§5.747ΑΘ. πρὸς δὲ τούτοις οὐδʼ ἐκεῖνα φοβητέα, δείσαντα τὴν δόξασαν ἂν γίγνεσθαι σμικρολογίαν, ἄν τις προστάττῃ πάντα ὁπόσʼ ἂν σκεύη κτῶνται, μηδὲν ἄμετρον αὐτῶν ἐᾶν εἶναι, καὶ κοινῷ λόγῳ νομίσαντα πρὸς πάντα εἶναι χρησίμους τὰς τῶν ἀριθμῶν διανομὰς καὶ ποικίλσεις, ὅσα τε αὐτοὶ ἐν ἑαυτοῖς ποικίλλονται καὶ ὅσα ἐν μήκεσι καὶ ἐν βάθεσι ποικίλματα, καὶ δὴ καὶ ἐν φθόγγοις καὶ κινήσεσι ταῖς τε κατὰ τὴν εὐθυπορίαν τῆς ἄνω καὶ κάτω φορᾶς καὶ τῆς κύκλῳ περιφορᾶς·
ATH. 此外,我们也不应该害怕那些事,不要因为害怕可能显得过于琐碎,如果有人命令,市民所拥有的一切器具都不能是无度量的;相反,我们应该在普遍意义上认为,数字的分配和变化对一切事物都是有用的,无论是数字本身内部的变化,还是长度和深度方面的变化,更不用说在声音以及运动中——无论是沿着上下直线的运动,还是圆周的旋转。
πρὸς γὰρ ταῦτα πάντα δεῖ βλέψαντα τόν γε νομοθέτην προστάττειν τοῖς πολίταις πᾶσιν εἰς δύναμιν τούτων μὴ ἀπολείπεσθαι τῆς συντάξεως.
因为立法者必须瞩目于这一切,并命令所有公民尽其所能,不要脱离这些数字的编排。
πρός τε γὰρ οἰκονομίαν καὶ πρὸς πολιτείαν καὶ πρὸς τὰς τέχνας πάσας ἓν οὐδὲν οὕτω δύναμιν ἔχει παίδειον μάθημα μεγάλην, ὡς ἡ περὶ τοὺς ἀριθμοὺς διατριβή·
因为无论对于家政、国政还是所有技术,没有任何一门教育性的学科能像关于数字的钻研那样具有如此巨大的力量。
τὸ δὲ μέγιστον, ὅτι τὸν νυστάζοντα καὶ ἀμαθῆ φύσει ἐγείρει καὶ εὐμαθῆ καὶ μνήμονα καὶ ἀγχίνουν ἀπεργάζεται, παρὰ τὴν αὑτοῦ φύσιν ἐπιδιδόντα θείᾳ τέχνῃ.
而最重要的一点是,它能唤醒那些天生迟钝和无知的人,使他们变得易于学习、极具记忆力且机敏,通过神圣的艺术使他们超越自身的本性而获得提升。
ταῦτα δὴ πάντα, ἐὰν μὲν ἄλλοις νόμοις τε καὶ ἐπιτηδεύμασιν ἀφαιρῆταί τις τὴν ἀνελευθερίαν καὶ φιλοχρηματίαν ἐκ τῶν ψυχῶν τῶν μελλόντων αὐτὰ ἱκανῶς τε καὶ ὀνησίμως κτήσεσθαι, καλὰ τὰ παιδεύματα καὶ προσήκοντα γίγνοιτʼ ἄν· εἰ δὲ μή, τὴν καλουμένην ἄν τις πανουργίαν ἀντὶ σοφίας ἀπεργασάμενος λάθοι, καθάπερ Αἰγυπτίους καὶ Φοίνικας καὶ πολλὰ ἕτερα ἀπειργασμένα γένη νῦν ἔστιν ἰδεῖν ὑπὸ τῆς τῶν ἄλλων ἐπιτηδευμάτων καὶ κτημάτων ἀνελευθερίας, εἴτε τις νομοθέτης αὐτοῖς φαῦλος ἂν γενόμενος ἐξηργάσατο τὰ τοιαῦτα εἴτε χαλεπὴ τύχη προσπεσοῦσα εἴτε καὶ φύσις ἄλλη τις τοιαύτη.
这一切学问,如果通过其他法律和日常习惯,人们能将卑俗与贪财从那些将要充分且有益地获得这些学问的人的灵魂中驱除,那么它们就会成为美好且合宜的教化;但若非如此,人们就可能会在不知不觉中培养出所谓的“狡黠”而非智慧,正如我们现在可以在埃及人、腓尼基人以及许多其他民族身上所看到的那样,由于他们其他活动和财产的卑俗,他们被塑造成了如今的模样——无论是由于他们遇到了某个糟糕的立法者从而导致了这种结果,还是由于艰难的命运降临,抑或是某种其他类似的天性。
καὶ γάρ, ὦ Μέγιλλέ τε καὶ Κλεινία, μηδὲ τοῦθʼ ἡμᾶς λανθανέτω περὶ τόπων ὡς οὐκ εἰσὶν ἄλλοι τινὲς διαφέροντες ἄλλων τόπων πρὸς τὸ γεννᾶν ἀνθρώπους ἀμείνους καὶ χείρους, οἷς οὐκ ἐναντία νομοθετητέον·
此外,梅吉鲁斯和克雷尼亚斯,关于地理环境,我们绝不能忽视这一点,即某些地方与其他地方在孕育更好和更坏的人类方面确实存在着极大的差异,我们不能对这些地方制定相反的法律。
οἱ μέν γέ που διὰ πνεύματα παντοῖα καὶ διʼ εἱλήσεις ἀλλόκοτοί τέ εἰσιν καὶ ἐναίσιοι αὐτῶν, οἱ δὲ διʼ ὕδατα, οἱ δὲ καὶ διʼ αὐτὴν τὴν ἐκ τῆς γῆς τροφήν, ἀναδιδοῦσαν οὐ μόνον τοῖς σώμασιν ἀμείνω καὶ χείρω, ταῖς δὲ ψυχαῖς οὐχ ἧττον δυναμένην πάντα τὰ τοιαῦτα ἐμποιεῖν, τούτων δʼ αὖ πάντων μέγιστον διαφέροιεν ἂν τόποι χώρας ἐν οἷς θεία τις ἐπίπνοια καὶ δαιμόνων λήξεις εἶεν, τοὺς ἀεὶ κατοικιζομένους ἵλεῳ δεχόμενοι καὶ τοὐναντίον.
因为有些地方由于各种风向和日照而显得古怪或吉祥,有些地方因为水源,还有些地方则是由于土地本身所提供的食物,这不仅给身体带来好坏,在灵魂中播下所有此类品质的能力也同样不容小觑。 在这一切之中,最显著的差异在于那些存在神圣启示和神灵领地的国土,它们或是善意地接纳那些在此定居的人,或是相反。
οἷς ὅ γε νοῦν ἔχων νομοθέτης, ἐπισκεψάμενος ὡς ἄνθρωπον οἷόν τʼ ἐστὶν σκοπεῖν τὰ τοιαῦτα, οὕτω πειρῷτʼ ἂν τιθέναι τοὺς νόμους.
对此,有理智的立法者在尽人类所能考察了这些情况后,应当据此尝试制定法律。
ὃ δὴ καὶ σοὶ ποιητέον, ὦ Κλεινία· πρῶτον τρεπτέον ἐπὶ τὰ τοιαῦτα μέλλοντί γε κατοικίζειν χώραν.
克雷尼亚斯,这正是你必须做的;凡是打算开拓领地并进行定居的人,必须首先关注这些事情。
ΚΛ. ἀλλʼ, ὦ ξένε Ἀθηναῖε, λέγεις τε παγκάλως ἐμοί τε οὕτως ποιητέον.
CLE. 的确,雅典的客人,你说得极好,我确实应当这样做。