§5.735ΑΘ. καθάπερ οὖν δή τινα συνυφὴν ἢ καὶ πλέγμʼ ἄλλʼ ὁτιοῦν, οὐκ ἐκ τῶν αὐτῶν οἷόν τʼ ἐστὶν τήν τε ἐφυφὴν καὶ τὸν στήμονα ἀπεργάζεσθαι, διαφέρειν δʼ ἀναγκαῖον τὸ τῶν στημόνων πρὸς ἀρετὴν γένος—ἰσχυρόν τε γὰρ καί τινα βεβαιότητα ἐν τοῖς τρόποις εἰληφός, τὸ δὲ μαλακώτερον καὶ ἐπιεικείᾳ τινὶ δικαίᾳ χρώμενον—ὅθεν δὴ τοὺς τὰς ἀρχὰς ἐν ταῖς πόλεσιν ἄρξοντας δεῖ διακρίνεσθαί τινα τρόπον ταύτῃ καὶ τοὺς σμικρᾷ παιδείᾳ βασανισθέντας ἑκάστοτε κατὰ λόγον.
雅典人:したがって、ちょうど何らかの織物や他のいかなる編み物においても、緯糸と経糸を同じものから作り出すことはできず、経糸の系統は優秀さにおいて勝っていることが必要であるように――経糸は強く、かつ性格においてある種の堅牢さを備えており、他方の緯糸はより柔らかく、適度な正しい柔軟さを用いているからです――まさにそれゆえ、国家において支配に就く者たちと、僅かな教育によってその都度試練を課された者たちは、理にかなった形で、このように何らかの方法で識別されなければならないのです。
ἐστὸν γὰρ δὴ δύο πολιτείας εἴδη, τὸ μὲν ἀρχῶν καταστάσεις ἑκάστοις, τὸ δὲ νόμοι ταῖς ἀρχαῖς ἀποδοθέντες.
国制には二つの形態があります。 一つは各ポストへの支配者の設置であり、もう一つは支配者たちに授けられる法律です。
τὸ δὲ πρὸ τούτων ἁπάντων δεῖ διανοεῖσθαι τὰ τοιάδε.
しかし、これらすべての前に、次のようなことを考えねばなりません。
πᾶσαν ἀγέλην ποιμὴν καὶ βουκόλος τροφεύς τε ἵππων καὶ ὅσα ἄλλα τοιαῦτα παραλαβών, οὐκ ἄλλως μή ποτε ἐπιχειρήσει θεραπεύειν ἢ πρῶτον μὲν τὸν ἑκάστῃ προσήκοντα καθαρμὸν καθαρεῖ τῇ συνοικήσει, διαλέξας δὲ τά τε ὑγιῆ καὶ τὰ μὴ καὶ τὰ γενναῖα καὶ ἀγεννῆ, τὰ μὲν ἀποπέμψει πρὸς ἄλλας τινὰς ἀγέλας, τὰ δὲ θεραπεύσει, διανοούμενος ὡς μάταιος ἂν ὁ πόνος εἴη καὶ ἀνήνυτος περί τε σῶμα καὶ ψυχάς, ἃς φύσις καὶ πονηρὰ τροφὴ διεφθαρκυῖα προσαπόλλυσιν τὸ τῶν ὑγιῶν καὶ ἀκηράτων ἠθῶν τε καὶ σωμάτων γένος ἐν ἑκάστοις τῶν κτημάτων, ἄν τις τὰ ὑπάρχοντα μὴ διακαθαίρηται.
羊飼いや牛飼い、馬の飼育係、その他そのようなあらゆる群れを受け取った者は、まず群れに適した浄化をその共同生活に対して行い、健康なものとそうでないもの、血統の良いものと悪いものをえり分けた上でなければ、決して他の方法で世話をしようとはしないでしょう。 そして、あるものは他の群れへと送り出し、他方を世話するのです。 なぜなら、もし存在している群れを浄化しないなら、自然や劣悪な飼育によって損なわれた魂や身体が、それぞれの所有物のうちにある健康で純粋な性質や身体の系統をもさらに滅ぼしてしまい、その労苦は無駄で、効果のないものになってしまうと考えるからです。
τὰ μὲν δὴ τῶν ἄλλων ζῴων ἐλάττων τε σπουδὴ καὶ παραδείγματος ἕνεκα μόνον ἄξια παραθέσθαι τῷ λόγῳ, τὰ δὲ τῶν ἀνθρώπων σπουδῆς τῆς μεγίστης τῷ τε νομοθέτῃ διερευνᾶσθαι καὶ φράζειν τὸ προσῆκον ἑκάστοις καθαρμοῦ τε πέρι καὶ συμπασῶν τῶν ἄλλων πράξεων.
他の動物についてのことは重要性が低く、言論の比喩として提示するにすぎませんが、人間のことについては、立法者にとって最大の関心事として探索され、それぞれの浄化と、他のすべての行為について適切なことが語られねばなりません。
αὐτίκα γὰρ τὸ περὶ καθαρμοὺς πόλεως ὧδʼ ἔχον ἂν εἴη·
例えば、国家の浄化については次のようになります。
πολλῶν οὐσῶν τῶν διακαθάρσεων αἱ μὲν ῥᾴους εἰσίν, αἱ δὲ χαλεπώτεραι, καὶ τὰς μὲν τύραννος μὲν ὢν καὶ νομοθέτης ὁ αὐτός, ὅσαι χαλεπαί τʼ εἰσὶν καὶ ἄρισται, δύναιτʼ ἂν καθῆραι, νομοθέτης δὲ ἄνευ τυραννίδος καθιστὰς πολιτείαν καινὴν καὶ νόμους, εἰ καὶ τὸν πρᾳότατον τῶν καθαρμῶν καθήρειεν, ἀγαπώντως ἂν καὶ τὸ τοιοῦτον δράσειεν.
多くの種類の浄化がありますが、あるものは比較的容易であり、他は困難です。 そして、専制君主であり、かつ立法者でもある同一の者であれば、困難であり最良であるすべての浄化を実行できるでしょうが、専制権力なしに新しい国制と法律を樹立しようとする立法者であれば、最も穏和な浄化を行うだけでも、大いに満足してそうしたことを実行するでしょう。
ἔστι δʼ ὁ μὲν ἄριστος ἀλγεινός, καθάπερ ὅσα τῶν φαρμάκων τοιουτότροπα, ὁ τῇ δίκῃ μετὰ τιμωρίας εἰς τὸ κολάζειν ἄγων, θάνατον ἢ φυγὴν τῇ τιμωρίᾳ τὸ τέλος ἐπιτιθείς·
最良の浄化は、苦痛を伴うものです。 ちょうど薬がそのようなものであるように。 それは懲罰を伴う裁判によって処罰へと導き、処罰の終わりとして死刑や追放を課します。
τοὺς γὰρ μέγιστα ἐξημαρτηκότας, ἀνιάτους δὲ ὄντας, μεγίστην δὲ οὖσαν βλάβην πόλεως, ἀπαλλάττειν εἴωθεν.
なぜなら、極めて大きな過ちを犯し、治療不可能であり、国家に最大の害を及ぼす者を、取り除くのが常だからです。
§5.736ΑΘ. ὁ δὲ πρᾳότερός ἐστι τῶν καθαρμῶν ὁ τοιόσδε ἡμῖν·
雅典人:これに対して、より穏和な浄化とは、私たちにとって次のようなものです。
ὅσοι διὰ τὴν τῆς τροφῆς ἀπορίαν τοῖς ἡγεμόσιν ἐπὶ τὰ τῶν ἐχόντων μὴ ἔχοντες ἑτοίμους αὑτοὺς ἐνδείκνυνται παρεσκευακότες ἕπεσθαι, τούτοις ὡς νοσήματι πόλεως ἐμπεφυκότι, διʼ εὐφημίας ἀπαλλαγήν, ὄνομα ἀποικίαν τιθέμενος, εὐμενῶς ὅτι μάλιστα ἐξεπέμψατο.
すなわち、食料の欠乏のゆえに、持たざる者たちが、持てる者たちの財産に対して、指導者たちに従う用意ができていることを自ら示すような者たちに対し、国家に生じた病気に対するように、穏やかな表現による解放として「植民」という名をつけ、できる限り友好的に送り出すことです。
παντὶ μὲν οὖν νομοθετοῦντι τοῦτο ἁμῶς γέ πως κατʼ ἀρχὰς δραστέον, ἡμῖν μὴν ἔτι τούτων ἀκοπώτερα τὰ περὶ ταῦτʼ ἐστὶ συμβεβηκότα νῦν·
すべて立法を行う者は、初めは何らかの形でこれを行わねばなりません。 しかし、私たちに今生じている状況は、これらよりもさらに面倒のないものです。
οὔτε γὰρ ἀποικίαν οὔτʼ ἐκλογήν τινα καθάρσεως δεῖ μηχανᾶσθαι πρὸς τὸ παρόν, οἷον δέ τινων συρρεόντων ἐκ πολλῶν τὰ μὲν πηγῶν τὰ δὲ χειμάρρων εἰς μίαν λίμνην, ἀναγκαῖον προσέχοντας τὸν νοῦν φυλάττειν ὅπως ὅτι καθαρώτατον ἔσται τὸ συρρέον ὕδωρ, τὰ μὲν ἐξαντλοῦντας, τὰ δʼ ἀποχετεύοντας καὶ παρατρέποντας.
すなわち、現時点では、植民も、浄化のための選別も画策する必要はありません。 むしろ、多くの水源や冬の奔流から一つの湖へと水が流れ込むようなものであり、私たちは注意を払いながら、流れ込む水ができる限り清らかであるよう、あるものは汲み出し、あるものは排水し、あるものは進路をそらすように監視せねばなりません。
πόνος δʼ, ὡς ἔοικεν, καὶ κίνδυνός ἐστιν ἐν πάσῃ κατασκευῇ πολιτικῇ.
しかし、あらゆる国制の構築には労苦と危険が伴うもののようです。
τὰ δʼ ἐπείπερ λόγῳ γʼ ἐστὶν τὰ νῦν ἀλλʼ οὐκ ἔργῳ πραττόμενα, πεπεράνθω τε ἡμῖν ἡ συλλογὴ καὶ κατὰ νοῦν ἡ καθαρότης αὐτῆς ἔστω συμβεβηκυῖα·
だが、現在の試みは実際の行動ではなく言論によるものであるから、私たちの集積を終わらせ、その清浄さは私たちの意図通りに達成されたものとしましょう。
τοὺς γὰρ κακοὺς τῶν ἐπιχειρούντων εἰς τὴν νῦν πόλιν ὡς πολιτευσομένους συνιέναι πειθοῖ πάσῃ καὶ ἱκανῷ χρόνῳ διαβασανίσαντες, διακωλύσωμεν ἀφικνεῖσθαι, τοὺς δʼ ἀγαθοὺς εἰς δύναμιν εὐμενεῖς ἵλεῴ τε προσαγώμεθα.
すなわち、現在の国家に参画しようとする悪しき者を、あらゆる説得と十分な時間による試験によって、参入を阻止し、善良な者をできる限り好意的に、かつ歓迎して迎え入れることにしましょう。
τόδε δὲ μὴ λανθανέτω γιγνόμενον ἡμᾶς εὐτύχημα, ὅτι καθάπερ εἴπομεν τὴν τῶν Ἡρακλειδῶν ἀποικίαν εὐτυχεῖν, ὡς γῆς καὶ χρεῶν ἀποκοπῆς καὶ νομῆς πέρι δεινὴν καὶ ἐπικίνδυνον ἔριν ἐξέφυγεν, ἣν νομοθετεῖσθαι ἀναγκασθείσῃ πόλει τῶν ἀρχαίων οὔτε ἐᾶν οἷόν τε ἀκίνητον οὔτʼ αὖ κινεῖν δυνατόν ἐστί τινα τρόπον, εὐχὴ δὲ μόνον ὡς ἔπος εἰπεῖν λείπεται, καὶ σμικρὰ μετάβασις εὐλαβὴς ἐν πολλῷ χρόνῳ σμικρὸν μεταβιβάζουσιν, ἥδε·
また、次の幸運が私たちに起きていることを見逃してはなりません。 すなわち、先ほど述べたように、ヘラクレイダイの植民が幸運であったのは、土地の分配や債務の免除をめぐる激しく危険な争いを避けることができたからです。 このような争いは、古くからの国家が法律を制定することを余儀なくされたとき、現状のまま放置することもできず、かといって変更することも不可能なものであり、いわば祈りと、長い時間をかけて慎重に行う小さな変化だけが残された手段です。 その小さな変化とは次のようなものです。
τῶν κινούντων ἀεὶ κεκτημένων μὲν αὐτῶν γῆν ἄφθονον ὑπάρχειν, κεκτημένων δὲ καὶ ὀφειλέτας αὑτοῖς πολλοὺς ἐθελόντων τε τούτων πῃ τοῖς ἀπορουμένοις διʼ ἐπιείκειαν κοινωνεῖν, τὰ μὲν ἀφιέντας, τὰ δὲ νεμομένους, ἁμῇ γέ πῃ τῆς μετριότητος ἐχομένους καὶ πενίαν ἡγουμένους εἶναι μὴ τὸ τὴν οὐσίαν ἐλάττω ποιεῖν ἀλλὰ τὸ τὴν ἀπληστίαν πλείω.
変更を試みる者たち自身が常に豊かな土地を所有しており、多くの債務者をも抱えており、彼らが寛大さのゆえに困窮している人々に分かち合うことを望み、あるものは免除し、あるものは分配し、何らかの形で中庸を保り、富を減らすことではなく貪欲を増やすことこそが貧困であると考えること、これです。