Humanitext Reader

プラトン · 法律 §5.737-5.738

市民数5040の選定と土地分配および祭祀の確立

61 / 186 箇所 · ギリシア語

要旨

アテナイ人は、国家の基礎としての公正な土地分配と、市民数を5040人とする重要性、そしてこの数字の数学的な分割の容易さについて論じ、さらに宗教的な聖域や伝統を変更することなく尊重し、市民同士の相互の信頼関係を築く重要性を説明します。

§5.737ΑΘ. σωτηρίας τε γὰρ ἀρχὴ μεγίστη πόλεως αὕτη γίγνεται, καὶ ἐπὶ ταύτης οἷον κρηπῖδος μονίμου ἐποικοδομεῖν δυνατὸν ὅντινα ἂν ὕστερον ἐποικοδομῇ τις κόσμον πολιτικὸν προσήκοντα τῇ τοιαύτῃ καταστάσει·
雅典人:なぜなら、これが国家の保存の最大の発端となるのであり、このような安定した基礎のようなものの上に、後に誰かがこのような体制にふさわしい国制の秩序を構築していくことが可能となるからです。
ταύτης δὲ σαθρᾶς οὔσης τῆς μεταβάσεως, οὐκ εὔπορος ἡ μετὰ ταῦτα πολιτικὴ πρᾶξις οὐδεμιᾷ γίγνοιτʼ ἂν πόλει.
しかし、この移行が脆いものであるなら、それ以降の政治的実践は、いかなる国家にとっても容易なものとはならないでしょう。
ἣν ἡμεῖς μέν, ὥς φαμεν, ἐκφεύγομεν·
私たちは、自分たちの言うところでは、これを免れています。
ὅμως δὲ εἰρῆσθαί γε ὀρθότερον, εἰ καὶ μὴ ἐξεφεύγομεν, ὅπῃ ποτʼ ἂν ἐποιούμεθα αὐτῆς τὴν φυγήν.
しかしそれでも、仮に免れていないとしても、それの回避をいかにして行うべきであったか、あらかじめ述べておく方がより正しいでしょう。
εἰρήσθω δή νυν ὅτι διὰ τοῦ μὴ φιλοχρηματεῖν μετὰ δίκης, ἄλλη δʼ οὐκ ἔστιν οὔτʼ εὐρεῖα οὔτε στενὴ τῆς τοιαύτης μηχανῆς διαφυγή·
今や、それは正義を伴う非金銭欲によってである、と語られるべきです。 このような方策による回避の道は、広い道も狭い道も他にはありません。
καὶ τοῦτο μὲν οἷον ἕρμα πόλεως ἡμῖν κείσθω τὰ νῦν.
そして、このことを今のところ私たちの国家のバラストとして据えておきましょう。
ἀνεγκλήτους γὰρ δεῖ τὰς οὐσίας πρὸς ἀλλήλους κατασκευάζεσθαι ἁμῶς γέ πως, ἢ μὴ προϊέναι πρότερον εἰς τοὔμπροσθεν ἑκόντα εἶναι τῆς ἄλλης κατασκευῆς οἷς ᾖ παλαιὰ ἐγκλήματα πρὸς ἀλλήλους, ὅσοις νοῦ καὶ σμικρὸν μετῇ·
というのも、何らかの方法で財産を互いに非難の余地のないものとして構成すべきであり、そうでなければ、互いに古い不満を抱えている者たちは、少しでも分別があるなら、他の構成へと進んでそれ以上前進すべきではないからです。
οἷς δέ, ὡς ἡμῖν νῦν, θεὸς ἔδωκε καινήν τε πόλιν οἰκίζειν καὶ μή τινας ἔχθρας εἶναί πω πρὸς ἀλλήλους, τούτους ἔχθρας αὑτοῖς αἰτίους γενέσθαι διὰ τὴν διανομὴν τῆς γῆς τε καὶ οἰκήσεων οὐκ ἀνθρώπινος ἂν εἴη μετὰ κάκης πάσης ἀμαθία.
これに対し、今の私たちのように、神が新しい国家を創建することを与え、互いにいかなる敵意もまだ存在しない者たちにおいて、彼らが土地と住居の分配によって自ら敵意の原因を作り出すとすれば、それはあらゆる卑劣さを伴う、人間とは思えないほどの無知となるでしょう。
τίς οὖν δὴ τρόπος ἂν εἴη τῆς ὀρθῆς διανομῆς;
では、正しい分配とはどのような方法でしょうか。
πρῶτον μὲν τὸν αὐτῶν ὄγκον τοῦ ἀριθμοῦ δεῖ τάξασθαι, πόσον εἶναι χρεών·
まず、市民の数の総量を、どれほどであるべきか定める必要があります。
μετὰ δὲ τοῦτο τὴν διανομὴν τῶν πολιτῶν, καθʼ ὁπόσα μέρη πλήθει καὶ ὁπηλίκα διαιρετέον αὐτούς, ἀνομολογητέον·
その後に、市民の区分について、数においていくつの部分に、またどれほどの大きさに彼らを分割すべきか、合意せねばなりません。
ἐπὶ δὲ ταῦτα τήν τε γῆν καὶ τὰς οἰκήσεις ὅτι μάλιστα ἴσας ἐπινεμητέον.
その上で、土地と住居をできる限り均等に分配せねばなりません。
ὄγκος δὴ πλήθους ἱκανὸς οὐκ ἄλλως ὀρθῶς γίγνοιτʼ ἂν λεχθεὶς ἢ πρὸς τὴν γῆν καὶ πρὸς τὰς τῶν πλησιοχώρων πόλεις·
人口の十分な規模は、土地に対して、また近隣の国家に対して考慮されることなしには、正しく語られ得ません。
γῆ μὲν ὁπόση πόσους σώφρονας ὄντας ἱκανὴ τρέφειν, πλείονος δὲ οὐδὲν προσδεῖ, πλήθους δέ, ὁπόσοι τοὺς προσχώρους ἀδικοῦντάς τε αὐτοὺς ἀμύνασθαι δυνατοὶ καὶ γείτοσιν ἑαυτῶν ἀδικουμένοις βοηθῆσαι μὴ παντάπασιν ἀπόρως δύναιντʼ ἄν.
すなわち、土地については、どれほどの広さが、どれほど多くの節度ある人々を養うのに十分であるか(それ以上のものは何も必要ありません)、また人口については、隣人たちが自分たちに不正を働くときにこれを防ぎ、隣人が不正を受けているときに、まったく不可能というわけではなく自らこれを援助できるだけの数であるべきです。
ταῦτα δέ, ἰδόντες τὴν χώραν καὶ τοὺς γείτονας, ὁριούμεθα ἔργῳ καὶ λόγοις·
これらのことは、国土と隣人たちを見た上で、実際の行動と言論によって規定することにしましょう。
νῦν δὲ σχήματος ἕνεκα καὶ ὑπογραφῆς, ἵνα περαίνηται, πρὸς τὴν νομοθεσίαν ὁ λόγος ἴτω.
しかし今は、議論を進めるために、型と素描のために、立法へと議論を進めましょう。
πεντάκις μὲν χίλιοι ἔστωσαν καὶ τετταράκοντα, ἀριθμοῦ τινος ἕνεκα προσήκοντος, γεωμόροι τε καὶ ἀμυνοῦντες τῇ νομῇ· γῆ δὲ καὶ οἰκήσεις ὡσαύτως τὰ αὐτὰ μέρη διανεμηθήτων, γενόμενα ἀνὴρ καὶ κλῆρος συννομή.
土地の所有者であり、分配地を守る者たちは、あるふさわしい数のために、5040人とし、土地と住居も同様に同数に分配され、一人の男と一つの区画が共同で配分されるものとしましょう。
δύο μὲν δὴ μέρη τοῦ παντὸς ἀριθμοῦ τὸ πρῶτον νεμηθήτω, μετὰ δὲ ταῦτα τρία τὸν αὐτόν·
さて、全体の数の2つの部分はまず分割可能であり、その後に3つの部分も同様です。
πέφυκε γὰρ καὶ τέτταρα καὶ πέντε καὶ μέχρι τῶν δέκα ἐφεξῆς.
実際、それは4つでも5つでも、順に10に達するまで分割可能な性質を持っています。
§5.738ΑΘ. δεῖ δὴ περὶ ἀριθμῶν τό γε τοσοῦτον πάντα ἄνδρα νομοθετοῦντα νενοηκέναι, τίς ἀριθμὸς καὶ ποῖος πάσαις πόλεσιν χρησιμώτατος ἂν εἴη.
雅典人:およそ立法を行うすべての者は、数について、少なくともどのような数が、またいかなる性質の数がすべての国家にとって最も有用であるかを考えておかねばなりません。
λέγωμεν δὴ τὸν πλείστας καὶ ἐφεξῆς μάλιστα διανομὰς ἐν αὑτῷ κεκτημένον.
そこで、自分の中に最も多くの、かつ最も連続した分割を含んでいる数のことを語ることにしましょう。
ὁ μὲν δὴ πᾶς εἰς πάντα πάσας τομὰς εἴληχεν·
あらゆる数は、あらゆる分割において、あらゆる分割を割り当てられています。
ὁ δὲ τῶν τετταράκοντα καὶ πεντακισχιλίων εἴς τε πόλεμον καὶ ὅσα κατʼ εἰρήνην πρὸς ἅπαντα τὰ συμβόλαια καὶ κοινωνήματα, εἰσφορῶν τε πέρι καὶ διανομῶν, οὐ πλείους μιᾶς δεουσῶν ἑξήκοντα δύναιτʼ ἂν τέμνεσθαι τομῶν, συνεχεῖς δὲ ἀπὸ μιᾶς μέχρι τῶν δέκα.
しかし、5040という数は、戦争に関しても、平和時におけるあらゆる契約や共同関係、また納税や分配に関しても、1つ欠けた60を超えない数の分割によって分割されることができ、しかも1から 10までは連続して分割できます。
ταῦτα μὲν οὖν δὴ καὶ κατὰ σχολὴν δεῖ βεβαίως λαβεῖν, οἷς ἂν ὁ νόμος προστάττῃ λαμβάνειν·
これらのことは、法律が把握することを命じる者たちが、余暇の間に確実に把握せねばなりません。
ἔχει γὰρ οὖν οὐκ ἄλλως ἢ ταύτῃ, δεῖ δὲ αὐτὰ ῥηθῆναι τῶνδε ἕνεκα κατοικίζοντι πόλιν.
実際、これらはこれ以外のようにはになっておらず、国家を創建する者にとって、これらは以下のことのために語られねばならないのです。
οὔτʼ ἂν καινὴν ἐξ ἀρχῆς τις ποιῇ οὔτʼ ἂν παλαιὰν διεφθαρμένην ἐπισκευάζηται, περὶ θεῶν γε καὶ ἱερῶν, ἅττα τε ἐν τῇ πόλει ἑκάστοις ἱδρῦσθαι δεῖ καὶ ὧντινων ἐπονομάζεσθαι θεῶν ἢ δαιμόνων, οὐδεὶς ἐπιχειρήσει κινεῖν νοῦν ἔχων ὅσα ἐκ Δελφῶν ἢ Δωδώνης ἢ παρʼ Ἄμμωνος ἤ τινες ἔπεισαν παλαιοὶ λόγοι ὁπῃδή τινας πείσαντες, φασμάτων γενομένων ἢ ἐπιπνοίας λεχθείσης θεῶν, πείσαντες δὲ θυσίας τελεταῖς συμμείκτους κατεστήσαντο εἴτε αὐτόθεν ἐπιχωρίους εἴτʼ οὖν Τυρρηνικὰς εἴτε Κυπρίας εἴτε ἄλλοθεν ὁθενοῦν, καθιέρωσαν δὲ τοῖς τοιούτοις λόγοις φήμας τε καὶ ἀγάλματα καὶ βωμοὺς καὶ ναούς, τεμένη τε τούτων ἑκάστοις ἐτεμένισαν·
すなわち、新たに最初から国家を創る場合であれ、荒廃した古い国家を修復する場合であれ、神々や神殿に関すること、すなわち国家においてそれぞれの部分にどのようなものを設置すべきであり、どのような神々や精霊の名を付すべきかについては、分別のある者なら誰も、デルフォイやドードーナやアモンから、あるいは何らかの形で人々を説得した古い言葉が(神々の顕現や、神々の啓示と言われるものが生じたことによって人々を説得し、秘儀と交じり合った犠牲祭を、地元のものとしてであれ、テュレーニアやキプロスのものとしてであれ、あるいは他のいかなる場所からのものとしてであれ制定し、そのような言葉によって神託や彫像や祭壇や神殿を聖別し、これらのそれぞれに聖域を区画したのであるが)、これらを変更しようとは試みないでしょう。
τούτων νομοθέτῃ τὸ σμικρότατον ἁπάντων οὐδὲν κινητέον, τοῖς δὲ μέρεσιν ἑκάστοις θεὸν ἢ δαίμονα ἢ καί τινα ἥρωα ἀποδοτέον, ἐν δὲ τῇ τῆς γῆς διανομῇ πρώτοις ἐξαίρετα τεμένη τε καὶ πάντα τὰ προσήκοντα ἀποδοτέον, ὅπως ἂν σύλλογοι ἑκάστων τῶν μερῶν κατὰ χρόνους γιγνόμενοι τοὺς προσταχθέντας εἴς τε τὰς χρείας ἑκάστας εὐμάρειαν παρασκευάζωσι καὶ φιλοφρονῶνταί τε ἀλλήλους μετὰ θυσιῶν καὶ οἰκειῶνται καὶ γνωρίζωσιν, οὗ μεῖζον οὐδὲν πόλει ἀγαθὸν ἢ γνωρίμους αὐτοὺς αὑτοῖς εἶναι.
これらについて、立法者は何一つ、いかに小さなことであっても変更してはなりません。 むしろ、それぞれの部分に神、精霊、あるいは何らかの英雄を割り当てねばならず、土地の分配においては、まず彼らに選ばれた聖域と、すべてのふさわしいものを割り当てねばなりません。 それは、各部分の集会が、定められた時期に催されることによって、それぞれの必要に応える準備をし、犠牲祭を伴って互いに親交を結び、親しくなり、互いを知り合うようになるためです。 互いを知り合っていること以上に、国家にとって大きな善いことはありません。
ὅπου γὰρ μὴ φῶς ἀλλήλοις ἐστὶν ἀλλήλων ἐν τοῖς τρόποις ἀλλὰ σκότος, οὔτʼ ἂν τιμῆς τῆς ἀξίας οὔτʼ ἀρχῶν οὔτε δίκης ποτέ τις ἂν τῆς προσηκούσης ὀρθῶς τυγχάνοι·
なぜなら、互いの性格において、互いに光ではなく闇があるところでは、ふさわしい名誉も、支配職も、適切な裁判も、誰も正しく得ることができないからです。
δεῖ δὴ πάντα ἄνδρα ἓν πρὸς ἓν τοῦτο σπεύδειν ἐν πάσαις πόλεσιν, ὅπως μήτε αὐτὸς κίβδηλός ποτε φανεῖται ὁτῳοῦν, ἁπλοῦς δὲ καὶ ἀληθὴς ἀεί, μήτε ἄλλος τοιοῦτος ὢν αὐτὸν διαπατήσει.
したがって、あらゆる者はすべての国家において、第一にこのことを努めねばなりません。 すなわち、自分自身が決して誰に対しても偽りであると見なされず、常に純朴で誠実であること、また他の者がそのような者であって自分を欺くことがないようにすることです。

語釈・文法注

  1. 737bἑκόντα εἶναι — 「自発的に、好んで」を意味する慣用表現で、主に否定文または条件を伴う文において不定詞 εἶναι が絶対用法(絶対不定詞)として副詞的に用いられたものである。ここでは「不満(債務トラブル等)を抱える者たちが、好んで(自ら進んで)それ以上の構築を進めるべきではない」という、否定のニュアンスを含む勧告を表している。
  2. 737bοἷς δέ, ὡς ἡμῖν νῦν, θεὸς ἔδωκε καινήν τε πόλιν οἰκίζειν... τούτους ἔχθρας αὑτοῖς αἰτίους γενέσθαι... οὐκ ἀνθρώπινος ἂν εἴη μετὰ κάκης πάσης ἀμαθία. — 関係代名詞与格 οἷς から始まる関係節が、主句の不定詞の意味上の主語である対格指示代名詞 τούτους によって先取り・再受されている構文。全体として [τούτους ... γενέσθαι](彼らが自ら敵意の原因となること)という不定詞句が主語(あるいは同格)であり、ἂν εἴη οὐκ ἀνθρώπινος ἀμαθία(人間とは思えないほどの無知となるだろう)が述語部を構成する、長大で非人称的な構造になっている。
  3. 738bὅσα ἐκ Δελφῶν... οὐδεὶς ἐπιχειρήσει κινεῖν νοῦν ἔχων — κινεῖν の目的語となる ὅσα(〜な限りのあらゆるもの)から始まる関係節が、738c にわたる複数の挿入(分詞句や歴史的背景の説明)によって極めて長く引き伸ばされている。動詞 κινεῖν は 738c の末尾近くまで保留され、さらに 738d 冒頭の「これらについて(τούτων)立法者は何一つ変更してはならない」という文に、論理的および構文的に回収される倒置・挿入(Hyperbaton/Anacoluthon)構造である。

この箇所を引用する

プラトン, 法律 §5.737-5.738. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:5.737-5.738

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。