§5.735ΑΘ. καθάπερ οὖν δή τινα συνυφὴν ἢ καὶ πλέγμʼ ἄλλʼ ὁτιοῦν, οὐκ ἐκ τῶν αὐτῶν οἷόν τʼ ἐστὶν τήν τε ἐφυφὴν καὶ τὸν στήμονα ἀπεργάζεσθαι, διαφέρειν δʼ ἀναγκαῖον τὸ τῶν στημόνων πρὸς ἀρετὴν γένος—ἰσχυρόν τε γὰρ καί τινα βεβαιότητα ἐν τοῖς τρόποις εἰληφός, τὸ δὲ μαλακώτερον καὶ ἐπιεικείᾳ τινὶ δικαίᾳ χρώμενον—ὅθεν δὴ τοὺς τὰς ἀρχὰς ἐν ταῖς πόλεσιν ἄρξοντας δεῖ διακρίνεσθαί τινα τρόπον ταύτῃ καὶ τοὺς σμικρᾷ παιδείᾳ βασανισθέντας ἑκάστοτε κατὰ λόγον.
雅典人:因此,正如在某种织造或任何其他编织物中,无法用相同的材料同时制成纬线和经线,而经线一类在品质上必须优于纬线——因为经线结实,且在其特性中具有某种稳定性,而另一方则较柔软,并采用某种公正的柔韧度——正是因此,在城邦中担任统治职务的人,以及每一次通过少量教育受到考验的人,必须在某种程度上按照这一比例加以区分。
ἐστὸν γὰρ δὴ δύο πολιτείας εἴδη, τὸ μὲν ἀρχῶν καταστάσεις ἑκάστοις, τὸ δὲ νόμοι ταῖς ἀρχαῖς ἀποδοθέντες.
因为国制确实有两种形式:其一是为各方确立官职,其二是赋予官职的法律。
τὸ δὲ πρὸ τούτων ἁπάντων δεῖ διανοεῖσθαι τὰ τοιάδε.
然而,在所有这些之前,我们必须思考以下的事情。
πᾶσαν ἀγέλην ποιμὴν καὶ βουκόλος τροφεύς τε ἵππων καὶ ὅσα ἄλλα τοιαῦτα παραλαβών, οὐκ ἄλλως μή ποτε ἐπιχειρήσει θεραπεύειν ἢ πρῶτον μὲν τὸν ἑκάστῃ προσήκοντα καθαρμὸν καθαρεῖ τῇ συνοικήσει, διαλέξας δὲ τά τε ὑγιῆ καὶ τὰ μὴ καὶ τὰ γενναῖα καὶ ἀγεννῆ, τὰ μὲν ἀποπέμψει πρὸς ἄλλας τινὰς ἀγέλας, τὰ δὲ θεραπεύσει, διανοούμενος ὡς μάταιος ἂν ὁ πόνος εἴη καὶ ἀνήνυτος περί τε σῶμα καὶ ψυχάς, ἃς φύσις καὶ πονηρὰ τροφὴ διεφθαρκυῖα προσαπόλλυσιν τὸ τῶν ὑγιῶν καὶ ἀκηράτων ἠθῶν τε καὶ σωμάτων γένος ἐν ἑκάστοις τῶν κτημάτων, ἄν τις τὰ ὑπάρχοντα μὴ διακαθαίρηται.
牧羊人、牧牛人、育马者,或任何其他接受了此类群落的人,绝不会在未先对该共同生活环境进行适合其各自的净化之前,尝试以其他方式进行照料。 他会挑选出健康的和不健康的、优良的和劣等的东西,将前者送到其他一些群落中,而照料后者。 因为他认为,除非对现有的群落进行彻底的净化,否则在肉体和灵魂方面,因天性或恶劣抚育而败坏并进一步摧毁财产中健康纯洁的品性与肉体种群的劳苦,都将是徒劳且无果的。
τὰ μὲν δὴ τῶν ἄλλων ζῴων ἐλάττων τε σπουδὴ καὶ παραδείγματος ἕνεκα μόνον ἄξια παραθέσθαι τῷ λόγῳ, τὰ δὲ τῶν ἀνθρώπων σπουδῆς τῆς μεγίστης τῷ τε νομοθέτῃ διερευνᾶσθαι καὶ φράζειν τὸ προσῆκον ἑκάστοις καθαρμοῦ τε πέρι καὶ συμπασῶν τῶν ἄλλων πράξεων.
其他动物的事情重要性较小,仅值得作为例子放在言论中;但人类的事情则需要立法者以最大的关注去探究,并阐明在净化以及所有其他行为中对每个人最合适的事物。
αὐτίκα γὰρ τὸ περὶ καθαρμοὺς πόλεως ὧδʼ ἔχον ἂν εἴη· πολλῶν οὐσῶν τῶν διακαθάρσεων αἱ μὲν ῥᾴους εἰσίν, αἱ δὲ χαλεπώτεραι, καὶ τὰς μὲν τύραννος μὲν ὢν καὶ νομοθέτης ὁ αὐτός, ὅσαι χαλεπαί τʼ εἰσὶν καὶ ἄρισται, δύναιτʼ ἂν καθῆραι, νομοθέτης δὲ ἄνευ τυραννίδος καθιστὰς πολιτείαν καινὴν καὶ νόμους, εἰ καὶ τὸν πρᾳότατον τῶν καθαρμῶν καθήρειεν, ἀγαπώντως ἂν καὶ τὸ τοιοῦτον δράσειεν.
例如,城邦净化的事情就是如此:在许多种净化中,有些较容易,有些较困难;那些既困难又最好的净化,一个同时是立法者的僭主能够执行;但一个在没有僭主权力的情况下建立新国制和法律的立法者,即使只用最温和的净化来进行,也会非常满足地去执行。
ἔστι δʼ ὁ μὲν ἄριστος ἀλγεινός, καθάπερ ὅσα τῶν φαρμάκων τοιουτότροπα, ὁ τῇ δίκῃ μετὰ τιμωρίας εἰς τὸ κολάζειν ἄγων, θάνατον ἢ φυγὴν τῇ τιμωρίᾳ τὸ τέλος ἐπιτιθείς· τοὺς γὰρ μέγιστα ἐξημαρτηκότας, ἀνιάτους δὲ ὄντας, μεγίστην δὲ οὖσαν βλάβην πόλεως, ἀπαλλάττειν εἴωθεν.
最好的净化是痛苦的,就像那些具有此类特性的药物一样,通过伴随惩罚的公正导向惩治,将死刑或流放作为惩罚的终结;因为对于那些犯下最大罪行、无可救药且对城邦造成最大危害的人,城邦通常会予以清除。
§5.736ΑΘ. ὁ δὲ πρᾳότερός ἐστι τῶν καθαρμῶν ὁ τοιόσδε ἡμῖν· ὅσοι διὰ τὴν τῆς τροφῆς ἀπορίαν τοῖς ἡγεμόσιν ἐπὶ τὰ τῶν ἐχόντων μὴ ἔχοντες ἑτοίμους αὑτοὺς ἐνδείκνυνται παρεσκευακότες ἕπεσθαι, τούτοις ὡς νοσήματι πόλεως ἐμπεφυκότι, διʼ εὐφημίας ἀπαλλαγήν, ὄνομα ἀποικίαν τιθέμενος, εὐμενῶς ὅτι μάλιστα ἐξεπέμψατο.
雅典人:而对我们来说,较温和的净化则是如下一种:凡是因为缺乏食物,由于一无所有而表明自己准备追随其领袖去侵占有产者财产的人,立法者将其视为城邦中滋生的疾病,以“殖民”之名作为委婉的解脱,尽可能友好地将他们遣送出去。
παντὶ μὲν οὖν νομοθετοῦντι τοῦτο ἁμῶς γέ πως κατʼ ἀρχὰς δραστέον, ἡμῖν μὴν ἔτι τούτων ἀκοπώτερα τὰ περὶ ταῦτʼ ἐστὶ συμβεβηκότα νῦν·
因此,每个立法者在开始时都必须以某种方式做到这一点;然而对我们来说,目前这些事情的发生甚至比这更省事。
οὔτε γὰρ ἀποικίαν οὔτʼ ἐκλογήν τινα καθάρσεως δεῖ μηχανᾶσθαι πρὸς τὸ παρόν, οἷον δέ τινων συρρεόντων ἐκ πολλῶν τὰ μὲν πηγῶν τὰ δὲ χειμάρρων εἰς μίαν λίμνην, ἀναγκαῖον προσέχοντας τὸν νοῦν φυλάττειν ὅπως ὅτι καθαρώτατον ἔσται τὸ συρρέον ὕδωρ, τὰ μὲν ἐξαντλοῦντας, τὰ δʼ ἀποχετεύοντας καὶ παρατρέποντας.
因为我们目前既不需要策划殖民,也不需要策划任何净化性的选拔;但正如许多水源和山洪汇入同一个湖泊一样,我们必须集中注意力防范,使汇入的水尽可能清澈,排干一些,过滤并分流另一些。
πόνος δʼ, ὡς ἔοικεν, καὶ κίνδυνός ἐστιν ἐν πάσῃ κατασκευῇ πολιτικῇ.
在任何政治建设中,似乎都有劳苦和危险。
τὰ δʼ ἐπείπερ λόγῳ γʼ ἐστὶν τὰ νῦν ἀλλʼ οὐκ ἔργῳ πραττόμενα, πεπεράνθω τε ἡμῖν ἡ συλλογὴ καὶ κατὰ νοῦν ἡ καθαρότης αὐτῆς ἔστω συμβεβηκυῖα· τοὺς γὰρ κακοὺς τῶν ἐπιχειρούντων εἰς τὴν νῦν πόλιν ὡς πολιτευσομένους συνιέναι πειθοῖ πάσῃ καὶ ἱκανῷ χρόνῳ διαβασανίσαντες, διακωλύσωμεν ἀφικνεῖσθαι, τοὺς δʼ ἀγαθοὺς εἰς δύναμιν εὐμενεῖς ἵλεῴ τε προσαγώμεθα.
但既然现在的尝试是在言论中而非在行动中进行的,那就让我们的收集宣告结束,并让其纯洁性按我们的意愿实现;因为对于那些企图进入当前城邦作为公民的恶人,我们要在用尽一切说服和足够的时间进行检验后,阻止他们进入;而对于善人,我们要尽可能友好且欣然地予以接纳。
τόδε δὲ μὴ λανθανέτω γιγνόμενον ἡμᾶς εὐτύχημα, ὅτι καθάπερ εἴπομεν τὴν τῶν Ἡρακλειδῶν ἀποικίαν εὐτυχεῖν, ὡς γῆς καὶ χρεῶν ἀποκοπῆς καὶ νομῆς πέρι δεινὴν καὶ ἐπικίνδυνον ἔριν ἐξέφυγεν, ἣν νομοθετεῖσθαι ἀναγκασθείσῃ πόλει τῶν ἀρχαίων οὔτε ἐᾶν οἷόν τε ἀκίνητον οὔτʼ αὖ κινεῖν δυνατόν ἐστί τινα τρόπον, εὐχὴ δὲ μόνον ὡς ἔπος εἰπεῖν λείπεται, καὶ σμικρὰ μετάβασις εὐλαβὴς ἐν πολλῷ χρόνῳ σμικρὸν μεταβιβάζουσιν, ἥδε· τῶν κινούντων ἀεὶ κεκτημένων μὲν αὐτῶν γῆν ἄφθονον ὑπάρχειν, κεκτημένων δὲ καὶ ὀφειλέτας αὑτοῖς πολλοὺς ἐθελόντων τε τούτων πῃ τοῖς ἀπορουμένοις διʼ ἐπιείκειαν κοινωνεῖν, τὰ μὲν ἀφιέντας, τὰ δὲ νεμομένους, ἁμῇ γέ πῃ τῆς μετριότητος ἐχομένους καὶ πενίαν ἡγουμένους εἶναι μὴ τὸ τὴν οὐσίαν ἐλάττω ποιεῖν ἀλλὰ τὸ τὴν ἀπληστίαν πλείω.
此外,我们不要忽视发生在我们身上的这件幸事:正如我们所说,赫拉克里德家族的殖民是幸运的,因为它免于关于土地分配和免除债务的严重而危险的争端。 这种争端,在一个迫于在古人中立法的城邦中,既不能听之任之不加触动,也无法以任何方式予以变动。 结果,可以说只剩下了祈祷,以及在漫长的时间里极其谨慎地进行微小调整的过渡,其做法如下:倡导变动者自己总是拥有丰裕的土地,并且自己也拥有许多债务人,他们由于宽大乐意在某种程度上与贫困者分享,免除一些债务,分配一些土地,在某种程度上坚持中庸,并认为贫困不是使财产变少,而是使贪欲变多。