Humanitext Reader

プラトン · 法律 §6.754-6.755

母市による初期選出と軍事官職の選任規定

69 / 186 箇所 · ギリシア語

要旨

アテナイの客人は、クノーソス人が新しい植民都市の初期官職選出を主導すべきであると述べ、法の番人および軍事官職(将軍や部隊長)の選出方法、任期、要件について詳細に規定する。

§6.754ΑΘ. τὸ δʼ ἔστιν τε, ὡς ἐμοὶ φαίνεται, πλέον ἢ τὸ ἥμισυ, καὶ οὐδεὶς αὐτὸ καλῶς γενόμενον ἐγκεκωμίακεν ἱκανῶς.
ΑΘ. しかし実際には、私に見えるところでは、それは半分以上であり、それが立派に行われたことを十分に称賛した者は誰もいません。
ΚΛ. ὀρθότατα λέγεις.
ΚΛ. 全くその通りです。
ΑΘ. μὴ τοίνυν γιγνώσκοντές γε παρῶμεν αὐτὸ ἄρρητον, μηδὲν διασαφήσαντες ἡμῖν αὐτοῖς τίνα ἔσται τρόπον.
ΑΘ. ですから、私たちはそれを承知していながら、それがどのような方法で行われるべきかを自分たちの間で何も明らかにすることなく、語らずに放置するようなことがあってはなりません。
ἐγὼ μὲν οὖν οὐδαμῶς εὐπορῶ πλήν γε ἑνὸς εἰπεῖν πρὸς τὸ παρὸν ἀναγκαίου καὶ συμφέροντος λόγου.
私自身は、現在のところ、不可欠かつ有益な一つの提案を述べる以外には、全く妙案を持ち合わせていません。
ΚΛ. τίνος δή;
ΚΛ. 一体どのようなものですか。
ΑΘ. φημὶ ταύτῃ τῇ πόλει, ἣν οἰκίζειν μέλλομεν, οἷον πατέρα καὶ μητέρα οὐκ εἶναι πλὴν τὴν κατοικίζουσαν αὐτὴν πόλιν, οὐκ ἀγνοῶν ὅτι πολλαὶ τῶν κατοικισθεισῶν διάφοροι ταῖς κατοικισάσαις πολλάκις ἔνιαι γεγόνασίν τε καὶ ἔσονται.
ΑΘ. 私たちが建国しようとしているこの国家にとって、入植を主導する母市以外に、いわば父や母にあたるものは存在しない、と私は主張します。 もっとも、入植された都市の多くが、入植させた都市としばしば対立するようになった例はいくつもあり、また今後もあるだろうということは、私も承知していますが。
νῦν μὴν ἐν τῷ παρόντι, καθάπερ παῖς, εἰ καί ποτε μέλλει διάφορος εἶναι τοῖς γεννήσασιν, ἔν γε τῇ παρούσῃ παιδίας ἀπορίᾳ στέργει τε καὶ στέργεται ὑπὸ τῶν γεννησάντων, καὶ φεύγων ἀεὶ πρὸς τοὺς οἰκείους, ἀναγκαίους μόνους εὑρίσκει συμμάχους·
しかしながら、現在のところは、子供がいつか親と反目することになるとしても、幼少期の現在の無力な状態においては、親を愛し、また親から愛されるものであり、常に身内のところへと逃れては、彼らだけを不可欠な同盟者として見出すものです。
ἃ δὴ νῦν φημὶ Κνωσίοις διὰ τὴν ἐπιμέλειαν πρὸς τὴν νέαν πόλιν καὶ τῇ νέᾳ πρὸς Κνωσὸν ὑπάρχειν ἑτοίμως γεγονότα.
これと同じ状況が、今やクノーソス人にとっては新しい国家に対する配慮を通じて、また新しい国家にとってはクノーソスに対して、すでに整えられていると私は主張します。
λέγω δή, καθάπερ εἶπον νυνδή, —δὶς γὰρ τό γε καλὸν ῥηθὲν οὐδὲν βλάπτει—Κνωσίους δεῖν ἐπιμεληθῆναι πάντων τούτων κοινῇ, προσελομένους τῶν εἰς τὴν ἀποικίαν ἀφικομένων, τοὺς πρεσβυτάτους τε καὶ ἀρίστους εἰς δύναμιν ἑλομένους, μὴ ἔλαττον ἑκατὸν ἀνδρῶν·
そこで、先ほど申し上げたように主張します――美しく語られたことは二度繰り返しても害にはなりませんから――。 クノーソス人は、この植民にやって来た人々から、能力の及ぶ限り最も年長で優れた人々を百人以上選び出し、これらを共同の協力者として、これらすべてのことを配慮すべきです。
καὶ αὐτῶν Κνωσίων ἔστωσαν ἑκατὸν ἕτεροι.
そしてクノーソス人自身からも別の百人を選出し、これらをこれにあてるべきです。
τούτους δὲ ἐλθόντας φημὶ δεῖν εἰς τὴν καινὴν πόλιν συνεπιμεληθῆναι ὅπως αἵ τε ἀρχαὶ καταστῶσιν κατὰ νόμους, καταστᾶσαί τε δοκιμασθῶσι·
そして、これらの人々は、新しい国家へと赴き、諸官職が法に従って確立され、また確立された後に審査されるよう、共同で配慮すべきであると私は主張します。
γενομένων δὲ τούτων, τὴν μὲν Κνωσὸν τοὺς Κνωσίους οἰκεῖν, τὴν δὲ νέαν πόλιν αὐτὴν αὑτὴν πειρᾶσθαι σῴζειν τε καὶ εὐτυχεῖν.
そして、これらが成就した暁には、クノーソス人はクノーソスに居住し、新しい国家は自らの力で生存を図り、繁栄するよう努めるべきです。
οἱ δὲ δὴ γενόμενοι τῶν ἑπτὰ καὶ τριάκοντα νῦν τε καὶ εἰς τὸν ἔπειτα σύμπαντα χρόνον ἐπὶ τοῖσδε ἡμῖν ᾑρήσθωσαν·
さて、選出された三十七人は、現在においても将来の全期間においても、私たちのために以下の条件のもとで選出されるものとしましょう。
πρῶτον μὲν φύλακες ἔστωσαν τῶν νόμων, ἔπειτα τῶν γραμμάτων ὧν ἂν ἕκαστος ἀπογράψῃ τοῖς ἄρχουσι τὸ πλῆθος τῆς αὑτῶν οὐσίας, πλὴν ὁ μὲν μέγιστον τίμημα ἔχων τεττάρων μνῶν, ὁ δὲ τὸ δεύτερον τριῶν, ὁ δὲ τρίτος δυοῖν μναῖν, μνᾶς δὲ ὁ τέταρτος.
第一に、彼らは法の番人であるべきです。 第二に、各人が自分たちの財産の総額を官吏たちに申告して記録させた、その登録台帳の番人であるべきです。 ただし、第一等級に属し最も高い評価額を含む者は四ムナ、第二等級の者は三ムナ、第三の者は二ムナ、第四の者は一ムナを限度として財産を所有するものとします。
ἐὰν δέ τις ἕτερον φαίνηταί τι παρὰ τὰ γεγραμμένα κεκτημένος, δημόσιον μὲν ἔστω τὸ τοιοῦτον ἅπαν, πρὸς τούτῳ δὲ δίκην ὑπεχέτω τῷ βουλομένῳ μετιέναι μὴ καλὴν μηδʼ εὐώνυμον ἀλλʼ αἰσχράν, ἐὰν ἁλίσκηται διὰ τὸ κέρδος τῶν νόμων καταφρονῶν.
もし誰かが登録されたもの以外に何か別の財産を所有していることが判明した場合、そのような過剰な財産はすべて没収されて公有財産とされるべきであり、その上、彼は望む者からの訴追を受けるべきです。 その訴訟は、もし彼が利得のために法を軽んじたことで有罪となるならば、彼にとって不名誉で不吉な、恥ずべきものとなるでしょう。
αἰσχροκερδείας οὖν αὐτὸν γραψάμενος ὁ βουληθεὶς ἐπεξίτω τῇ δίκῃ ἐν αὐτοῖς τοῖς νομοφύλαξιν·
それゆえ、望む者は彼を汚い利得の罪で告訴し、法の番人たちの前でその裁判を追及すべきです。
§6.755ΑΘ. ἐὰν δʼ ὁ φεύγων ὄφλῃ, τῶν κοινῶν κτημάτων μὴ μετεχέτω, διανομὴ δὲ ὅταν τῇ πόλει γίγνηταί τις, ἄμοιρος ἔστω πλήν γε τοῦ κλήρου, γεγράφθω δὲ ὠφληκώς, ἕως ἂν ζῇ, ὅπου πᾶς ὁ βουλόμενος αὐτὰ ἀναγνώσεται.
ΑΘ. そして、もし被告が敗訴したならば、彼は公共の財産の分配にあずかるべきではありません。 国家において何らかの分配が行われるとき、彼は自分の割当地以外には、その分け前を得られないものとします。 また、彼が敗訴したという事実は、彼が生きている限り、望む者なら誰でも読めるような場所に記録されていなければなりません。
μὴ πλέον δὲ εἴκοσιν ἐτῶν νομοφύλαξ ἀρχέτω, φερέσθω δʼ εἰς τὴν ἀρχὴν μὴ ἔλαττον ἢ πεντήκοντα γεγονὼς ἐτῶν·
法の番人は二十年を超えて職にあってはならず、その職に立候補するには、五十歳を下回ってはなりません。
ἑξηκοντούτης δὲ ἐνεχθεὶς δέκα μόνον ἀρχέτω ἔτη, καὶ κατὰ τοῦτον τὸν λόγον, ὅπως ἄν τις πλέον ὑπερβὰς ἑβδομήκοντα ζῇ, μηκέτι ἐν τούτοις τοῖς ἄρχουσι τὴν τηλικαύτην ἀρχὴν ὡς ἄρξων διανοηθήτω.
また、六十歳で選出された場合は、十年間だけ職を務めるものとします。 この比率に従って、もし誰かが七十歳を超えて生きるとしても、もはやこれらの官吏の中に加わって、これほど重要な職を務めようなどと考えてはなりません。
τὰ μὲν οὖν περὶ τῶν νομοφυλάκων ταῦτα εἰρήσθω προστάγματα τρία, προϊόντων δὲ εἰς τοὔμπροσθε τῶν νόμων ἕκαστος προστάξει τούτοις τοῖς ἀνδράσιν ὧντινων αὐτοὺς δεῖ πρὸς τοῖς νῦν εἰρημένοις προσεπιμελεῖσθαι·
さて、法の番人については、これら三つの規定が述べられたものとしましょう。 そして、法がさらに進展するにつれて、個々の法がこれらの人々に、現在述べられたことに加えて、どのような事項をさらに配慮すべきかを規定することになります。
νῦν δʼ ἑξῆς ἄλλων ἀρχῶν αἱρέσεως πέρι λέγοιμεν ἄν.
さて、次に順次、他の官職の選出について述べることにしましょう。
δεῖ γὰρ δὴ τὰ μετὰ ταῦτα στρατηγοὺς αἱρεῖσθαι, καὶ τούτοις εἰς τὸν πόλεμον οἷόν τινας ὑπηρεσίας ἱππάρχους καὶ φυλάρχους καὶ τῶν πεζῶν φυλῶν κοσμητὰς τῶν τάξεων, οἷς πρέπον ἂν εἴη τοῦτʼ αὐτὸ τοὔνομα μάλιστα, οἷον καὶ οἱ πολλοὶ ταξιάρχους αὐτοὺς ἐπονομάζουσι.
というのも、この次には将軍たちを選出する必要があり、また彼らのために、戦争におけるいわば補助職として、騎兵長、部族騎兵長、および歩兵の部族部隊の編成官たち、すなわち彼らにとって最もふさわしい名前であり、世間一般が部隊長と呼んでいる人々を選出する必要があるからです。
τούτων δὴ στρατηγοὺς μὲν ἐξ αὐτῆς τῆς πόλεως ταύτης οἱ νομοφύλακες προβαλλέσθων, αἱρείσθων δʼ ἐκ τῶν προβληθέντων πάντες οἱ τοῦ πολέμου κοινωνοὶ γενόμενοί τε ἐν ταῖς ἡλικίαις καὶ γιγνόμενοι ἑκάστοτε.
さて、これらのうち、将軍たちについては、法の番人たちがこの国家自体の市民の中から候補者を推薦し、その推薦された人々の中から、軍役年齢において戦争に参加したことのある者、およびその都度参加しているすべての者が選出するべきです。
ἐὰν δέ τις ἄρα δοκῇ τινι τῶν μὴ προβεβλημένων ἀμείνων εἶναι τῶν προβληθέντων τινός, ἐπονομάσας ἀνθʼ ὅτου ὅντινα προβάλλεται, τοῦτʼ αὐτὸ ὀμνὺς ἀντιπροβαλλέσθω τὸν ἕτερον·
しかし、もし推薦されなかった者の中に、推薦された者の誰よりも優れていると思われる者がいれば、誰の代わりに誰を推薦するのかを名指しし、誓いを立てた上で、その他方を対抗推薦するべきです。
ὁπότερος δʼ ἂν δόξῃ διαχειροτονούμενος, εἰς τὴν αἵρεσιν ἐγκρινέσθω.
そして、挙手投票によってどちらが支持されるかに応じて、正式な選出候補の中に組み入れるべきです。
τρεῖς δέ, οἷς ἂν ἡ πλείστη χειροτονία γίγνηται, τούτους εἶναι στρατηγούς τε καὶ ἐπιμελητὰς τῶν κατὰ πόλεμον, δοκιμασθέντων καθάπερ οἱ νομοφύλακες·
そして、最も多くの挙手票を得た三人、彼らが将軍であり、かつ戦争に関する事柄の管理官となるべきです。 ただし、法の番人たちと同様の審査を経た上でのことです。
ταξιάρχους δὲ αὑτοῖσι προβάλλεσθαι μὲν τοὺς αἱρεθέντας στρατηγοὺς δώδεκα, ἑκάστῃ φυλῇ ταξίαρχον, τὴν δʼ ἀντιπροβολὴν εἶναι, καθάπερ τῶν στρατηγῶν ἐγίγνετο τὴν αὐτὴν καὶ περὶ τῶν ταξιαρχῶν, καὶ τὴν ἐπιχειροτονίαν καὶ τὴν κρίσιν.
また、選出された将軍たちは、自分たちのために十二人の部隊長を、各部族に一人の部隊長として推薦すべきです。 そして、対抗推薦は将軍たちの場合に行われたのと全く同様に、部隊長に関しても行われるべきであり、挙手投票による決断や判定も同様であるべきです。
τὸν δὲ σύλλογον τοῦτον ἐν τῷ παρόντι, πρὶν πρυτάνεις τε καὶ βουλὴν ᾑρῆσθαι, τοὺς νομοφύλακας συλλέξαντας εἰς χωρίον ὡς ἱερώτατόν τε καὶ ἱκανώτατον καθίσαι, χωρὶς μὲν τοὺς ὁπλίτας, χωρὶς δὲ τοὺς ἱππέας, τρίτον δʼ ἐφεξῆς τούτοις πᾶν ὅσον ἐμπολέμιον·
そして、この選出のための民会は、現在のところ、主席評議員や評議会がまだ選出されていないため、法の番人たちが彼らを最も神聖で最も適切な場所へと収集して着席させるべきです。 重装歩兵は別に、騎兵は別に、そしてこれらに続いて第三に、すべての戦闘可能な兵力を着席させるのです。

語釈・文法注

  1. 754aτὸ δʼ — 先行する文の中の「始まり」(ἀρχή)を指す。接続詞的な τὸ δέ は、前文の諺(「始まりは全体の半分」)に対して対比的に述べ、始まりが「半分以上」であることを強調している。
  2. 754bπλὴν τὴν κατοικίζουσαν αὐτὴν πόλιν — 前置詞的に用いられる πλὴν の後に置かれた対格。対格不定詞構文 φημὶ ... οὐκ εἶναι(…は存在しないと主張する)の主語(πατέρα καὶ μητέρα)と同格的に一致しており、主格ではなく対格が維持されている。
  3. 754dτούτους δὲ ἐλθόντας — 対格の分詞 ἐλθόντας と代名詞 τούτους は、不定詞 συνεπιμεληθῆναι(共同で配慮する)の意味上の主語を示す対格不定詞構文(accusativus cum infinitivo)の主語である。
  4. 755dἀνθʼ ὅτου ὅντινα — 前置詞 ἀντί と関係代名詞 ὅστις の二つの格(属格 ὅτου、対格 ὅντινα)が縮約された形。対抗推薦(ἀντιπροβαλλέσθω)において、「誰の代わりに(ἀνθʼ ὅτου)誰を(ὅντινα)」推薦するのかを明示する二重の依存関係を表している。

この箇所を引用する

プラトン, 法律 §6.754-6.755. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:6.754-6.755

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。