土の全体が十二の部分に分割されているとき、都市自体の道路、家屋、建造物、港湾、市場、泉、さらには神殿の境内、神殿、その他すべてのそうした事柄について、何らかの任命された管理者が存在すべきではないだろうか。
ΚΛ. πῶς γὰρ οὔ;
ΚΛ. 当然でございます。
§6.759ΑΘ. λέγωμεν δὴ τοῖς μὲν ἱεροῖς νεωκόρους τε καὶ ἱερέας καὶ ἱερείας δεῖν γίγνεσθαι·
ΑΘ. それでは、まず神殿のためには、神殿守、神官、および女祭司が置かれねばならないと言おう。
ὁδῶν δὲ καὶ οἰκοδομιῶν καὶ κόσμου τοῦ περὶ τὰ τοιαῦτα, ἀνθρώπων τε, ἵνα μὴ ἀδικῶσιν, καὶ τῶν ἄλλων θηρίων, ἐν αὐτῷ τε τῷ τῆς πόλεως περιβόλῳ καὶ προαστείῳ ὅπως ἂν τὰ προσήκοντα πόλεσιν γίγνηται, ἑλέσθαι δεῖ τρία μὲν ἀρχόντων εἴδη, περὶ μὲν τὸ νυνδὴ λεχθὲν ἀστυνόμους ἐπονομάζοντα, τὸ δὲ περὶ ἀγορᾶς κόσμον ἀγορανόμους.
そして、道路、建造物、およびそれらに関する美観、さらには人間が不正を働かないようにすること、および他の動物についても、市壁の内部および郊外において、都市にふさわしい状態が保たれるようにするために、三種類の官職を選出せねばならない。 先ほど述べた事柄を管理する者を「市監」と呼び、市場の秩序に関する者を「市場監」と呼ぶ。
ἱερῶν δὲ ἱερέας, οἷς μέν εἰσιν πάτριαι ἱερωσύναι καὶ αἷς, μὴ κινεῖν·
神殿については、先祖伝来の神職を男たちや女たちが持っている場合には、それを変更してはならない。
εἰ δέ, οἷον τὸ πρῶτον κατοικιζομένοις εἰκὸς γίγνεσθαι περὶ τὰ τοιαῦτα, ἢ μηδενὶ ἤ τισιν ὀλίγοις, οἷς μὴ καθεστήκοι καταστατέον ἱερέας τε καὶ ἱερείας νεωκόρους γίγνεσθαι τοῖς θεοῖς.
しかし、初めて建国される者たちにとってこうした事柄に関して起こりがちであるように、誰にも、あるいは極めて少数の者にしか定まっていない場合には、まだ定まっていない神殿に対して、神々のために仕える男祭司、女祭司、神殿守を任命せねばならない。
τούτων δὴ πάντων τὰ μὲν αἱρετὰ χρή, τὰ δὲ κληρωτὰ ἐν ταῖς καταστάσεσι γίγνεσθαι, μειγνύντας πρὸς φιλίαν ἀλλήλοις δῆμον καὶ μὴ δῆμον ἐν ἑκάστῃ χώρᾳ καὶ πόλει, ὅπως ἂν μάλιστα ὁμονοῶν εἴη.
これらすべての任命において、あるものは投票により、あるものは抽選により行われるべきであり、各地方および都市において、民衆と非民衆とを互いに友好関係へと混合させ、最も調和するようにせねばならない。
τὰ μὲν οὖν τῶν ἱερέων, τῷ θεῷ ἐπιτρέποντα αὐτῷ τὸ κεχαρισμένον γίγνεσθαι, κληροῦν οὕτω τῇ θείᾳ τύχῃ ἀποδιδόντα, δοκιμάζειν δὲ τὸν ἀεὶ λαγχάνοντα πρῶτον μὲν ὁλόκληρον καὶ γνήσιον, ἔπειτα ὡς ὅτι μάλιστα ἐκ καθαρευουσῶν οἰκήσεων, φόνου δὲ ἁγνὸν καὶ πάντων τῶν περὶ τὰ τοιαῦτα εἰς τὰ θεῖα ἁμαρτανομένων αὐτὸν καὶ πατέρα καὶ μητέρα κατὰ ταὐτὰ βεβιωκότας.
したがって、祭司の職については、神自身にその意にかなうことが行われるのを委ねるものとし、神聖な運に委ねることでこのように抽選を行うものとする。 そして、その都度最初に当選した者を審査し、まず第一に身体に障害がなく、嫡出であること、次にできる限り清浄な家庭の出身であること、さらに、本人も父親も母親も同様に、殺人や神聖な事柄に対するその種のあらゆる罪から清らかに生きてきた者であることを確認せねばならない。
ἐκ Δελφῶν δὲ χρὴ νόμους περὶ τὰ θεῖα πάντα κομισαμένους καὶ καταστήσαντας ἐπʼ αὐτοῖς ἐξηγητάς, τούτοις χρῆσθαι.
また、デルポイから神聖な事柄に関するすべての法律を持ち帰り、それらに基づいて釈義官を任命し、彼らの解釈に従わねばならない。
κατʼ ἐνιαυτὸν δὲ εἶναι καὶ μὴ μακρότερον τὴν ἱερωσύνην ἑκάστην, ἔτη δὲ μὴ ἔλαττον ἑξήκοντα ἡμῖν εἴη γεγονὼς ὁ μέλλων καθʼ ἱεροὺς νόμους περὶ τὰ θεῖα ἱκανῶς ἁγιστεύσειν·
また、それぞれの祭司職は一年の任期とし、それより長くあってはならない。 そして、神聖な法律に従って神聖な事柄について十分に儀式を執り行おうとする者は、我々にとって六十歳を下回らない年齢でなければならない。
ταὐτὰ δὲ καὶ περὶ τῶν ἱερειῶν ἔστω τὰ νόμιμα.
女祭司についても同様の規定が適用されるものとする。
τοὺς δὲ ἐξηγητὰς τρὶς φερέτωσαν μὲν αἱ τέτταρες φυλαὶ τέτταρας, ἕκαστον ἐξ αὑτῶν, τρεῖς δέ, οἷς ἂν πλείστη γένηται ψῆφος, δοκιμάσαντας, ἐννέα πέμπειν εἰς Δελφοὺς ἀνελεῖν ἐξ ἑκάστης τριάδος ἕνα·
そして釈義官については、四つの部族がそれぞれ自らの中から一人ずつ、計四人を三回にわたって推薦し、最も多くの票を得た三人を選んで審査した上で、合計九人をデルポイに送り、それぞれの三人組から一人ずつを神託によって選び出してもらうものとする。
τὴν δὲ δοκιμασίαν αὐτῶν καὶ τοῦ χρόνου τὴν ἡλικίαν εἶναι καθάπερ τῶν ἱερέων.
彼らの審査および年齢については、祭司たちと同様でなければならない。
οὗτοι δὲ ἔστων ἐξηγηταὶ διὰ βίου·
そして、これらは終身の釈義官となるものとする。
τὸν δέ γε λιπόντα προαιρείσθωσαν αἱ τέτταρες φυλαὶ ὅθεν ἂν ἐκλίπῃ.
もし誰かが欠けたならば、欠員が生じた元の部族から、四つの部族が再び推薦するものとする。

語釈・文法注

  1. 758aτοῖν ἰσοτήτοιν — 形容動詞 `χρηστέον`(`χράομαι`「用いる」に由来)の目的語。両数(dual)の与格形(および属格形)である `τοῖν ἰσοτήτοιν ἀμφοῖν` は、ここでは `χράομαι` が与格を支配することから、属格ではなく与格として機能している。
  2. 759aὁδῶν δὲ καὶ οἰκοδομιῶν — 文頭に置かれた属格句。意味的には管理の対象(「〜に関して」)を示す関係の属格であり、後続の分詞句 `ἀστυνόμους ἐπονομάζοντα` の職務内容(`περὶ τὸ νυνδὴ λεχθέν`)を先取りして限定している。
  3. 759dτρὶς φερέτωσαν μὲν αἱ τέτταρες φυλαὶ τέτταρας, ἕκαστον ἐξ αὑτῶν — 釈義官(ἐξηγηταί)の複雑な推薦・選出プロセスを記述する箇所。4つの部族(`αἱ τέτταρες φυλαὶ`)が、それぞれ自らの中から1人ずつ(`ἕκαστον ἐξ αὑτῶν`)計4人(`τέτταρας`)の候補者を推薦する行為を、3回(`τρὶς`)行う。各回ごとに最も多くの票を得た3人(`τρεῖς... οἷς ἂν πλείστη γένηται ψῆφος`)を審査し、合計9人(`ἐννέα`)をデルポイに送り、各回の3人組(`ἐξ ἑκάστης τριάδος`)からそれぞれ1人(`ἕνα`)を神託によって選出させる。

この箇所を引用する

プラトン, 法律 §6.758-6.759. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:6.758-6.759

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。