Humanitext Reader

柏拉图 · 法律篇 §6.760-6.761

地方监的选任与国土防卫巡逻制度

第 72 段,共 186 段 · 希腊语

内容简介

雅典人规定了神殿财务官的选举方法,随后阐述了负责领土防卫的“地方监”与青年的巡逻制度、任期及巡逻方向。此外,他还说明了他们的职责,包括修筑防御设施、整修道路和水源、建造温水浴场以及对地方轻微纠纷的裁判权。

§6.760ΑΘ. ταμίας δὲ δὴ τῶν τε ἱερῶν χρημάτων ἑκάστοις τοῖς ἱεροῖς καὶ τεμενῶν καὶ καρπῶν τούτων καὶ μισθώσεων κυρίους αἱρεῖσθαι μὲν ἐκ τῶν μεγίστων τιμημάτων τρεῖς εἰς τὰ μέγιστα ἱερά, δύο δʼ εἰς τὰ σμικρότερα, πρὸς δὲ τὰ ἐμμελέστατα ἕνα· τὴν δὲ αἵρεσιν τούτων καὶ τὴν δοκιμασίαν γίγνεσθαι καθάπερ ἡ τῶν στρατηγῶν ἐγίγνετο.
ATH.:至于管理各个神殿的神圣资金、圣地、这些圣地的收获物以及租金,并对此拥有权力的财务官,应当进行选出。 应当选出他们,从最高财产评定额的人中:为最大的神殿选出三人,为较小的神殿选出两人,为最适度规模的神殿选出一名;而这些人的选举和审查,应当与将军们的选举和审查进行的方式相同。
καὶ τὰ μὲν αὖ περὶ τὰ ἱερὰ ταῦτα γιγνέσθω.
关于神殿的这些事务,应当以这种方式进行。
ἀφρούρητον δὲ δὴ μηδὲν εἰς δύναμιν ἔστω.
尽力使任何地方都不得无人看守。
πόλεως μὲν οὖν αἱ φρουραὶ πέρι ταύτῃ γιγνέσθωσαν, στρατηγῶν ἐπιμελουμένων καὶ ταξιαρχῶν καὶ ἱππάρχων καὶ φυλάρχων καὶ πρυτάνεων, καὶ δὴ καὶ ἀστυνόμων καὶ ἀγορανόμων, ὁπόταν αἱρεθέντες ἡμῖν καταστῶσίν τινες ἱκανῶς· τὴν δὲ ἄλλην χώραν φυλάττειν πᾶσαν κατὰ τάδε.
因此,城市自身的守卫应当以此方式进行,由将军、千人队长、骑兵队长、部落长以及评议长,甚至是市监和市集监共同负责管理,只要他们被选出并为我们充分地确立起来;但对于其余的全部领土,则必须按照以下规定进行防守。
δώδεκα μὲν ἡμῖν ἡ χώρα πᾶσα εἰς δύναμιν ἴσα μόρια νενέμηται, φυλὴ δὲ μία τῷ μορίῳ ἑκάστῳ ἐπικληρωθεῖσα κατʼ ἐνιαυτὸν παρεχέτω πέντε οἷον ἀγρονόμους τε καὶ φρουράρχους, τούτοις δʼ ἔστω καταλέξασθαι τῆς αὑτῶν φυλῆς ἑκάστῳ δώδεκα τῶν πέντε ἐκ τῶν νέων, μὴ ἔλαττον ἢ πέντε καὶ εἴκοσιν ἔτη γεγονότας, μὴ πλεῖον δὲ ἢ τριάκοντα.
我们的全部领土已尽力划分为十二个等分,每个部分通过抽签分派给一个部落,每年应当提供五人,作为类似地方监兼守备队长的人物;对于这五人中的每一个,应当允许他从自己的部落中挑选十二名青年,其年龄不得少于二十五岁,且不得多于三十岁。
τούτοις δὲ διακληρωθήτω τὰ μόρια τῆς χώρας κατὰ μῆνα ἕκαστα ἑκάστοις, ὅπως ἂν πάσης τῆς χώρας ἔμπειροί τε καὶ ἐπιστήμονες γίγνωνται πάντες.
应将领土的各部分按月轮流抽签分派给这些青年小组,使他们所有人都能对全部领土了如指掌并获得经验。
δύο δʼ ἔτη τὴν ἀρχὴν καὶ τὴν φρουρὰν γίγνεσθαι φρουροῖς τε καὶ ἄρχουσιν.
对于守卫青年和官吏而言,其任期和防守期限应当为两年。
ὅπως δʼ ἂν τὸ πρῶτον λάχωσιν τὰ μέρη, τοὺς τῆς χώρας τόπους, μεταλλάττοντας ἀεὶ τὸν ἑξῆς τόπον ἑκάστου μηνὸς ἡγεῖσθαι τοὺς φρουράρχους ἐπὶ δεξιὰ κύκλῳ· τὸ δʼ ἐπὶ δεξιὰ γιγνέσθω τὸ πρὸς ἕω.
在他们最初抽签获得各自的部分——即领土的各个地点——之后,守备队长应当率领他们,在每个月轮流调换到相邻的下一个地点,按右旋方向循环;所谓右旋,应当是朝向东方的方向。
περιελθόντος δὲ τοῦ ἐνιαυτοῦ, τῷ δευτέρῳ ἔτει, ἵνα ὡς πλεῖστοι τῶν φρουρῶν μὴ μόνον ἔμπειροι τῆς χώρας γίγνωνται κατὰ μίαν ὥραν τοῦ ἐνιαυτοῦ, πρὸς τῇ χώρᾳ δὲ ἅμα καὶ τῆς ὥρας ἑκάστης περὶ ἕκαστον τὸν τόπον τὸ γιγνόμενον ὡς πλεῖστοι καταμάθωσιν, οἱ τότε ἡγούμενοι πάλιν ἀφηγείσθωσαν εἰς τὸν εὐώνυμον ἀεὶ μεταβάλλοντες τόπον, ἕως ἂν τὸ δεύτερον διεξέλθωσιν ἔτος· τῷ τρίτῳ δὲ ἄλλους ἀγρονόμους αἱρεῖσθαι καὶ φρουράρχους τοὺς πέντε τῶν δώδεκα ἐπιμελητάς.
当一年过去,在第二年,为了使尽可能多的守卫不仅在一年中的某一个季节对领土有所经验,而且在熟悉领土的同时,能有尽可能多的人学会在每个地点在每个季节所发生的事情,当时的领导者应当再次率领他们,总是调换到左侧的地点,直到他们度过第二年;而在第三年,应当选出另外五名地方监兼守备队长,作为这十二个人的管理者。
§6.761ΑΘ. ἐν δὲ δὴ ταῖς διατριβαῖς τῷ τόπῳ ἑκάστῳ τὴν ἐπιμέλειαν εἶναι τοιάνδε τινά· πρῶτον μὲν ὅπως εὐερκὴς ἡ χώρα πρὸς τοὺς πολεμίους ὅτι μάλιστα ἔσται, ταφρεύοντάς τε ὅσα ἂν τούτου δέῃ καὶ ἀποσκάπτοντας καὶ ἐνοικοδομήμασιν εἰς δύναμιν εἴργοντας τοὺς ἐπιχειροῦντας ὁτιοῦν τὴν χώραν καὶ τὰ κτήματα κακουργεῖν, χρωμένους δʼ ὑποζυγίοις καὶ τοῖς οἰκέταις τοῖς ἐν τῷ τόπῳ ἑκάστῳ πρὸς ταῦτα, διʼ ἐκείνων ποιοῦντας, ἐκείνοις ἐπιστατοῦντας, τῶν οἰκείων ἔργων αὐτῶν ἀργίας ὅτι μάλιστα ἐκλεγομένους.
ATH.:而在他们驻扎期间,对每个地方的照管应当如下:首先,要使领土对敌人而言尽可能防守坚固,在必要的地方挖掘壕沟、开凿断堑,并尽力用防御建筑物来阻挡那些企图以任何方式危害国土和财产的人,为此,应当使用每个地方的役畜和奴隶,通过他们来完成工作,并对他们进行监督,尽可能挑选他们自己农活闲暇的时期。
δύσβατα δὲ δὴ πάντα ποιεῖν μὲν τοῖς ἐχθροῖς, τοῖς δὲ φίλοις ὅτι μάλιστα εὔβατα, ἀνθρώποις τε καὶ ὑποζυγίοις καὶ βοσκήμασιν, ὁδῶν τε ἐπιμελουμένους ὅπως ὡς ἡμερώταται ἕκασται γίγνωνται, καὶ τῶν ἐκ Διὸς ὑδάτων, ἵνα τὴν χώραν μὴ κακουργῇ, μᾶλλον δʼ ὠφελῇ ῥέοντα ἐκ τῶν ὑψηλῶν εἰς τὰς ἐν τοῖς ὄρεσι νάπας ὅσαι κοῖλαι, τὰς ἐκροὰς αὐτῶν εἴργοντας οἰκοδομήμασί τε καὶ ταφρεύμασιν, ὅπως ἂν τὰ παρὰ τοῦ Διὸς ὕδατα καταδεχόμεναι καὶ πίνουσαι, τοῖς ὑποκάτωθεν ἀγροῖς τε καὶ τόποις πᾶσιν νάματα καὶ κρήνας ποιοῦσαι, καὶ τοὺς αὐχμηροτάτους τόπους πολυύδρους τε καὶ εὐύδρους ἀπεργάζωνται·
还要使所有地方对敌人而言都难以通行,但对朋友而言则尽可能易于通行,无论是对人、役畜还是家畜,并照管道路,使每一条道路都变得尽可能平顺,还要照管天雨,免得它们危害国土,反而使其在流经高处进入山间洼谷时产生益处,用建筑物和堤坝堵住它们的出水口,使这些洼地能够承接并蓄积来自宙斯的雨水,为下方的所有田地和地方提供溪流和泉水,使最干旱的地方也变得水源充足且灌溉良好。
τά τε πηγαῖα ὕδατα, ἐάντε τὶς ποταμὸς ἐάντε καὶ κρήνη ᾖ, κοσμοῦντες φυτεύμασί τε καὶ οἰκοδομήμασιν εὐπρεπέστερα, καὶ συνάγοντες μεταλλείαις νάματα, πάντα ἄφθονα ποιῶσιν, ὑδρείαις τε καθʼ ἑκάστας τὰς ὥρας, εἴ τί που ἄλσος ἢ τέμενος περὶ ταῦτα ἀφειμένον ᾖ, τὰ ῥεύματα ἀφιέντες εἰς αὐτὰ τὰ τῶν θεῶν ἱερά, κοσμῶσι.
对于泉水,无论是河流还是泉源,都应当通过种植和建筑将其装饰得更加美观,并通过挖掘渠道汇集溪流,使水源全部充足;如果周围有任何奉献的神圣林苑或圣地,应当让溪流注入这些神明的神圣之所,在每个季节用给水设施进行装饰。
πανταχῇ δὲ ἐν τοῖς τοιούτοις γυμνάσια χρὴ κατασκευάζειν τοὺς νέους αὑτοῖς τε καὶ τοῖς γέρουσι γεροντικὰ λουτρὰ θερμὰ παρέχοντας, ὕλην παρατιθέντας αὔην καὶ ξηρὰν ἄφθονον, ἐπʼ ὀνήσει καμνόντων τε νόσοις καὶ πόνοις τετρυμένα γεωργικοῖς σώματα δεχομένους εὐμενῶς, ἰατροῦ δέξιν μὴ πάνυ σοφοῦ βελτίονα συχνῷ.
在这些地方的到处,青年们应当为自己以及为老人们建造体育馆,提供老年用的热水浴池,在旁备好充足的枯干木柴,以造福饱受疾病折磨的人,并亲切地接待因农活而疲惫不堪的身躯,这往往比接受一位不太聪明的医生的治疗要好得多。
ταῦτα μὲν οὖν καὶ τὰ τοιαῦτα πάντα κόσμος τε καὶ ὠφελία τοῖς τόποις γίγνοιτʼ ἂν μετὰ παιδιᾶς οὐδαμῇ ἀχαρίτου· σπουδὴ δὲ περὶ ταῦτα ἥδε ἔστω. τοὺς ἑξήκοντα ἑκάστους τὸν αὑτῶν τόπον φυλάττειν, μὴ μόνον πολεμίων ἕνεκα ἀλλὰ καὶ τῶν φίλων φασκόντων εἶναι·
因此,所有这些及类似的事情,都会在伴随着绝非不快之游戏的同时,成为这些地方的装饰和益处;但是,关于这些事情的严肃职责应当如下:每一组的六十个人应当防守他们自己的地方,不仅是为了对付敌人,也是为了对付那些声称是朋友的人。
γειτόνων δὲ καὶ τῶν ἄλλων πολιτῶν ἢν ἄλλος ἄλλον ἀδικῇ, δοῦλος ἢ ἐλεύθερος, δικάζοντας τῷ ἀδικεῖσθαι φάσκοντι, τὰ μὲν σμικρὰ αὐτοὺς τοὺς πέντε ἄρχοντας, τὰ δὲ μείζονα μετὰ τῶν δώδεκα τοὺς ἑπτακαίδεκα δικάζειν μέχρι τριῶν μνῶν, ὅσα ἂν ἕτερος ἑτέρῳ ἐπικαλῇ.
如果邻里或其他市民之间,奴隶还是自由人,一方对另一方犯下不义,他们应当为声称受害者进行审判;对于微小的事情由五位官吏自己审判,而对于较大的事情,则由十七人(包括那十二人)共同审判,直至三明纳,审理一方向另一方提出指控的所有案件。
δικαστὴν δὲ καὶ ἄρχοντα ἀνυπεύθυνον οὐδένα δικάζειν καὶ ἄρχειν δεῖ πλὴν τῶν τὸ τέλος ἐπιτιθέντων οἷον βασιλέων·
除了像国王那样做出最终决定的人之外,任何不承担责任的裁判官和官吏,都不得进行审判和治理。

词汇与语法注释

  1. 760aταμίας — 名词 ταμίας 表面上看起来像单数主格,但在这里是第一变格法阳性名词的复数宾格形式,作为不定式 αἱρεῖσθαι 的语义宾语。
  2. 761bτῶν ἐκ Διὸς ὑδάτων — 此属格短语与 761a 中的 ὁδῶν 呈并列关系,共同受分词 ἐπιμελουμένους(照管……)支配。它引出了一个冗长的分词结构,指导修筑灌溉和给水设施以有效利用雨水。
  3. 761eγειτόνων δὲ καὶ τῶν ἄλλων πολιτῶν — 句首的属格短语作为表示范围或关系的独立属格起作用,针对随后的条件从句 ἢν ἄλλος ἄλλον ἀδικῇ,意为“在邻里及其他市民(发生纠纷)的情况下”。

引用这一段

柏拉图, 法律篇 §6.760-6.761. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:6.760-6.761

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。