Humanitext Reader

プラトン · 法律 §6.756-6.757

軍事官職・評議員の選出と二種の平等

70 / 186 箇所 · ギリシア語

要旨

将軍、騎兵長、評議員などの軍事・政治官職の選出方法を規定し、算術的平等(抽選)と比例的平等(徳に応じた配分)の違いを論じ、国家の安定のために両者を適切に併用することの重要性を説く。

§6.756ΑΘ. χειροτονούντων δὲ στρατηγοὺς μὲν καὶ ἱππάρχους πάντες, ταξιάρχους δὲ οἱ τὴν ἀσπίδα τιθέμενοι, φυλάρχους δὲ αὖ τούτοις πᾶν τὸ ἱππικὸν αἱρείσθω, ψιλῶν δὲ ἢ τοξοτῶν ἤ τινος ἄλλου τῶν ἐμπολεμίων ἡγεμόνας οἱ στρατηγοὶ ἑαυτοῖς καθιστάντων.
ΑΘ. 将軍と騎兵長については全員が挙手投票で選出し、部隊長については盾を持つ重装歩兵たちが、他方これらに対して部族騎兵長については騎兵全員が選出するものとし、軽装歩兵や弓兵、あるいはその他の戦闘部隊の指揮官については、将軍たちが自らのために任命するものとせよ。
ἱππάρχων δὴ κατάστασις ἂν ἡμῖν ἔτι λοιπὴ γίγνοιτο.
さて、騎兵長の任命が我々にとってまだ残されているだろう。
τούτους οὖν προβαλλέσθων μὲν οἵπερ καὶ τοὺς στρατηγοὺς προυβάλλοντο, τὴν δὲ αἵρεσιν καὶ τὴν ἀντιπροβολὴν τούτων τὴν αὐτὴν γίγνεσθαι καθάπερ ἡ τῶν στρατηγῶν ἐγίγνετο, χειροτονείτω δὲ τὸ ἱππικὸν αὐτοὺς ἐναντίον ὁρώντων τῶν πεζῶν, δύο δὲ οἷς ἂν πλείστη χειροτονία γίγνηται, τούτους ἡγεμόνας εἶναι πάντων τῶν ἱππευόντων.
そこで、将軍たちを推薦したのと同じ人々がこれらを推薦するものとし、彼らの選出と対抗推薦は、将軍たちのそれが行われたのと同様に行われるものとし、騎兵が歩兵たちの見ている前で彼らを挙手投票で選出するものとし、最も多くの挙手票を得た二人が、すべての騎兵の指揮官となるものとする。
τὰς δὲ ἀμφισβητήσεις τῶν χειροτονιῶν μέχρι δυοῖν εἶναι· τὸ δὲ τρίτον ἐὰν ἀμφισβητῇ τις, διαψηφίζεσθαι τούτους οἷσπερ τῆς χειροτονίας μέτρον ἑκάστοις ἕκαστον ἦν.
また、挙手投票に対する異議申し立ては二回までに限るものとし、三回目に誰かが異議を申し立てる場合には、挙手投票の資格をそれぞれ持っていた人々が秘密投票を行うものとする。
βουλὴν δὲ εἶναι μὲν τριάκοντα δωδεκάδας—ἑξήκοντα δὲ καὶ τριακόσιοι γίγνοιντο ἂν πρέποντες ταῖς διανομαῖς—μέρη δὲ διανείμαντας τέτταρα κατὰ ἐνενήκοντα τὸν ἀριθμὸν τούτων, ἐξ ἑκάστου τῶν τιμημάτων φέρειν ἐνενήκοντα βουλευτάς.
また、評議会は30の12倍――これは360人となり、割り当てに適した数となるだろう――とし、これらを 90人ずつの4つのグループに分割し、各財産等級から90名の評議員を選出するものとする。
πρῶτον μὲν ἐκ τῶν μεγίστων τιμημάτων ἅπαντας φέρειν ἐξ ἀνάγκης, ἢ ζημιοῦσθαι τὸν μὴ πειθόμενον τῇ δοξάσῃ ζημίᾳ·
まず、第一等級からは全員が義務的に投票を行うものとし、従わない者は定められた罰金を科されるものとする。
ἐπειδὰν δʼ ἐνεχθῶσι, τούτους μὲν κατασημήνασθαι, τῇ δὲ ὑστεραίᾳ φέρειν ἐκ τῶν δευτέρων τιμημάτων κατὰ ταὐτὰ καθάπερ τῇ πρόσθεν, τρίτῃ δʼ ἐκ τῶν τρίτων τιμημάτων φέρειν μὲν τὸν βουλόμενον, ἐπάναγκες δὲ εἶναι τοῖς τῶν τριῶν τιμημάτων, τὸ δὲ τέταρτόν τε καὶ σμικρότατον ἐλεύθερον ἀφεῖσθαι τῆς ζημίας, ὃς ἂν αὐτῶν μὴ βούληται φέρειν.
そして投票が提出されたなら、これらを封印し、翌日には第二等級から前日と同様に投票を行うものとする。 三日目には、第三等級からは望む者が投票を行うものとするが、上位三等級に属する者たちにとっては義務とし、第四の最も低い等級については、投票を望まない者は罰金を免除されるものとする。
τετάρτῃ δὲ φέρειν μὲν ἐκ τοῦ τετάρτου καὶ σμικροτάτου τιμήματος ἅπαντας, ἀζήμιον δʼ εἶναι τὸν ἐκ τοῦ τετάρτου καὶ τρίτου τιμήματος, ἐὰν ἐνεγκεῖν μὴ βούληται· τὸν δʼ ἐκ τοῦ δευτέρου καὶ πρώτου μὴ φέροντα ζημιοῦσθαι, τὸν μὲν ἐκ τοῦ δευτέρου τριπλασίᾳ τῆς πρώτης ζημίας, τὸν δʼ ἐκ τοῦ πρώτου τετραπλασίᾳ.
四日目には、第四の最も低い等級から全員が投票を行うものとするが、第四および第三等級の者が投票を望まない場合は罰金なしとし、第二および第一等級の者で投票しない者は罰せられるものとし、第二等級の者は最初の罰金の三倍、第一等級の者は四倍の罰金を科されるものとする。
πέμπτῃ δὲ ἡμέρᾳ τὰ κατασημανθέντα ὀνόματα ἐξενεγκεῖν μὲν τοὺς ἄρχοντας ἰδεῖν πᾶσι τοῖς πολίταις, φέρειν δʼ ἐκ τούτων αὖ πάντα ἄνδρα ἢ ζημιοῦσθαι τῇ πρώτῃ ζημίᾳ·
五日目には、官吏たちは封印された名前をすべての市民が見られるように提示し、全市民がこれらの中から再び投票を行うものとし、投票しない者は最初の罰金を科される。
ὀγδοήκοντα δὲ καὶ ἑκατὸν ἐκλέξαντας ἀφʼ ἑκάστων τῶν τιμημάτων, τοὺς ἡμίσεις τούτων ἀποκληρώσαντας δοκιμάσαι, τούτους δʼ εἶναι τὸν ἐνιαυτὸν βουλευτάς.
そして、各等級から180人ずつを選び出し、これらの半数を抽選で決めて審査し、これらが一年の任期を務める評議員となるものとする。
§6.757ΑΘ. ἡ μὲν αἵρεσις οὕτω γιγνομένη μέσον ἂν ἔχοι μοναρχικῆς καὶ δημοκρατικῆς πολιτείας, ἧς ἀεὶ δεῖ μεσεύειν τὴν πολιτείαν·
ΑΘ. このように行われる選出は、君主制的な国制と民主制的な国制の中間をとることになるだろう。 国制は常にその中間をとるべきなのだ。
δοῦλοι γὰρ ἂν καὶ δεσπόται οὐκ ἄν ποτε γένοιντο φίλοι, οὐδὲ ἐν ἴσαις τιμαῖς διαγορευόμενοι φαῦλοι καὶ σπουδαῖοι—τοῖς γὰρ ἀνίσοις τὰ ἴσα ἄνισα γίγνοιτʼ ἄν, εἰ μὴ τυγχάνοι τοῦ μέτρου—διὰ γὰρ ἀμφότερα ταῦτα στάσεων αἱ πολιτεῖαι πληροῦνται.
なぜなら、奴隷と主人が友になることは決してなく、また卑俗な者と優れた者が対等の栄誉をもって扱われることもないからだ。 不平等な者たちに対して平等なものを与えることは、もし適切な尺度を得ていなければ、不平等なものになってしまうからである。 これら両方の理由によって、国制は内紛に満ちることになるのだ。
παλαιὸς γὰρ λόγος ἀληθὴς ὤν, ὡς ἰσότης φιλότητα ἀπεργάζεται, μάλα μὲν ὀρθῶς εἴρηται καὶ ἐμμελῶς·
なぜなら、「平等は友情を生み出す」という古い言葉は真実であって、極めて正しく、かつ適切に語られているからだ。
ἥτις δʼ ἐστί ποτε ἰσότης ἡ τοῦτο αὐτὸ δυναμένη, διὰ τὸ μὴ σφόδρα σαφὴς εἶναι σφόδρα ἡμᾶς διαταράττει.
しかし、このこと自体を可能にする平等が一体どのようなものであるかは、あまり明確でないために、私たちを大いに混乱させる。
δυοῖν γὰρ ἰσοτήτοιν οὔσαιν, ὁμωνύμοιν μέν, ἔργῳ δὲ εἰς πολλὰ σχεδὸν ἐναντίαιν, τὴν μὲν ἑτέραν εἰς τὰς τιμὰς πᾶσα πόλις ἱκανὴ παραγαγεῖν καὶ πᾶς νομοθέτης, τὴν μέτρῳ ἴσην καὶ σταθμῷ καὶ ἀριθμῷ, κλήρῳ ἀπευθύνων εἰς τὰς διανομὰς αὐτήν·
二つの平等が存在し、それらは名前こそ同じであるが、実際には多くの点においてほとんど相反するからである。 その一方は、尺度、重さ、数において等しいものであり、あらゆる国家や立法者が、これを配分において抽選によって適用することで、栄誉へと容易に導くことができる。
τὴν δὲ ἀληθεστάτην καὶ ἀρίστην ἰσότητα οὐκέτι ῥᾴδιον παντὶ ἰδεῖν.
しかし、もう一つの最も真実で最善の平等は、もはや誰にでも容易に見出せるものではない。
Διὸς γὰρ δὴ κρίσις ἐστί, καὶ τοῖς ἀνθρώποις ἀεὶ σμικρὰ μὲν ἐπαρκεῖ, πᾶν δὲ ὅσον ἂν ἐπαρκέσῃ πόλεσιν ἢ καὶ ἰδιώταις, πάντʼ ἀγαθὰ ἀπεργάζεται·
なぜなら、それはゼウスの裁定であり、人間には常にわずかしか与えられないが、それが国家や個人に与えられるやいなや、すべての善きことをもたらすからである。
τῷ μὲν γὰρ μείζονι πλείω, τῷ δʼ ἐλάττονι σμικρότερα νέμει, μέτρια διδοῦσα πρὸς τὴν αὐτῶν φύσιν ἑκατέρῳ, καὶ δὴ καὶ τιμὰς μείζοσι μὲν πρὸς ἀρετὴν ἀεὶ μείζους, τοῖς δὲ τοὐναντίον ἔχουσιν ἀρετῆς τε καὶ παιδείας τὸ πρέπον ἑκατέροις ἀπονέμει κατὰ λόγον.
すなわち、より大なる者にはより多くを、より小なる者にはより少なくを分け与え、双方の本性に応じて適度なものを与え、特に、徳においてより優れた者には常により大なる栄誉を、徳と教養においてその反対である者には、それぞれの割合に応じてふさわしいものを割り当てるのである。
ἔστιν γὰρ δήπου καὶ τὸ πολιτικὸν ἡμῖν ἀεὶ τοῦτʼ αὐτὸ τὸ δίκαιον·
というのも、私たちにとって、政治的な正義とは常にこのこと自体だからである。
οὗ καὶ νῦν ἡμᾶς ὀρεγομένους δεῖ καὶ πρὸς ταύτην τὴν ἰσότητα, ὦ Κλεινία, ἀποβλέποντας, τὴν νῦν φυομένην κατοικίζειν πόλιν.
クレイニアスよ、私たちは今、これを切望し、この平等に目を向けながら、現在誕生しつつある国家を建設せねばならない。
ἄλλην τε ἄν ποτέ τις οἰκίζῃ, πρὸς ταὐτὸν τοῦτο σκοπούμενον χρεὼν νομοθετεῖν, ἀλλʼ οὐ πρὸς ὀλίγους τυράννους ἢ πρὸς ἕνα ἢ καὶ κράτος δήμου τι, πρὸς δὲ τὸ δίκαιον ἀεί, τοῦτο δʼ ἐστὶ τὸ νυνδὴ λεχθέν, τὸ κατὰ φύσιν ἴσον ἀνίσοις ἑκάστοτε δοθέν·
また、将来誰かが他の都市を建国するとしても、少数者の僭主たちや一人の支配者、あるいは民衆の権力に目を向けるのではなく、この同じ目的に目を向けて立法すべきであり、常に正義、すなわち先ほど述べられた、本性に従って不平等な者たちにその都度与えられる平等のほうに目を向けるべきである。
ἀναγκαῖόν γε μὴν καὶ τούτοις παρωνυμίοισί ποτε προσχρήσασθαι πόλιν ἅπασαν, εἰ μέλλει στάσεων ἑαυτῇ μὴ προσκοινωνήσειν κατά τι μέρος—τὸ γὰρ ἐπιεικὲς καὶ σύγγνωμον τοῦ τελέου καὶ ἀκριβοῦς παρὰ δίκην τὴν ὀρθήν ἐστιν παρατεθραυμένον, ὅταν γίγνηται—διὸ τῷ τοῦ κλήρου ἴσῳ ἀνάγκη προσχρήσασθαι δυσκολίας τῶν πολλῶν ἕνεκα, θεὸν καὶ ἀγαθὴν τύχην καὶ τότε ἐν εὐχαῖς ἐπικαλουμένους ἀπορθοῦν αὐτοὺς τὸν κλῆρον πρὸς τὸ δικαιότατον.
しかしながら、いかなる国家であっても、自らの一部において内紛に巻き込まれないようにするためには、時にはこれらの派生的な形態をも併せて利用することが不可欠である。 というのも、寛容や容赦がなされるとき、それは厳格で厳密な正義から逸脱し、正しい正義の基準を破ることになるからである。 それゆえ、大衆の不満を避けるために、抽選による平等を併用せねばならず、その際には神と幸運に祈りを捧げて、神々が彼らのために抽選を最も正義にかなう形へと導いてくれるように懇願するのである。

語釈・文法注

  1. 756aοἱ τὴν ἀσπίδα τιθέμενοι — 「盾を置く者たち」は当時のギリシア語の軍事的な慣用表現で、重装歩兵(ホプリタイ)の層を指す。この対話では、特定の軍事官職(部隊長など)の投票権が重装歩兵層に制限されている。
  2. 756cφέρειν — 動詞 φέρειν(運ぶ、もたらす)は、投票用紙を投じること、または選挙によって候補者を送り出すことを意味する。各財産等級から90名の評議員を選出する一連のプロセスにおいて、投票の義務性を説明する際に繰り返されている。
  3. 757aτοῖς γὰρ ἀνίσοις τὰ ἴσα ἄνισα γίγνοιτʼ ἄν — 潜在の ἄν +希求法(γίγνοιτʼ ἄν)を用いた表現。性質や能力の異なる不平等な人々に画一的な(算術的な)平点を適用することは、適切な比例的配慮(μέτρον)が伴わない限り、結果として不公正(不平等)をもたらすという、プラトンの政治哲学における平等のパラドックスを明快に示している。
  4. 757dτὸ κατὰ φύσιν ἴσον ἀνίσοις ἑκάστοτε δοθέν — 本性に応じた幾何学的(比例的)平等の定義。「不平等な者たちに与えられる等しいもの」とは一見矛盾するが、各人の徳や教養(παιδεία)の度合いに応じて異なる比率で名誉や官職を配分することが、自然(φύσις)の秩序にかなった真の平等であることを説明している。

この箇所を引用する

プラトン, 法律 §6.756-6.757. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:6.756-6.757

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。