§6.756ΑΘ. χειροτονούντων δὲ στρατηγοὺς μὲν καὶ ἱππάρχους πάντες, ταξιάρχους δὲ οἱ τὴν ἀσπίδα τιθέμενοι, φυλάρχους δὲ αὖ τούτοις πᾶν τὸ ἱππικὸν αἱρείσθω, ψιλῶν δὲ ἢ τοξοτῶν ἤ τινος ἄλλου τῶν ἐμπολεμίων ἡγεμόνας οἱ στρατηγοὶ ἑαυτοῖς καθιστάντων.
ATH.:关于将军和骑兵长,应当由全体公民以举手表决的方式选举,而部队长则由手持盾牌的重装步兵选举;另一方面,对于这些职位,全体骑兵应当选举部族骑兵长;而轻装步兵、弓箭手或其他战斗部队的指挥官,则由将军们为自己任命。
ἱππάρχων δὴ κατάστασις ἂν ἡμῖν ἔτι λοιπὴ γίγνοιτο.
现在,骑兵长的任命对我们来说应当是唯一剩下的了。
τούτους οὖν προβαλλέσθων μὲν οἵπερ καὶ τοὺς στρατηγοὺς προυβάλλοντο, τὴν δὲ αἵρεσιν καὶ τὴν ἀντιπροβολὴν τούτων τὴν αὐτὴν γίγνεσθαι καθάπερ ἡ τῶν στρατηγῶν ἐγίγνετο, χειροτονείτω δὲ τὸ ἱππικὸν αὐτοὺς ἐναντίον ὁρώντων τῶν πεζῶν, δύο δὲ οἷς ἂν πλείστη χειροτονία γίγνηται, τούτους ἡγεμόνας εἶναι πάντων τῶν ἱππευόντων.
因此,应当由提名将军的那些人来提名他们,且这些人的选举和对抗提名,应当与将军选举时完全相同;骑兵应当在步兵注视下以举手表决的方式选举他们;获得最多举手表决票的两个人,应当成为全体骑兵的指挥官。
τὰς δὲ ἀμφισβητήσεις τῶν χειροτονιῶν μέχρι δυοῖν εἶναι· τὸ δὲ τρίτον ἐὰν ἀμφισβητῇ τις, διαψηφίζεσθαι τούτους οἷσπερ τῆς χειροτονίας μέτρον ἑκάστοις ἕκαστον ἦν.
关于举手表决的争议,最多可进行两次;如果有人第三次提出争议,应当由各自拥有投票权的人以秘密投票的方式进行裁决。
βουλὴν δὲ εἶναι μὲν τριάκοντα δωδεκάδας—ἑξήκοντα δὲ καὶ τριακόσιοι γίγνοιντο ἂν πρέποντες ταῖς διανομαῖς—μέρη δὲ διανείμαντας τέτταρα κατὰ ἐνενήκοντα τὸν ἀριθμὸν τούτων, ἐξ ἑκάστου τῶν τιμημάτων φέρειν ἐνενήκοντα βουλευτάς.
议会应当由三十个十二人组构成——共计三百六十人,这正适合分配—— 应当将这些人分成人数为九十人的四个部分,并从每个财产等级中选出九十名议员。
πρῶτον μὲν ἐκ τῶν μεγίστων τιμημάτων ἅπαντας φέρειν ἐξ ἀνάγκης, ἢ ζημιοῦσθαι τὸν μὴ πειθόμενον τῇ δοξάσῃ ζημίᾳ· ἐπειδὰν δʼ ἐνεχθῶσι, τούτους μὲν κατασημήνασθαι, τῇ δὲ ὑστεραίᾳ φέρειν ἐκ τῶν δευτέρων τιμημάτων κατὰ ταὐτὰ καθάπερ τῇ πρόσθεν, τρίτῃ δʼ ἐκ τῶν τρίτων τιμημάτων φέρειν μὲν τὸν βουλόμενον, ἐπάναγκες δὲ εἶναι τοῖς τῶν τριῶν τιμημάτων, τὸ δὲ τέταρτόν τε καὶ σμικρότατον ἐλεύθερον ἀφεῖσθαι τῆς ζημίας, ὃς ἂν αὐτῶν μὴ βούληται φέρειν.
首先,第一等级的所有人必须强制进行投票,不服从者应当被科以规定的罚金;当投票提交后,应当将这些投票封存;次日,应当以与前一天相同的方式从第二等级中进行投票;第三天,任何愿意的人都可以从第三等级中进行投票,但对于前三个财产等级的人来说是强制性的,而第四个也是最小的等级则免受罚金之苦,如果他们中有人不愿意投票的话。
τετάρτῃ δὲ φέρειν μὲν ἐκ τοῦ τετάρτου καὶ σμικροτάτου τιμήματος ἅπαντας, ἀζήμιον δʼ εἶναι τὸν ἐκ τοῦ τετάρτου καὶ τρίτου τιμήματος, ἐὰν ἐνεγκεῖν μὴ βούληται· τὸν δʼ ἐκ τοῦ δευτέρου καὶ πρώτου μὴ φέροντα ζημιοῦσθαι, τὸν μὲν ἐκ τοῦ δευτέρου τριπλασίᾳ τῆς πρώτης ζημίας, τὸν δʼ ἐκ τοῦ πρώτου τετραπλασίᾳ.
第四天,第四个也是最小的财产等级的所有人应当进行投票,但第四和第三等级的人如果不愿意投票,则不予处罚;而第二和第一等级中不投票的人应当受到处罚,第二等级的人被科以第一种罚金的三倍,第一等级的人被科以四倍。
πέμπτῃ δὲ ἡμέρᾳ τὰ κατασημανθέντα ὀνόματα ἐξενεγκεῖν μὲν τοὺς ἄρχοντας ἰδεῖν πᾶσι τοῖς πολίταις, φέρειν δʼ ἐκ τούτων αὖ πάντα ἄνδρα ἢ ζημιοῦσθαι τῇ πρώτῃ ζημίᾳ· ὀγδοήκοντα δὲ καὶ ἑκατὸν ἐκλέξαντας ἀφʼ ἑκάστων τῶν τιμημάτων, τοὺς ἡμίσεις τούτων ἀποκληρώσαντας δοκιμάσαι, τούτους δʼ εἶναι τὸν ἐνιαυτὸν βουλευτάς.
第五天,官吏们应当将封存的名字公布出来供所有公民观看,而所有公民应当再次从中投票,否则被科以第一种罚金;在从每个等级中选出一百八同人后,通过抽签决定其中半数的人选并进行审查,这些人应当担任那一年的议员。
§6.757ΑΘ. ἡ μὲν αἵρεσις οὕτω γιγνομένη μέσον ἂν ἔχοι μοναρχικῆς καὶ δημοκρατικῆς πολιτείας, ἧς ἀεὶ δεῖ μεσεύειν τὴν πολιτείαν·
ATH.:以这种方式进行的选举,将介于君主制和民主制国制之间,而国制应当始终处于这两者之中间。
δοῦλοι γὰρ ἂν καὶ δεσπόται οὐκ ἄν ποτε γένοιντο φίλοι, οὐδὲ ἐν ἴσαις τιμαῖς διαγορευόμενοι φαῦλοι καὶ σπουδαῖοι—τοῖς γὰρ ἀνίσοις τὰ ἴσα ἄνισα γίγνοιτʼ ἄν, εἰ μὴ τυγχάνοι τοῦ μέτρου—διὰ γὰρ ἀμφότερα ταῦτα στάσεων αἱ πολιτεῖαι πληροῦνται.
因为奴隶和主人绝不会成为朋友,卑劣者和高尚者也不会被赋予同等的荣誉——因为对于不平等的人,平等的东西就会变得不平等,除非它能获得适当的尺度——因为由于这两点,国制中将充满党争。
παλαιὸς γὰρ λόγος ἀληθὴς ὤν, ὡς ἰσότης φιλότητα ἀπεργάζεται, μάλα μὲν ὀρθῶς εἴρηται καὶ ἐμμελῶς· ἥτις δʼ ἐστί ποτε ἰσότης ἡ τοῦτο αὐτὸ δυναμένη, διὰ τὸ μὴ σφόδρα σαφὴς εἶναι σφόδρα ἡμᾶς διαταράττει.
因为那句古老而真实的格言说“平等产生友谊”,说得非常正确且和谐;但究竟什么是能够拥有这一力量的平等,因为并不十分明确,这使我们大为困惑。
δυοῖν γὰρ ἰσοτήτοιν οὔσαιν, ὁμωνύμοιν μέν, ἔργῳ δὲ εἰς πολλὰ σχεδὸν ἐναντίαιν, τὴν μὲν ἑτέραν εἰς τὰς τιμὰς πᾶσα πόλις ἱκανὴ παραγαγεῖν καὶ πᾶς νομοθέτης, τὴν μέτρῳ ἴσην καὶ σταθμῷ καὶ ἀριθμῷ, κλήρῳ ἀπευθύνων εἰς τὰς διανομὰς αὐτήν· τὴν δὲ ἀληθεστάτην καὶ ἀρίστην ἰσότητα οὐκέτι ῥᾴδιον παντὶ ἰδεῖν.
因为存在着两种平等,它们虽然同名,但在实际效果上在许多方面几乎相反。 其中一种,任何城邦和立法者都能够轻易将其引入荣誉的分配中,即在度量、重量和数量上的平等,通过抽签将其应用于分配之中;但最真实、最完美的平等,对所有人来说已不再容易看清。
Διὸς γὰρ δὴ κρίσις ἐστί, καὶ τοῖς ἀνθρώποις ἀεὶ σμικρὰ μὲν ἐπαρκεῖ, πᾶν δὲ ὅσον ἂν ἐπαρκέσῃ πόλεσιν ἢ καὶ ἰδιώταις, πάντʼ ἀγαθὰ ἀπεργάζεται·
因为这确实是宙斯的裁判,对人类而言,他总是只给予一点点,但无论它在城邦还是在个人身上起到什么作用,都会产生一切美好的事物。
τῷ μὲν γὰρ μείζονι πλείω, τῷ δʼ ἐλάττονι σμικρότερα νέμει, μέτρια διδοῦσα πρὸς τὴν αὐτῶν φύσιν ἑκατέρῳ, καὶ δὴ καὶ τιμὰς μείζοσι μὲν πρὸς ἀρετὴν ἀεὶ μείζους, τοῖς δὲ τοὐναντίον ἔχουσιν ἀρετῆς τε καὶ παιδείας τὸ πρέπον ἑκατέροις ἀπονέμει κατὰ λόγον.
因为它将更多分配给较大者,将较少分配给较小者,根据他们各自的天性给予每个人适度的东西,尤其是对于在德行上更优越的人,始终给予更大的荣誉,而对于在德行和教养上处于相反状态的人,则根据比例将合适的东西分配给他们。
ἔστιν γὰρ δήπου καὶ τὸ πολιτικὸν ἡμῖν ἀεὶ τοῦτʼ αὐτὸ τὸ δίκαιον· οὗ καὶ νῦν ἡμᾶς ὀρεγομένους δεῖ καὶ πρὸς ταύτην τὴν ἰσότητα, ὦ Κλεινία, ἀποβλέποντας, τὴν νῦν φυομένην κατοικίζειν πόλιν.
因为这确实始终是我们的政治正义;克莱尼亚斯啊,我们现在也必须追求这一正义,并注视着这种平等,来建立现在正在诞生的城邦。
ἄλλην τε ἄν ποτέ τις οἰκίζῃ, πρὸς ταὐτὸν τοῦτο σκοπούμενον χρεὼν νομοθετεῖν, ἀλλʼ οὐ πρὸς ὀλίγους τυράννους ἢ πρὸς ἕνα ἢ καὶ κράτος δήμου τι, πρὸς δὲ τὸ δίκαιον ἀεί, τοῦτο δʼ ἐστὶ τὸ νυνδὴ λεχθέν, τὸ κατὰ φύσιν ἴσον ἀνίσοις ἑκάστοτε δοθέν·
如果有人将来建立另一个城邦,他也必须朝着这同一目标进行立法,而不是朝着少数僭主、一个统治者或民主制的某种权力,而必须始终朝着正义,这也就是刚才所说的、在每个情况下根据天性给予不平等者的平等。
ἀναγκαῖόν γε μὴν καὶ τούτοις παρωνυμίοισί ποτε προσχρήσασθαι πόλιν ἅπασαν, εἰ μέλλει στάσεων ἑαυτῇ μὴ προσκοινωνήσειν κατά τι μέρος—τὸ γὰρ ἐπιεικὲς καὶ σύγγνωμον τοῦ τελέου καὶ ἀκριβοῦς παρὰ δίκην τὴν ὀρθήν ἐστιν παρατεθραυμένον, ὅταν γίγνηται—διὸ τῷ τοῦ κλήρου ἴσῳ ἀνάγκη προσχρήσασθαι δυσκολίας τῶν πολλῶν ἕνεκα, θεὸν καὶ ἀγαθὴν τύχην καὶ τότε ἐν εὐχαῖς ἐπικαλουμένους ἀπορθοῦν αὐτοὺς τὸν κλῆρον πρὸς τὸ δικαιότατον.
然而,如果一个城邦在某个部分不愿让自己卷入党争的话,那么对所有人来说,有时也不得不辅助使用这些派生之名。 因为公允和宽恕在发生时,是偏离了完全和严格的正义,破坏了正确的正义标准。 因此,为了避开大众的刁难,有必要辅助使用抽签的平等,并在那时通过祈祷呼唤神明和好运,祈求神明为他们将抽签导向最正义的结果。