Humanitext Reader

プラトン · 法律 §5.733-5.734

快苦の均衡と徳ある生き方の優越

59 / 186 箇所 · ギリシア語

要旨

快楽と苦痛、およびそれらの均衡に基づき、人間にとって最も好ましい生き方を分析し、節制や勇敢などの四つの徳ある生き方が、悪徳の生き方よりも実質的に快いものであることを論じる。

§5.733ΑΘ. δεῖ δὴ τὸν κάλλιστον βίον ἐπαινεῖν, μὴ μόνον ὅτι τῷ σχήματι κρατεῖ πρὸς εὐδοξίαν, ἀλλὰ καὶ ὡς, ἄν τις ἐθέλῃ γεύεσθαι καὶ μὴ νέος ὢν φυγὰς ἀπʼ αὐτοῦ γένηται, κρατεῖ καὶ τούτῳ ὃ πάντες ζητοῦμεν, τῷ χαίρειν πλείω, ἐλάττω δὲ λυπεῖσθαι παρὰ τὸν βίον ἅπαντα.
雅典人:実に、最も美しい生き方を称賛すべきですが、それはただその外見において名声に関して勝っているからというだけでなく、もし人がそれを味わおうと望み、若い頃にそこから逃げ出してしまうのでなければ、私たちが皆求めているもの、すなわち、生涯を通じてより多く喜び、より少なく苦しむということにおいても勝っているからです。
ὡς δὲ ἔσται τοῦτο σαφές, ἂν γεύηταί τις ὀρθῶς, ἑτοίμως καὶ σφόδρα φανήσεται.
そして、もし人が正しく味わうなら、このことがいかに明白になるかは、即座に、かつ極めてはっきりと示されるでしょう。
ἡ δὲ ὀρθότης τίς;
では、その正しさとは何でしょうか。
τοῦτο ἤδη παρὰ τοῦ λόγου χρὴ λαμβάνοντα σκοπεῖν·
私たちはすでに言論からこれを受け取って考察せねばなりません。
εἴτε οὕτως ἡμῖν κατὰ φύσιν πέφυκεν εἴτε ἄλλως παρὰ φύσιν, βίον χρὴ παρὰ βίον ἡδίω καὶ λυπηρότερον ὧδε σκοπεῖν.
すなわち、私たちの本性がこのように生まれついているのか、それとも本性に反してそれ以外のようになっているのかを、私たちは生き方を別の生き方と比較して、どちらがより快く、どちらがより苦しいかを次のように考察すべきです。
ἡδονὴν βουλόμεθα ἡμῖν εἶναι, λύπην δὲ οὔθʼ αἱρούμεθα οὔτε βουλόμεθα, τὸ δὲ μηδέτερον ἀντὶ μὲν ἡδονῆς οὐ βουλόμεθα, λύπης δὲ ἀλλάττεσθαι βουλόμεθα·
私たちは快楽が自分たちにあることを望み、苦痛は選択もしなければ望みもしません。 また、そのどちらでもない状態を、快楽の代わりにすることは望みませんが、苦痛と取り替えることは望みます。
λύπην δʼ ἐλάττω μετὰ μείζονος ἡδονῆς βουλόμεθα, ἡδονὴν δʼ ἐλάττω μετὰ μείζονος λύπης οὐ βουλόμεθα, ἴσα δὲ ἀντὶ ἴσων ἑκάτερα τούτων οὐχ ὡς βουλόμεθα ἔχοιμεν ἂν διασαφεῖν.
そして、より大きな快楽を伴うより小さな苦痛は望みますが、より大きな苦痛を伴うより小さな快楽は望みません。 他方、これら双方が等しいものを等しいものの代わりに持つことについては、私たちが望むようには説明できません。
ταῦτα δὲ πάντα ἐστὶν πλήθει καὶ μεγέθει καὶ σφοδρότησιν ἰσότησίν τε, καὶ ὅσα ἐναντία ἐστὶν πᾶσι τοῖς τοιούτοις πρὸς βούλησιν, διαφέροντά τε καὶ μηδὲν διαφέροντα πρὸς αἵρεσιν ἑκάστων.
これらすべての事柄は、数、大きさ、強さ、等しさにおいて存在し、また、これらすべてに相反するものは、欲求に対して影響を与え、個々の選択に対しては、差異を生じさせるか、あるいは何ら差異を生じさせません。
οὕτω δὴ τούτων ἐξ ἀνάγκης διακεκοσμημένων, ἐν ᾧ μὲν βίῳ ἔνεστι πολλὰ ἑκάτερα καὶ μεγάλα καὶ σφοδρά, ὑπερβάλλει δὲ τὰ τῶν ἡδονῶν, βουλόμεθα, ἐν ᾧ δὲ τὰ ἐναντία, οὐ βουλόμεθα·
このようにして、これらが必然的に配置されているため、双方(快楽と苦痛)が数多く、大きく、かつ強烈に存在し、しかも快楽の側が勝っているような生き方を、私たちは望むのであり、その反対である生き方は望みません。
καὶ αὖ ἐν ᾧ ὀλίγα ἑκάτερα καὶ σμικρὰ καὶ ἠρεμαῖα, ὑπερβάλλει δὲ τὰ λυπηρά, οὐ βουλόμεθα, ἐν ᾧ δὲ τἀναντία, βουλόμεθα.
また、双方とも少なく、小さく、かつ穏やかであり、しかも苦痛の側が勝っているような生き方を、私たちは望みませんが、その反対である生き方は望むのです。
ἐν ᾧ δʼ αὖ βίῳ ἰσορροπεῖ, καθάπερ ἐν τοῖς πρόσθεν δεῖ διανοεῖσθαι·
他方、双方が均衡している生き方においては、先ほど述べたように考えるべきです。
τὸν ἰσόρροπον βίον ὡς τῶν μὲν ὑπερβαλλόντων τῷ φίλῳ ἡμῖν βουλόμεθα, τῶν δʼ αὖ τοῖς ἐχθροῖς οὐ βουλόμεθα.
すなわち、均衡した生き方を、勝っているものが私たちに好ましいものである場合には望みますが、敵に好ましいものである場合には望みません。
πάντας δὴ δεῖ διανοεῖσθαι τοὺς βίους ἡμῶν ὡς ἐν τούτοις ἐνδεδεμένοι πεφύκασιν, καὶ δεῖ διανοεῖσθαι ποίους φύσει βουλόμεθα·
私たちは自分のすべての生き方が、これらのもののうちに縛り付けられるようにできていると考えねばならず、また、どのような生き方を私たちが本性上望んでいるかを考えねばなりません。
εἰ δέ τι παρὰ ταῦτα ἄρα φαμὲν βούλεσθαι, διά τινα ἄγνοιαν καὶ ἀπειρίαν τῶν ὄντων βίων αὐτὰ λέγομεν.
もし私たちが、これら以外のものを望んでいると言うとすれば、それは実際の生き方に対するある種の無知と無経験のゆえに、そう言っているにすぎないのです。
τίνες δὴ καὶ πόσοι εἰσὶ βίοι, ὧν πέρι δεῖ προελόμενον τὸ βούλητόν τε καὶ ἀκούσιον ἰδόντα εἰς νόμον ἑαυτῷ ταξάμενον, τὸ φίλον ἅμα καὶ ἡδὺ καὶ ἄριστόν τε καὶ κάλλιστον ἑλόμενον, ζῆν ὡς οἷόν τʼ ἐστὶν ἄνθρωπον μακαριώτατα;
では、自ら進んで選ぶことと望まないことを見定めて、それを自分自身への掟として定め、親しく、かつ快く、かつ最も優れ、かつ最も美しいものを選択した上で、人間としてできる限り最も幸福に生きるために、私たちが選択の対象とすべき生き方とはどのようなものであり、いくつあるでしょうか。
λέγωμεν δὴ σώφρονα βίον ἕνα εἶναι καὶ φρόνιμον ἕνα καὶ ἕνα τὸν ἀνδρεῖον, καὶ τὸν ὑγιεινὸν βίον ἕνα ταξώμεθα·
私たちは、節制ある生き方が一つ、思慮ある生き方が一つ、勇敢な生き方が一つあると言い、さらに健康な生き方を一つ加えましょう。
§5.734ΑΘ. καὶ τούτοις οὖσιν τέτταρσιν ἐναντίους ἄλλους τέτταρας, ἄφρονα, δειλόν, ἀκόλαστον, νοσώδη.
雅典人:そして、これら四つの生き方に対して、その反対の四つ、すなわち、愚かな生き方、臆病な生き方、放縦な生き方、病気の生き方です。
σώφρονα μὲν οὖν βίον ὁ γιγνώσκων θήσει πρᾷον ἐπὶ πάντα, καὶ ἠρεμαίας μὲν λύπας, ἠρεμαίας δὲ ἡδονάς, μαλακὰς δὲ ἐπιθυμίας καὶ ἔρωτας οὐκ ἐμμανεῖς παρεχόμενον, ἀκόλαστον δέ, ὀξὺν ἐπὶ πάντα, καὶ σφοδρὰς μὲν λύπας, σφοδρὰς δὲ ἡδονάς, συντόνους δὲ καὶ οἰστρώδεις ἐπιθυμίας τε καὶ ἔρωτας ὡς οἷόν τε ἐμμανεστάτους παρεχόμενον, ὑπερβαλλούσας δὲ ἐν μὲν τῷ σώφρονι βίῳ τὰς ἡδονὰς τῶν ἀχθηδόνων, ἐν δὲ τῷ ἀκολάστῳ τὰς λύπας τῶν ἡδονῶν μεγέθει καὶ πλήθει καὶ πυκνότησιν.
さて、分別の有る者は、節制ある生き方をあらゆることにおいて穏やかであり、穏やかな苦痛と穏やかな快楽、そして柔和な欲望と狂気じみていない恋情をもたらすものと規定するでしょう。 これに対して放縦な生き方は、あらゆることにおいて激しく、強烈な苦痛と強烈な快楽、そして極度に激しく、熱狂的な欲望とできる限り狂気じみた恋情をもたらすものであり、しかも、節制ある生き方においては快楽が苦痛を凌駕し、放縦な生き方においては苦痛が快楽を、その大きさ、数、頻度において凌駕しているものと規定するでしょう。
ὅθεν ὁ μὲν ἡδίων ἡμῖν τῶν βίων, ὁ δὲ λυπηρότερος ἐξ ἀνάγκης συμβαίνει κατὰ φύσιν γίγνεσθαι, καὶ τόν γε βουλόμενον ἡδέως ζῆν οὐκέτι παρείκει ἑκόντα γε ἀκολάστως ζῆν, ἀλλʼ ἤδη δῆλον ὡς, εἰ τὸ νῦν λεγόμενον ὀρθόν, πᾶς ἐξ ἀνάγκης ἄκων ἐστὶν ἀκόλαστος·
それゆえ、これらの生き方のうち一方は私たちにとってより快く、他方はより苦しいものとなることが、本性上必然的に生じるのであり、快く生きたいと望む者にとって、自ら進んで放縦に生きることはもはや許されないのです。 むしろ、もし今語られていることが正しいならば、すべての人は必然的に不本意ながら放縦であるということが、すでに明らかです。
ἢ γὰρ διʼ ἀμαθίαν ἢ διʼ ἀκράτειαν ἢ διʼ ἀμφότερα, τοῦ σωφρονεῖν ἐνδεὴς ὢν ζῇ ὁ πᾶς ἀνθρώπινος ὄχλος.
なぜなら、無知のゆえに、あるいは自制心の欠如のゆえに、あるいはその双方のゆえに、節制を欠いた状態で、人間の大衆のすべてが生きているからです。
ταὐτὰ δὲ περὶ νοσώδους τε καὶ ὑγιεινοῦ βίου διανοητέον, ὡς ἔχουσι μὲν ἡδονὰς καὶ λύπας, ὑπερβάλλουσι δὲ ἡδοναὶ μὲν λύπας ἐν ὑγιείᾳ, λῦπαι δὲ ἡδονὰς ἐν νόσοις.
病気のある生き方と健康な生き方についても、全く同様に考えねばなりません。 すなわち、双方とも快楽と苦痛を持っていますが、健康においては快楽が苦痛を凌駕し、病気においては苦痛が快楽を凌駕するということです。
ἡμῖν δὲ ἡ βούλησις τῆς αἱρέσεως τῶν βίων οὐχ ἵνα τὸ λυπηρὸν ὑπερβάλλῃ·
そして、私たちが生き方を選択する際の欲求は、苦痛が勝ることを望むものではありません。
ὅπου δʼ ὑπερβάλλεται, τοῦτον τὸν βίον ἡδίω κεκρίκαμεν.
むしろ、苦痛が凌駕されるところ、そのような生き方を、私たちはより快いものと判定するのです。
ὁ δὴ σώφρων τοῦ ἀκολάστου καὶ ὁ φρόνιμος τοῦ ἄφρονος, φαῖμεν ἄν, καὶ ὁ τῆς ἀνδρείας τοῦ τῆς δειλίας ἐλάττονα καὶ σμικρότερα καὶ μανότερα ἔχων ἀμφότερα, τῇ τῶν ἡδονῶν ἑκάτερος ἑκάτερον ὑπερβάλλων, τῇ τῆς λύπης ἐκείνων ὑπερβαλλόντων αὐτούς, ὁ μὲν ἀνδρεῖος τὸν δειλόν, ὁ δὲ φρόνιμος τὸν ἄφρονα νικῶσιν, ὥστε ἡδίους εἶναι τοὺς βίους τῶν βίων, σώφρονα καὶ ἀνδρεῖον καὶ φρόνιμον καὶ ὑγιεινὸν δειλοῦ καὶ ἄφρονος καὶ ἀκολάστου καὶ νοσώδους, καὶ συλλήβδην τὸν ἀρετῆς ἐχόμενον κατὰ σῶμα ἢ καὶ κατὰ ψυχὴν τοῦ τῆς μοχθηρίας ἐχομένου βίου ἡδίω τε εἶναι καὶ τοῖς ἄλλοις ὑπερέχειν ἐκ περιττοῦ κάλλει καὶ ὀρθότητι καὶ ἀρετῇ καὶ εὐδοξίᾳ, ὥστε τὸν ἔχοντα αὐτὸν ζῆν εὐδαιμονέστερον ἀπεργάζεσθαι τοῦ ἐναντίου τῷ παντὶ καὶ ὅλῳ.
それゆえ、私たちは次のように言うでしょう。 節制ある者は放縦な者に対して、思慮ある者は愚かな者に対して、また勇敢な生き方は臆病な生き方に対して、双方をより少なく、より小さく、より希薄に持っており、それら各々が快楽の多さにおいて他方を凌駕している一方で、苦痛の多さにおいては彼らの方が彼らを凌駕しているので、勇敢な者は臆病な者に勝ち、思慮ある者は愚かな者に勝つのだと。 その結果、これらの一方の生き方は他方の生き方よりも快いものとなり、すなわち、節制あり、勇敢であり、思慮深く、健康な生き方は、臆病で、愚かで、放縦で、病気である生き方よりも快く、総じて、身体あるいは魂において徳に与る生き方は、悪徳に与る生き方よりも快く、さらに他の点、すなわち美しさ、正しさ、徳、名声においてもはるかに卓越しており、その結果、そのような生き方をする者を、その反対の生き方をする者よりも、全面的にかつ完全に幸福にするのです。
καὶ τὸ μὲν προοίμιον τῶν νόμων ἐνταυθοῖ λεχθὲν τῶν λόγων τέλος ἐχέτω, μετὰ δὲ τὸ προοίμιον ἀναγκαῖόν που νόμον ἕπεσθαι, μᾶλλον δὲ τό γε ἀληθὲς νόμους πολιτείας ὑπογράφειν.
そして、法律の前説は、ここで語られたことによって終止符を打つものとしましょう。 前説の後には、当然、法律そのものが続く必要があり、むしろ真実を言うならば、国家の法律の概要を描き出すべきなのです。

語釈・文法注

  1. 733aτούτῳ... τῷ χαίρειν πλείω — 指示代名詞 τούτῳ は、関係節 ὃ πάντες ζητοῦμεν(私たちが皆求めているもの)によって先行され、その直後の名詞化された不定詞句 τῷ χαίρειν πλείω, ἐλάττω δὲ λυπεῖσθαι(より多く喜び、より少なく苦しむこと)と同格関係にある。これらはともに手段または尊敬・限定の与格として、動詞 κρατεῖ(勝っている)に係る。
  2. 734aὑπερβαλλούσας δὲ ἐν μὲν τῷ σώφρονι βίῳ τὰς ἡδονὰς τῶν ἀχθηδόνων — 分詞 ὑπερβαλλούσας は、先行する σώφρονα μὲν οὖν βίον と ἀκόλαστον δέ に係る。この文脈では、θήσει(規定する、仮定する)の目的格補語として機能する対格の分詞(叙述分詞)であり、「~という状態であると規定する」という意味。対格の名詞 τὰς ἡδονὰς が ὑπερβαλλούσας の主語として働き、属格 τῶν ἀχθηδόνων が比較の属格としてかかる。
  3. 734dὁ δὴ σώφρων τοῦ ἀκολάστου... νικῶσιν — 主語は単数形が並列しているが、複数の対比関係(節制と放縦、思慮と愚か、勇敢と臆病)を総括するため、主動詞 νικῶσιν は複数形となっている。文中の τῇ τῶν ἡδονῶν... ὑπερβάλλων などの与格(τῇ)は、いずれも「〜の点において」という限定、または「〜によって」という原因を表す。極めて対置関係が複雑に入り組んだ hyperbaton 的構造であり、全体の骨格は「AはBに、CはDに...勝つ」という並列比較である。

この箇所を引用する

プラトン, 法律 §5.733-5.734. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:5.733-5.734

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。