§5.747ΑΘ. πρὸς δὲ τούτοις οὐδʼ ἐκεῖνα φοβητέα, δείσαντα τὴν δόξασαν ἂν γίγνεσθαι σμικρολογίαν, ἄν τις προστάττῃ πάντα ὁπόσʼ ἂν σκεύη κτῶνται, μηδὲν ἄμετρον αὐτῶν ἐᾶν εἶναι, καὶ κοινῷ λόγῳ νομίσαντα πρὸς πάντα εἶναι χρησίμους τὰς τῶν ἀριθμῶν διανομὰς καὶ ποικίλσεις, ὅσα τε αὐτοὶ ἐν ἑαυτοῖς ποικίλλονται καὶ ὅσα ἐν μήκεσι καὶ ἐν βάθεσι ποικίλματα, καὶ δὴ καὶ ἐν φθόγγοις καὶ κινήσεσι ταῖς τε κατὰ τὴν εὐθυπορίαν τῆς ἄνω καὶ κάτω φορᾶς καὶ τῆς κύκλῳ περιφορᾶς·
ΑΘ. これらに加えて、もし市民が所有するあらゆる器具について、そのどれ一つとして尺度を欠いたものにすることを許さないようにと誰かが命じるとしても、それによって生じると思われる些末主義を恐れて、あのことを恐れるべきではありません。 むしろ、一般原則として、数の分配や多様な応用は、それ自体が内部で様々に変化するもの、長さや深さにおける多様な変化、さらには音響や、上下の直線運動や円運動といった運動における変化など、およそすべてのことに対して有用であると考えるべきです。
πρὸς γὰρ ταῦτα πάντα δεῖ βλέψαντα τόν γε νομοθέτην προστάττειν τοῖς πολίταις πᾶσιν εἰς δύναμιν τούτων μὴ ἀπολείπεσθαι τῆς συντάξεως.
なぜなら、立法者はこれらすべてに目を向けた上で、すべての市民に対して、その能力の及ぶ限り、これら秩序の体系から遅れを取らないように命じねばならないからです。
πρός τε γὰρ οἰκονομίαν καὶ πρὸς πολιτείαν καὶ πρὸς τὰς τέχνας πάσας ἓν οὐδὲν οὕτω δύναμιν ἔχει παίδειον μάθημα μεγάλην, ὡς ἡ περὶ τοὺς ἀριθμοὺς διατριβή·
実際、家政にとっても、国政にとっても、またすべての技術にとっても、教育的な学習として、数に関する専念ほど大きな力を持つものは他に一つもありません。
τὸ δὲ μέγιστον, ὅτι τὸν νυστάζοντα καὶ ἀμαθῆ φύσει ἐγείρει καὶ εὐμαθῆ καὶ μνήμονα καὶ ἀγχίνουν ἀπεργάζεται, παρὰ τὴν αὑτοῦ φύσιν ἐπιδιδόντα θείᾳ τέχνῃ.
そして最も重要なことは、それが生まれつき眠気がちで無知な者を呼び覚まし、ものわかりがよく、記憶力があり、機転の利く者へと仕上げることであり、神的な技術によって、本人の本来の素質を超えて向上させるのです。
ταῦτα δὴ πάντα, ἐὰν μὲν ἄλλοις νόμοις τε καὶ ἐπιτηδεύμασιν ἀφαιρῆταί τις τὴν ἀνελευθερίαν καὶ φιλοχρηματίαν ἐκ τῶν ψυχῶν τῶν μελλόντων αὐτὰ ἱκανῶς τε καὶ ὀνησίμως κτήσεσθαι, καλὰ τὰ παιδεύματα καὶ προσήκοντα γίγνοιτʼ ἄν·
これらすべての学習は、もし他の法律や慣行によって、これらを十分かつ有益に身につけようとする人々の魂から、卑屈さや金銭欲を取り除くことができるならば、美しくふさわしいものとなるでしょう。
εἰ δὲ μή, τὴν καλουμένην ἄν τις πανουργίαν ἀντὶ σοφίας ἀπεργασάμενος λάθοι, καθάπερ Αἰγυπτίους καὶ Φοίνικας καὶ πολλὰ ἕτερα ἀπειργασμένα γένη νῦν ἔστιν ἰδεῖν ὑπὸ τῆς τῶν ἄλλων ἐπιτηδευμάτων καὶ κτημάτων ἀνελευθερίας, εἴτε τις νομοθέτης αὐτοῖς φαῦλος ἂν γενόμενος ἐξηργάσατο τὰ τοιαῦτα εἴτε χαλεπὴ τύχη προσπεσοῦσα εἴτε καὶ φύσις ἄλλη τις τοιαύτη.
しかし、もしそうでなければ、知恵の代わりに、いわゆる狡猾さを知らず知らずのうちに作り出すことになってしまいます。 ちょうど、エジプト人やフェニキア人、その他多くのそのような性質を作られた民族において、他の慣行や財産に対する卑屈さのために、現在見られる通りの状態になっているように。 それは、彼らにとって悪しき立法者が現れてそのような結果をもたらしたのか、あるいは過酷な運命が降りかかったのか、それとも何か他のそのような本性のせいなのです。
καὶ γάρ, ὦ Μέγιλλέ τε καὶ Κλεινία, μηδὲ τοῦθʼ ἡμᾶς λανθανέτω περὶ τόπων ὡς οὐκ εἰσὶν ἄλλοι τινὲς διαφέροντες ἄλλων τόπων πρὸς τὸ γεννᾶν ἀνθρώπους ἀμείνους καὶ χείρους, οἷς οὐκ ἐναντία νομοθετητέον·
なぜなら、メギロスよ、クレイニアスよ、より優れた人々や劣った人々を生み出す上で、ある場所が他の場所と大いに異なっているという事実を、私たちは見落としてはならないからです。 そのような場所に対しては、異なる立法をせねばなりません。
οἱ μέν γέ που διὰ πνεύματα παντοῖα καὶ διʼ εἱλήσεις ἀλλόκοτοί τέ εἰσιν καὶ ἐναίσιοι αὐτῶν, οἱ δὲ διʼ ὕδατα, οἱ δὲ καὶ διʼ αὐτὴν τὴν ἐκ τῆς γῆς τροφήν, ἀναδιδοῦσαν οὐ μόνον τοῖς σώμασιν ἀμείνω καὶ χείρω, ταῖς δὲ ψυχαῖς οὐχ ἧττον δυναμένην πάντα τὰ τοιαῦτα ἐμποιεῖν, τούτων δʼ αὖ πάντων μέγιστον διαφέροιεν ἂν τόποι χώρας ἐν οἷς θεία τις ἐπίπνοια καὶ δαιμόνων λήξεις εἶεν, τοὺς ἀεὶ κατοικιζομένους ἵλεῳ δεχόμενοι καὶ τοὐναντίον.
実際、ある場所は様々な風や日照のために異様であったり、あるいは好都合であったりし、ある場所は水のために、またある場所は土地から得られる食物そのもののためにそうなのです。 その食物は身体に対してより良いものや悪いものをもたらすだけでなく、魂に対しても、これらすべてと同じような影響を植え付ける力において劣らないのです。 そして、これらすべての中でも最も大きな違いを生むのは、神的な霊感やダイモーンの領地が存在する地方であり、そこに定住しようとする人々を好意的に迎えるか、あるいはその逆なのです。
οἷς ὅ γε νοῦν ἔχων νομοθέτης, ἐπισκεψάμενος ὡς ἄνθρωπον οἷόν τʼ ἐστὶν σκοπεῖν τὰ τοιαῦτα, οὕτω πειρῷτʼ ἂν τιθέναι τοὺς νόμους.
知性ある立法者は、人間として可能な限りこれらを観察した上で、それに合わせて法律を制定しようと試みるべきです。
ὃ δὴ καὶ σοὶ ποιητέον, ὦ Κλεινία·
クレイニアスよ、これこそがあなたもなすべきことです。
πρῶτον τρεπτέον ἐπὶ τὰ τοιαῦτα μέλλοντί γε κατοικίζειν χώραν.
領土に植民しようとする者は、まず第一にこのような事柄に目を向けねばなりません。
ΚΛ. ἀλλʼ, ὦ ξένε Ἀθηναῖε, λέγεις τε παγκάλως ἐμοί τε οὕτως ποιητέον.
ΚΛ. いや、アテネの客人よ、あなたの言う通りであり、私もそのようにせねばなりません。