§5.733ΑΘ. δεῖ δὴ τὸν κάλλιστον βίον ἐπαινεῖν, μὴ μόνον ὅτι τῷ σχήματι κρατεῖ πρὸς εὐδοξίαν, ἀλλὰ καὶ ὡς, ἄν τις ἐθέλῃ γεύεσθαι καὶ μὴ νέος ὢν φυγὰς ἀπʼ αὐτοῦ γένηται, κρατεῖ καὶ τούτῳ ὃ πάντες ζητοῦμεν, τῷ χαίρειν πλείω, ἐλάττω δὲ λυπεῖσθαι παρὰ τὸν βίον ἅπαντα.
雅典人:确实,我们必须赞美最美好的生活,不仅因为在外表上它在名望方面胜出,而且还因为,如果有人空间去体验它,并且不在年轻时逃避它,那么在万物所求的这一件事上,即在整个人生中享受更多快乐、承受更少痛苦上,它也同样胜出。
ὡς δὲ ἔσται τοῦτο σαφές, ἂν γεύηταί τις ὀρθῶς, ἑτοίμως καὶ σφόδρα φανήσεται.
而只要一个人正确地去体验,这一切将如何变得清晰,便会立刻且极其明显地呈现出来。
ἡ δὲ ὀρθότης τίς;
那么,这种正确性是什么呢?
τοῦτο ἤδη παρὰ τοῦ λόγου χρὴ λαμβάνοντα σκοπεῖν· εἴτε οὕτως ἡμῖν κατὰ φύσιν πέφυκεν εἴτε ἄλλως παρὰ φύσιν, βίον χρὴ παρὰ βίον ἡδίω καὶ λυπηρότερον ὧδε σκοπεῖν.
我们应当从言论中把握这一点并加以考察:不论我们的天性生来就是如此,还是相反地背离天性,我们都应当通过将一种生活与另一种生活进行对比,按如下方式考察哪种更快乐、哪种更痛苦。
ἡδονὴν βουλόμεθα ἡμῖν εἶναι, λύπην δὲ οὔθʼ αἱρούμεθα οὔτε βουλόμεθα, τὸ δὲ μηδέτερον ἀντὶ μὲν ἡδονῆς οὐ βουλόμεθα, λύπης δὲ ἀλλάττεσθαι βουλόμεθα· λύπην δʼ ἐλάττω μετὰ μείζονος ἡδονῆς βουλόμεθα, ἡδονὴν δʼ ἐλάττω μετὰ μείζονος λύπης οὐ βουλόμεθα, ἴσα δὲ ἀντὶ ἴσων ἑκάτερα τούτων οὐχ ὡς βουλόμεθα ἔχοιμεν ἂν διασαφεῖν.
我们希望自己拥有快乐,至于痛苦,我们既不选择也不希望拥有;而对于这两者都不是的中性状态,我们不希望用它来代替快乐,却希望用它来交换痛苦;我们希望在拥有更大快乐的前提下承受较小的痛苦,却不希望在承受更大痛苦的前提下享受较小的快乐;而如果这两者在等量的情况下相互交换,我们则无法说这是我们所希望的。
ταῦτα δὲ πάντα ἐστὶν πλήθει καὶ μεγέθει καὶ σφοδρότησιν ἰσότησίν τε, καὶ ὅσα ἐναντία ἐστὶν πᾶσι τοῖς τοιούτοις πρὸς βούλησιν, διαφέροντά τε καὶ μηδὲν διαφέροντα πρὸς αἵρεσιν ἑκάστων.
所有这些都在数量、大小、强度和等量上存在,而与所有这些特性相反的东西,对我们的意愿产生作用,对于每一个选择来说,它们要么产生差异,要么毫无差异。
οὕτω δὴ τούτων ἐξ ἀνάγκης διακεκοσμημένων, ἐν ᾧ μὲν βίῳ ἔνεστι πολλὰ ἑκάτερα καὶ μεγάλα καὶ σφοδρά, ὑπερβάλλει δὲ τὰ τῶν ἡδονῶν, βουλόμεθα, ἐν ᾧ δὲ τὰ ἐναντία, οὐ βουλόμεθα· καὶ αὖ ἐν ᾧ ὀλίγα ἑκάτερα καὶ σμικρὰ καὶ ἠρεμαῖα, ὑπερβάλλει δὲ τὰ λυπηρά, οὐ βουλόμεθα, ἐν ᾧ δὲ τἀναντία, βουλόμεθα.
既然这些事情必然是如此安排的,那么在两方面都多、大且强烈的生命中,如果快乐占了上风,我们就希望过这种生活,而如果相反,我们就不希望;同样,在两方面都少、小且温和的生命中,如果痛苦占了上风,我们就不希望,而如果相反,我们就希望。
ἐν ᾧ δʼ αὖ βίῳ ἰσορροπεῖ, καθάπερ ἐν τοῖς πρόσθεν δεῖ διανοεῖσθαι· τὸν ἰσόρροπον βίον ὡς τῶν μὲν ὑπερβαλλόντων τῷ φίλῳ ἡμῖν βουλόμεθα, τῶν δʼ αὖ τοῖς ἐχθροῖς οὐ βουλόμεθα.
至于在这两者处于均衡状态的生活中,我们应当像前面所说的那样去思考:如果超出均衡的部分是对我们友好的,我们就希望过这种均衡的生活;相反,如果对我们的敌人友好,我们就不希望。
πάντας δὴ δεῖ διανοεῖσθαι τοὺς βίους ἡμῶν ὡς ἐν τούτοις ἐνδεδεμένοι πεφύκασιν, καὶ δεῖ διανοεῖσθαι ποίους φύσει βουλόμεθα· εἰ δέ τι παρὰ ταῦτα ἄρα φαμὲν βούλεσθαι, διά τινα ἄγνοιαν καὶ ἀπειρίαν τῶν ὄντων βίων αὐτὰ λέγομεν.
的确,我们必须认为我们所有的生活方式在天性上都被束缚于这些事物之中,并且必须思考我们在天性上希望过怎样的生活;如果我们声称自己希望得到这些之外的任何东西,那只是由于对现实中各种生活的某种无知和缺乏经验才这样说的。
τίνες δὴ καὶ πόσοι εἰσὶ βίοι, ὧν πέρι δεῖ προελόμενον τὸ βούλητόν τε καὶ ἀκούσιον ἰδόντα εἰς νόμον ἑαυτῷ ταξάμενον, τὸ φίλον ἅμα καὶ ἡδὺ καὶ ἄριστόν τε καὶ κάλλιστον ἑλόμενον, ζῆν ὡς οἷόν τʼ ἐστὶν ἄνθρωπον μακαριώτατα;
那么,在看清什么是自愿的、什么是违背意愿的之后,并将其确立为自己的法则,选择那既亲近、又愉快、且最优秀、最美好的生活,以便作为一个人类能够尽可能最幸福地生活,我们究竟需要在哪几种、以及多少种生活方式中做出抉择呢?
λέγωμεν δὴ σώφρονα βίον ἕνα εἶναι καὶ φρόνιμον ἕνα καὶ ἕνα τὸν ἀνδρεῖον, καὶ τὸν ὑγιεινὸν βίον ἕνα ταξώμεθα·
让我们说:节制的生活是一种,明智的生活是一种,勇敢的生活是一种,此外我们再列入健康的生活作为一种。
§5.734ΑΘ. καὶ τούτοις οὖσιν τέτταρσιν ἐναντίους ἄλλους τέτταρας, ἄφρονα, δειλόν, ἀκόλαστον, νοσώδη.
雅典人:与这四种生活相对立的还有另外四种,即愚蠢的、懦弱的、放纵的、多病的生活。
σώφρονα μὲν οὖν βίον ὁ γιγνώσκων θήσει πρᾷον ἐπὶ πάντα, καὶ ἠρεμαίας μὲν λύπας, ἠρεμαίας δὲ ἡδονάς, μαλακὰς δὲ ἐπιθυμίας καὶ ἔρωτας οὐκ ἐμμανεῖς παρεχόμενον, ἀκόλαστον δέ, ὀξὺν ἐπὶ πάντα, καὶ σφοδρὰς μὲν λύπας, σφοδρὰς δὲ ἡδονάς, συντόνους δὲ καὶ οἰστρώδεις ἐπιθυμίας τε καὶ ἔρωτας ὡς οἷόν τε ἐμμανεστάτους παρεχόμενον, ὑπερβαλλούσας δὲ ἐν μὲν τῷ σώφρονι βίῳ τὰς ἡδονὰς τῶν ἀχθηδόνων, ἐν δὲ τῷ ἀκολάστῳ τὰς λύπας τῶν ἡδονῶν μεγέθει καὶ πλήθει καὶ πυκνότησιν.
因此,明白事理的人会把节制的生活判定为在一切事上都是温和的,带来温和的痛苦与温和的快乐、柔和的欲望以及不至于疯狂的爱情;而放纵的生活则在一切事上都是剧烈的,带来强烈的痛苦与强烈的快乐、紧张而狂热的欲望,以及尽可能近乎疯狂的爱情,并且在节制的生活中,快乐在大小、数量和频率上都超过了痛苦,而在放纵的生活中,则是痛苦超过了快乐。
ὅθεν ὁ μὲν ἡδίων ἡμῖν τῶν βίων, ὁ δὲ λυπηρότερος ἐξ ἀνάγκης συμβαίνει κατὰ φύσιν γίγνεσθαι, καὶ τόν γε βουλόμενον ἡδέως ζῆν οὐκέτι παρείκει ἑκόντα γε ἀκολάστως ζῆν, ἀλλʼ ἤδη δῆλον ὡς, εἰ τὸ νῦν λεγόμενον ὀρθόν, πᾶς ἐξ ἀνάγκης ἄκων ἐστὶν ἀκόλαστος·
因此,这些生活方式中,其中一种对我们来说必然在天性上变得更愉快,而另一种则更痛苦;而对于任何想要愉快生活的人来说,自愿过放纵的生活是不再被允许的。
ἢ γὰρ διʼ ἀμαθίαν ἢ διʼ ἀκράτειαν ἢ διʼ ἀμφότερα, τοῦ σωφρονεῖν ἐνδεὴς ὢν ζῇ ὁ πᾶς ἀνθρώπινος ὄχλος.
相反,现在很明显,如果刚才所说的是正确的,那么每个人必然都是违背意愿地放纵的;因为或是由于无知,或是由于缺乏自制,或是由于两者兼有,整个人类大众都在缺乏节制的状态下生活。
ταὐτὰ δὲ περὶ νοσώδους τε καὶ ὑγιεινοῦ βίου διανοητέον, ὡς ἔχουσι μὲν ἡδονὰς καὶ λύπας, ὑπερβάλλουσι δὲ ἡδοναὶ μὲν λύπας ἐν ὑγιείᾳ, λῦπαι δὲ ἡδονὰς ἐν νόσοις.
关于多病的生活和健康的生活,也必须做完全相同的思考,即它们都包含着快乐和痛苦,但在健康中是快乐超过痛苦,而在疾病中则是痛苦超过快乐。
ἡμῖν δὲ ἡ βούλησις τῆς αἱρέσεως τῶν βίων οὐχ ἵνα τὸ λυπηρὸν ὑπερβάλλῃ· ὅπου δʼ ὑπερβάλλεται, τοῦτον τὸν βίον ἡδίω κεκρίκαμεν.
而我们选择生活的意愿,并不是要让痛苦占上风;凡是痛苦被克服的地方,我们就判定这种生活更愉快。
ὁ δὴ σώφρων τοῦ ἀκολάστου καὶ ὁ φρόνιμος τοῦ ἄφρονος, φαῖμεν ἄν, καὶ ὁ τῆς ἀνδρείας τοῦ τῆς δειλίας ἐλάττονα καὶ σμικρότερα καὶ μανότερα ἔχων ἀμφότερα, τῇ τῶν ἡδονῶν ἑκάτερος ἑκάτερον ὑπερβάλλων, τῇ τῆς λύπης ἐκείνων ὑπερβαλλόντων αὐτούς, ὁ μὲν ἀνδρεῖος τὸν δειλόν, ὁ δὲ φρόνιμος τὸν ἄφρονα νικῶσιν, ὥστε ἡδίους εἶναι τοὺς βίους τῶν βίων, σώφρονα καὶ ἀνδρεῖον καὶ φρόνιμον καὶ ὑγιεινὸν δειλοῦ καὶ ἄφρονος καὶ ἀκολάστου καὶ νοσώδους, καὶ συλλήβδην τὸν ἀρετῆς ἐχόμενον κατὰ σῶμα ἢ καὶ κατὰ ψυχὴν τοῦ τῆς μοχθηρίας ἐχομένου βίου ἡδίω τε εἶναι καὶ τοῖς ἄλλοις ὑπερέχειν ἐκ περιττοῦ κάλλει καὶ ὀρθότητι καὶ ἀρετῇ καὶ εὐδοξίᾳ, ὥστε τὸν ἔχοντα αὐτὸν ζῆν εὐδαιμονέστερον ἀπεργάζεσθαι τοῦ ἐναντίου τῷ παντὶ καὶ ὅλῳ.
因此,我们可以说,节制者之于放纵者,明智者之于愚蠢者,以及勇敢的生活之于懦弱的生活,由于两者都较少、较小且较稀疏,在快乐的盈余上每一方都超过了另一方,而在痛苦的盈余上则是那些对立者超过了他们——勇敢者战胜了懦弱者,明智者战胜了愚蠢者,因此这一类生活比那一类生活更愉快:即节制的、勇敢的、明智的和健康的生活,比懦弱的、愚蠢的、放纵的和多病的生活更愉快。 总而言之,依附于德性的生活,比依附于恶德的生活更愉快,并且在其他方面,如美、正确、德性和名望上,也极其多余地超越了它们,以至于它使拥有这种生活的人,比拥有相反生活的人在各方面都完全且彻底地生活得更幸福。
καὶ τὸ μὲν προοίμιον τῶν νόμων ἐνταυθοῖ λεχθὲν τῶν λόγων τέλος ἐχέτω, μετὰ δὲ τὸ προοίμιον ἀναγκαῖόν που νόμον ἕπεσθαι, μᾶλλον δὲ τό γε ἀληθὲς νόμους πολιτείας ὑπογράφειν.
至此,在这里所说的法律序言应当结束,在序言之后,理所当然应当有法律紧随其后,或者更确切地说,应当描绘出城邦法律的草图。