§6.754ΑΘ. τὸ δʼ ἔστιν τε, ὡς ἐμοὶ φαίνεται, πλέον ἢ τὸ ἥμισυ, καὶ οὐδεὶς αὐτὸ καλῶς γενόμενον ἐγκεκωμίακεν ἱκανῶς.
ATH.:然而实际上,在我看来,它不仅是一半,而且当它被做好时,还没有人给过它充分的赞美。
ΚΛ. ὀρθότατα λέγεις.
CLE.:您说得非常正确。
ΑΘ. μὴ τοίνυν γιγνώσκοντές γε παρῶμεν αὐτὸ ἄρρητον, μηδὲν διασαφήσαντες ἡμῖν αὐτοῖς τίνα ἔσται τρόπον.
ATH.:因此,我们既然知道这一点,就绝不能默不作声地放过它,而不在我们自己之间澄清它将以何种方式进行。
ἐγὼ μὲν οὖν οὐδαμῶς εὐπορῶ πλήν γε ἑνὸς εἰπεῖν πρὸς τὸ παρὸν ἀναγκαίου καὶ συμφέροντος λόγου.
就我而言,除了说出一个对目前来说既必要又有益的提议之外,我绝无其他妙策。
ΚΛ. τίνος δή;
CLE.:那究竟是什么呢?
ΑΘ. φημὶ ταύτῃ τῇ πόλει, ἣν οἰκίζειν μέλλομεν, οἷον πατέρα καὶ μητέρα οὐκ εἶναι πλὴν τὴν κατοικίζουσαν αὐτὴν πόλιν, οὐκ ἀγνοῶν ὅτι πολλαὶ τῶν κατοικισθεισῶν διάφοροι ταῖς κατοικισάσαις πολλάκις ἔνιαι γεγόνασίν τε καὶ ἔσονται.
ATH.:我主张,对于我们即将建立的这个城邦,除了引导其定居的母邦之外,可以说是没有其他父亲和母亲的,尽管我也并非不知道,许多被建立的城邦常常与其建立者发生冲突,过去有,将来也有些会这样。
νῦν μὴν ἐν τῷ παρόντι, καθάπερ παῖς, εἰ καί ποτε μέλλει διάφορος εἶναι τοῖς γεννήσασιν, ἔν γε τῇ παρούσῃ παιδίας ἀπορίᾳ στέργει τε καὶ στέργεται ὑπὸ τῶν γεννησάντων, καὶ φεύγων ἀεὶ πρὸς τοὺς οἰκείους, ἀναγκαίους μόνους εὑρίσκει συμμάχους·
然而在目前,正如一个孩子,即使他有一天注定要与父母发生冲突,但在目前处于童年无助的状态中,他爱父母,也为父母所爱,并且总是逃往亲人那里,发现他们是他唯一必不可少的盟友。
ἃ δὴ νῦν φημὶ Κνωσίοις διὰ τὴν ἐπιμέλειαν πρὸς τὴν νέαν πόλιν καὶ τῇ νέᾳ πρὸς Κνωσὸν ὑπάρχειν ἑτοίμως γεγονότα.
我现在主张,由于对新城邦的关照,这些情况对克诺索斯人而言已经具备,对新城邦而言对克诺索斯也是现成存在的。
λέγω δή, καθάπερ εἶπον νυνδή, —δὶς γὰρ τό γε καλὸν ῥηθὲν οὐδὲν βλάπτει—Κνωσίους δεῖν ἐπιμεληθῆναι πάντων τούτων κοινῇ, προσελομένους τῶν εἰς τὴν ἀποικίαν ἀφικομένων, τοὺς πρεσβυτάτους τε καὶ ἀρίστους εἰς δύναμιν ἑλομένους, μὴ ἔλαττον ἑκατὸν ἀνδρῶν· καὶ αὐτῶν Κνωσίων ἔστωσαν ἑκατὸν ἕτεροι.
因此,正如我刚才所说——因为美好的话重复两次也无妨——克诺索斯人必须共同关照所有这些事务,并从到达殖民地的人中,尽其能力选出最年长且最优秀的人,人数不少于一百人;而克诺索斯人自己也应当有另外一百人。
τούτους δὲ ἐλθόντας φημὶ δεῖν εἰς τὴν καινὴν πόλιν συνεπιμεληθῆναι ὅπως αἵ τε ἀρχαὶ καταστῶσιν κατὰ νόμους, καταστᾶσαί τε δοκιμασθῶσι·
我主张,这些人来到新城邦后,必须共同负责使官职依法得以建立,并在建立后接受审查。
γενομένων δὲ τούτων, τὴν μὲν Κνωσὸν τοὺς Κνωσίους οἰκεῖν, τὴν δὲ νέαν πόλιν αὐτὴν αὑτὴν πειρᾶσθαι σῴζειν τε καὶ εὐτυχεῖν.
这些事情办妥后,克诺索斯人应当居住在克诺索斯,而新城邦本身则应当努力自我保存并获得福祉。
οἱ δὲ δὴ γενόμενοι τῶν ἑπτὰ καὶ τριάκοντα νῦν τε καὶ εἰς τὸν ἔπειτα σύμπαντα χρόνον ἐπὶ τοῖσδε ἡμῖν ᾑρήσθωσαν· πρῶτον μὲν φύλακες ἔστωσαν τῶν νόμων, ἔπειτα τῶν γραμμάτων ὧν ἂν ἕκαστος ἀπογράψῃ τοῖς ἄρχουσι τὸ πλῆθος τῆς αὑτῶν οὐσίας, πλὴν ὁ μὲν μέγιστον τίμημα ἔχων τεττάρων μνῶν, ὁ δὲ τὸ δεύτερον τριῶν, ὁ δὲ τρίτος δυοῖν μναῖν, μνᾶς δὲ ὁ τέταρτος.
至于那选出的三十七人,无论是现在还是今后的所有时间,都应当为了我们按照以下条款进行选拔:首先,他们应当是法律的守护者,其次是登记簿的保管者,在登记簿中各人应当向官吏登记自己的财产总额,除了拥有最高估值的第一等级限额为四明纳,第二等级为三明纳,第三等级为两明纳,第四等级为一明纳。
ἐὰν δέ τις ἕτερον φαίνηταί τι παρὰ τὰ γεγραμμένα κεκτημένος, δημόσιον μὲν ἔστω τὸ τοιοῦτον ἅπαν, πρὸς τούτῳ δὲ δίκην ὑπεχέτω τῷ βουλομένῳ μετιέναι μὴ καλὴν μηδʼ εὐώνυμον ἀλλʼ αἰσχράν, ἐὰν ἁλίσκηται διὰ τὸ κέρδος τῶν νόμων καταφρονῶν.
如果有人被发现拥有登记内容以外的其他任何财产,所有此类超额财产都应当收归公有,此外,他还应当接受任何有意起诉者的诉讼,如果他因牟利而轻视法律而被定罪,这桩诉讼对他来说将是不名誉且不吉利的,而是可耻的。
αἰσχροκερδείας οὖν αὐτὸν γραψάμενος ὁ βουληθεὶς ἐπεξίτω τῇ δίκῃ ἐν αὐτοῖς τοῖς νομοφύλαξιν·
因此,任何有意者都可以以贪图不义之财罪起诉他,并在法律守护者本人面前提起诉讼。
§6.755ΑΘ. ἐὰν δʼ ὁ φεύγων ὄφλῃ, τῶν κοινῶν κτημάτων μὴ μετεχέτω, διανομὴ δὲ ὅταν τῇ πόλει γίγνηταί τις, ἄμοιρος ἔστω πλήν γε τοῦ κλήρου, γεγράφθω δὲ ὠφληκώς, ἕως ἂν ζῇ, ὅπου πᾶς ὁ βουλόμενος αὐτὰ ἀναγνώσεται.
ATH.:如果被告败诉,他就不得分享公共财产;当城邦进行任何分配时,除了他的份地之外,他应当无权分享;只要他活着,他就应当被登记为已被定罪,并公示在任何有意者都可以阅读的地方。
μὴ πλέον δὲ εἴκοσιν ἐτῶν νομοφύλαξ ἀρχέτω, φερέσθω δʼ εἰς τὴν ἀρχὴν μὴ ἔλαττον ἢ πεντήκοντα γεγονὼς ἐτῶν·
法律守护者任职不得超过二十年,且候选人在就任该职时年龄不得低于五十岁。
ἑξηκοντούτης δὲ ἐνεχθεὶς δέκα μόνον ἀρχέτω ἔτη, καὶ κατὰ τοῦτον τὸν λόγον, ὅπως ἄν τις πλέον ὑπερβὰς ἑβδομήκοντα ζῇ, μηκέτι ἐν τούτοις τοῖς ἄρχουσι τὴν τηλικαύτην ἀρχὴν ὡς ἄρξων διανοηθήτω.
若在六十岁时当选,则他仅能任职十年;按照这一比例,若有人活到超过七十岁,就不得再考虑在这些官吏中担任如此重大的官职。
τὰ μὲν οὖν περὶ τῶν νομοφυλάκων ταῦτα εἰρήσθω προστάγματα τρία, προϊόντων δὲ εἰς τοὔμπροσθε τῶν νόμων ἕκαστος προστάξει τούτοις τοῖς ἀνδράσιν ὧντινων αὐτοὺς δεῖ πρὸς τοῖς νῦν εἰρημένοις προσεπιμελεῖσθαι·
那么,关于法律守护者的这三项规定就说到这里。 随着法律进一步向前推进,每一项法律都将规定这些人在目前提到的事情之外,还需要另外负责哪些事务。
νῦν δʼ ἑξῆς ἄλλων ἀρχῶν αἱρέσεως πέρι λέγοιμεν ἄν.
现在,接下来,我们将讨论其他官职的选举。
δεῖ γὰρ δὴ τὰ μετὰ ταῦτα στρατηγοὺς αἱρεῖσθαι, καὶ τούτοις εἰς τὸν πόλεμον οἷόν τινας ὑπηρεσίας ἱππάρχους καὶ φυλάρχους καὶ τῶν πεζῶν φυλῶν κοσμητὰς τῶν τάξεων, οἷς πρέπον ἂν εἴη τοῦτʼ αὐτὸ τοὔνομα μάλιστα, οἷον καὶ οἱ πολλοὶ ταξιάρχους αὐτοὺς ἐπονομάζουσι.
因为此后确实有必要选举将军,并为了战争而选举作为他们部下的骑兵长、部落骑兵长,以及步兵部落队伍的整顿官——对于他们来说,这个名称最合适,正如大众也称呼他们为部落队长。
τούτων δὴ στρατηγοὺς μὲν ἐξ αὐτῆς τῆς πόλεως ταύτης οἱ νομοφύλακες προβαλλέσθων, αἱρείσθων δʼ ἐκ τῶν προβληθέντων πάντες οἱ τοῦ πολέμου κοινωνοὶ γενόμενοί τε ἐν ταῖς ἡλικίαις καὶ γιγνόμενοι ἑκάστοτε.
在这些官职中,法律守护者应当从这个城邦本身的公民中提名将军候选人,而所有在适龄期内参与过以及每次正在参与战争的人,都应当从这些被提名者中进行选举。
ἐὰν δέ τις ἄρα δοκῇ τινι τῶν μὴ προβεβλημένων ἀμείνων εἶναι τῶν προβληθέντων τινός, ἐπονομάσας ἀνθʼ ὅτου ὅντινα προβάλλεται, τοῦτʼ αὐτὸ ὀμνὺς ἀντιπροβαλλέσθω τὸν ἕτερον· ὁπότερος δʼ ἂν δόξῃ διαχειροτονούμενος, εἰς τὴν αἵρεσιν ἐγκρινέσθω.
但是,如果有人认为未被提名的人中有人比某个被提名者更优秀,他应当指出自己提议用谁代替谁,并在对此起誓后,提出另一人作为对抗提名;通过举手表决,这两者中哪一个被认可,就应当被纳入正式选举。
τρεῖς δέ, οἷς ἂν ἡ πλείστη χειροτονία γίγνηται, τούτους εἶναι στρατηγούς τε καὶ ἐπιμελητὰς τῶν κατὰ πόλεμον, δοκιμασθέντων καθάπερ οἱ νομοφύλακες·
获得最多举手表决票的三个人应当成为将军和军事事务的管理者,但须像法律守护者一样通过审查。
ταξιάρχους δὲ αὑτοῖσι προβάλλεσθαι μὲν τοὺς αἱρεθέντας στρατηγοὺς δώδεκα, ἑκάστῃ φυλῇ ταξίαρχον, τὴν δʼ ἀντιπροβολὴν εἶναι, καθάπερ τῶν στρατηγῶν ἐγίγνετο τὴν αὐτὴν καὶ περὶ τῶν ταξιαρχῶν, καὶ τὴν ἐπιχειροτονίαν καὶ τὴν κρίσιν.
而选出的将军应当为他们自己提名十二位部落队长,每个部落一位队长;对抗提名、举手表决以及最终裁决,对于部落队长而言应当与将军所经历的完全相同。
τὸν δὲ σύλλογον τοῦτον ἐν τῷ παρόντι, πρὶν πρυτάνεις τε καὶ βουλὴν ᾑρῆσθαι, τοὺς νομοφύλακας συλλέξαντας εἰς χωρίον ὡς ἱερώτατόν τε καὶ ἱκανώτατον καθίσαι, χωρὶς μὲν τοὺς ὁπλίτας, χωρὶς δὲ τοὺς ἱππέας, τρίτον δʼ ἐφεξῆς τούτοις πᾶν ὅσον ἐμπολέμιον·
至于这个集会,在目前尚未选出主席团和议会之前,应当由法律守护者将他们召集并安置在尽可能神圣且宽敞的地方,重装步兵分开坐,骑兵分开坐,第三个顺位是所有属于军事力量的人员。