§6.751ΑΘ. ἀλλὰ μὴν μετά γε πάντα τὰ νῦν εἰρημένα σχεδὸν ἂν ἀρχῶν εἶέν σοι καταστάσεις τῇ πόλει.
ΑΘ. しかしながら、今や語られたすべての事柄ののちには、あなたにとって、国家のための諸官職の設置がほぼ次の課題となるでしょう。
ΚΛ. ἔχει γὰρ οὖν οὕτω.
ΚΛ. 確かにその通りです。
ΑΘ. δύο εἴδη ταῦτα περὶ πολιτείας κόσμον γιγνόμενα τυγχάνει, πρῶτον μὲν καταστάσεις ἀρχῶν τε καὶ ἀρξόντων, ὅσας τε αὐτὰς εἶναι δεῖ καὶ τρόπον ὅντινα καθισταμένας·
ΑΘ. 国家の秩序の構築に関して、これら二つの種類が生じることになります。 第一には、諸官職および支配者たちの設置であり、それらがどれだけ存在すべきで、どのような方法で設置されるべきかということです。
ἔπειτα οὕτω δὴ τοὺς νόμους ταῖς ἀρχαῖς ἑκάσταις ἀποδοτέον, οὕστινάς τε αὖ καὶ ὅσους καὶ οἵους προσῆκον ἂν ἑκάσταις εἴη.
その上で、このように各官職に対して、それぞれにいかなる法律が、どれだけ、またどのような形で割り当てられるのがふさわしいかを定めるべきです。
σμικρὸν δὲ ἐπισχόντες πρὸ τῆς αἱρέσεως, εἴπωμεν προσήκοντά τινα λόγον περὶ αὐτῆς ῥηθῆναι.
しかし、選出の前に少し立ち止まり、それに関するいくつかの適切な議論を述べましょう。
ΚΛ. τίνα δὴ τοῦτον;
ΚΛ. それは一体どのようなものですか?
ΑΘ. τόνδε.
ΑΘ. これです。
παντί που δῆλον τὸ τοιοῦτον, ὅτι μεγάλου τῆς νομοθεσίας ὄντος ἔργου, τοῦ πόλιν εὖ παρεσκευασμένην ἀρχὰς ἀνεπιτηδείους ἐπιστῆσαι τοῖς εὖ κειμένοις νόμοις, οὐ μόνον οὐδὲν πλέον εὖ τεθέντων, οὐδʼ ὅτι γέλως ἂν πάμπολυς συμβαίνοι, σχεδὸν δὲ βλάβαι καὶ λῶβαι πολὺ μέγισται ταῖς πόλεσι γίγνοιντʼ ἂν ἐξ αὐτῶν.
次のようなことはおそらく誰にとっても明らかでしょう。 すなわち、立法が大きな事業であるとしても、良く準備された国家に対して、良く制定された法律の上に不適当な官吏を置くことは、良く制定されたことによる利益がまったくないだけでなく、大いなる嘲笑を招くだけでもなく、実質的に、それらの官吏から国家にとって非常に大きな害悪と破滅が生じることになる、ということです。
ΚΛ. πῶς γὰρ οὔ;
ΚΛ. 確かに、どうしてそうでなくあり得ましょうか。
ΑΘ. τοῦτο τοίνυν νοήσωμέν σοι περὶ τῆς νῦν, ὦ φίλε, πολιτείας τε καὶ πόλεως συμβαῖνον.
ΑΘ. では、友よ、このことが今のあなたの国制と国家において起こっていると考えましょう。
ὁρᾷς γὰρ ὅτι πρῶτον μὲν δεῖ τοὺς ὀρθῶς ἰόντας ἐπὶ τὰς τῶν ἀρχῶν δυνάμεις βάσανον ἱκανὴν αὐτούς τε καὶ γένος ἑκάστων ἐκ παίδων μέχρι τῆς αἱρέσεως εἶναι δεδωκότας, ἔπειτα αὖ τοὺς μέλλοντας αἱρήσεσθαι τεθράφθαι ἐν ἤθεσι νόμων εὖ πεπαιδευμένους πρὸς τὸ δυσχεραίνοντάς τε καὶ ἀποδεχομένους ὀρθῶς κρίνειν καὶ ἀποκρίνειν δυνατοὺς γίγνεσθαι τοὺς ἀξίους ἑκατέρων·
というのも、第一に、正しく官職の権能に就こうとする者たちは、子供の時から選出の時に至るまで、彼ら自身とそれぞれの家系が十分な吟味を経ていなければならず、第二に、選出する側の人々も、法律の慣習の中で育てられ、良く教育されることで、嫌悪すべきものと受け入れるべきものを正しく判断し、それぞれの中からふさわしい者を選び出し、ふさわしくない者を退けることができるようになっていなければならない、ということをあなたは理解しているからです。
ταῦτα δὲ οἱ νεωστὶ συνεληλυθότες ὄντες τε ἀλλήλων ἀγνῶτες, ἔτι δʼ ἀπαίδευτοι, πῶς ἄν ποτε δύναιντο ἀμέμπτως τὰς ἀρχὰς αἱρεῖσθαι;
しかし、新しく集まったばかりで、互いを知らず、さらにまだ教育も受けていない人々が、どうして官職を非の打ちどころなく選出できるでしょうか。
ΚΛ. σχεδὸν οὐκ ἄν ποτε.
ΚΛ. ほぼ不可能なことでしょう。
ΑΘ. ἀλλὰ γὰρ ἀγῶνα προφάσεις φασὶν οὐ πάνυ δέχεσθαι·
ΑΘ. しかし、「闘技は言い訳を全く受け入れない」と言われます。
καὶ δὴ καὶ σοὶ τοῦτο νῦν καὶ ἐμοὶ ποιητέον, ἐπείπερ σὺ μὲν δὴ τὴν πόλιν ὑπέστης τῷ Κρητῶν ἔθνει προθύμως κατοικιεῖν δέκατος αὐτός, ὡς φῄς, τὰ νῦν, ἐγὼ δʼ αὖ σοὶ συλλήψεσθαι κατὰ τὴν παροῦσαν ἡμῖν τὰ νῦν μυθολογίαν.
だから、今やあなたも私もこれを実行しなければなりません。 というのも、あなたはクレータ人の民族のために、十人のうちの一人として自ら進んで新市を建設することを今引き受けており、私もまた、私たちの現在の語りに従って、あなたを手助けすることを引き受けているのですから。
§6.752ΑΘ. οὔκουν δήπου λέγων γε ἂν μῦθον ἀκέφαλον ἑκὼν καταλίποιμι·
ΑΘ. だから、私は語りを「頭のない」ままで喜んで放置するようなことは決してしないでしょう。
πλανώμενος γὰρ ἂν ἁπάντῃ τοιοῦτος ὢν ἄμορφος φαίνοιτο.
というのも、そのような姿で至る所をさまようならば、それは不格好に見えるでしょうから。
ΚΛ. ἄριστʼ εἴρηκας, ὦ ξένε.
ΚΛ. まったくその通りです、客人よ。
ΑΘ. οὐ μόνον γε, ἀλλὰ καὶ δράσω κατὰ δύναμιν οὕτω.
ΑΘ. それだけでなく、私は力及ぶ限りそのように実行しましょう。
ΚΛ. πάνυ μὲν οὖν ποιῶμεν ᾗπερ καὶ λέγομεν.
ΚΛ. ぜひそうしましょう、私たちが言っている通りに。
ΑΘ. ἔσται ταῦτʼ, ἂν θεὸς ἐθέλῃ καὶ γήρως ἐπικρατῶμεν τό γε τοσοῦτον.
ΑΘ. 神が望み、私たちが老齢に、少なくともこれくらいは打ち勝つことができるならば、そのようになるでしょう。
ΚΛ. ἀλλʼ εἰκὸς ἐθέλειν.
ΚΛ. しかし、神が望まれることは当然です。
ΑΘ. εἰκὸς γὰρ οὖν.
ΑΘ. 確かにその通りです。
ἑπόμενοι δὲ αὐτῷ λάβωμεν καὶ τόδε.
そして、神に従いつつ、次のことも捉えておきましょう。
ΚΛ. τὸ ποῖον;
ΚΛ. それはどのようなことですか?
ΑΘ. ὡς ἀνδρείως καὶ παρακεκινδυνευμένως ἐν τῷ νῦν ἡ πόλις ἡμῖν ἔσται κατωκισμένη.
ΑΘ. 私たちの国家が、今いかに勇敢に、また危険を冒して建設されようとしているか、ということです。
ΚΛ. περὶ τί βλέπων καὶ ποῖ μάλιστα αὐτὸ εἴρηκας τὰ νῦν;
ΚΛ. 何に目を向けて、また特にどのような点について、今そのようにおっしゃったのですか。
ΑΘ. ὡς εὐκόλως καὶ ἀφόβως ἀπείροις ἀνδράσι νομοθετοῦμεν, ὅπως δέξονταί ποτε τοὺς νῦν τεθέντας νόμους.
ΑΘ. 私たちが、いかに気楽に、恐れもなしに、経験のない人々に対して、今制定される法律を将来受け入れさせるようにと立法しているか、ということです。
δῆλον δὲ τό γε τοσοῦτον, ὦ Κλεινία, παντὶ σχεδὸν καὶ τῷ μὴ πάνυ σοφῷ, τὸ μὴ ῥᾳδίως γε αὐτοὺς μηδένας προσδέξεσθαι κατʼ ἀρχάς, εἰ δὲ μείναιμέν πως τοσοῦτον χρόνον ἕως οἱ γευσάμενοι παῖδες τῶν νόμων καὶ συντραφέντες ἱκανῶς συνήθεις τε αὐτοῖς γενόμενοι τῶν ἀρχαιρεσιῶν τῇ πόλει πάσῃ κοινωνήσειαν· γενομένου γε μὴν οὗ λέγομεν, εἴπερ τινὶ τρόπῳ καὶ μηχανῇ γίγνοιτο ὀρθῶς, πολλὴν ἔγωγε ἀσφάλειαν οἶμαι καὶ μετὰ τὸν τότε παρόντα χρόνον ἂν γενέσθαι τοῦ μεῖναι τὴν παιδαγωγηθεῖσαν οὕτω πόλιν.
しかしクレイニアスよ、少なくともこの程度のことは、全く知恵のない者であっても、ほぼ誰にでも明らかです。 すなわち、彼らが最初からこれらの法律を容易に受け入れることはないだろう、ということです。 しかし、もし私たちが、子供たちが法律を味わい、それらと共に十分に育てられて慣れ親しみ、都市全体の選挙に参加するようになるまでの時間をなんとか持ちこたえることができるなら、そして私たちの言うことが何らかの方法や手段で正しく実現するならば、私は、そのように教育された国家が存続することについて、その後の時代においても大きな安全が得られるだろうと思います。
ΚΛ. ἔχει γοῦν λόγον.
ΚΛ. 確かに道理にかないます。
ΑΘ. ἴδωμεν τοίνυν πρὸς τοῦτο εἴ πῄ τινα πόρον ἱκανὸν πορίζοιμεν ἂν κατὰ τάδε.
ΑΘ. それなら、これに対して私たちが次のような方法で何らかの十分な手段を用意できるかどうか見てみましょう。
φημὶ γάρ, ὦ Κλεινία, Κνωσίους χρῆναι τῶν ἄλλων διαφερόντως Κρητῶν μὴ μόνον ἀφοσιώσασθαι περὶ τῆς χώρας ἣν νῦν κατοικίζετε, συντόνως δʼ ἐπιμεληθῆναι τὰς πρώτας ἀρχὰς εἰς δύναμιν ὅπως ἂν ἱστῶσιν ὡς ἀσφαλέστατα καὶ ἄριστα.
クレイニアスよ、私は、クノーソス人が他のクレータ人たちとはとりわけ異なって、あなたがたが今入植しようとしている土地に対して形ばかりの義務を果たすだけでなく、最初の諸官職ができる限り最も安全かつ最善に打ち立てられるように、熱心に配慮しなければならないと主張します。
τὰς μὲν οὖν ἄλλας καὶ βραχύτερον ἔργον, νομοφύλακας δʼ ἡμῖν πρώτους αἱρεῖσθαι ἀναγκαιότατον ἁπάσῃ σπουδῇ.
他の諸官職についてはより簡単な仕事でしょうが、まず何よりも「法律の守護者」を最大の熱意をもって選出することが、私たちにとって最も不可欠です。
ΚΛ. τίνα οὖν ἐπὶ τούτῳ πόρον καὶ λόγον ἀνευρίσκομεν;
ΚΛ. では、これに対して私たちはどのような手段と議論を見出すべきでしょうか。