Humanitext Reader

プラトン · 法律 §5.731-5.732

徳の競い合いと過度の自己愛への戒め

58 / 186 箇所 · ギリシア語

要旨

アテネ人は、徳への切磋琢磨の重要性を説き、不正に対する怒りと憐れみの使い分け、そしてすべての過ちの根源としての過度な自己愛を警告し、自制と神への希望を保つよう説く。

§5.731ΑΘ. καὶ τὸν μὲν μεταδιδόντα ὡς ἀκρότατον χρὴ τιμᾶν, τὸν δʼ αὖ μὴ δυνάμενον, ἐθέλοντα δέ, ἐᾶν δεύτερον, τὸν δὲ φθονοῦντα καὶ ἑκόντα μηδενὶ κοινωνὸν διὰ φιλίας γιγνόμενον ἀγαθῶν τινων αὐτὸν μὲν ψέγειν, τὸ δὲ κτῆμα μηδὲν μᾶλλον διὰ τὸν κεκτημένον ἀτιμάζειν, ἀλλὰ κτᾶσθαι κατὰ δύναμιν.
雅典人:そして、分け与える者を最も優れた者として重んじなければならず、他方、分け与えることはできないがそう望んでいる者は、第二のものとしてそのままにしておき、しかし、嫉妬深く、故意に誰とも友情を通じていかなる善いものも分かち合おうとしない者は、その者自身は非難しつつも、その所有物を所有者のゆえに少しも貶めてはならず、むしろ力及ぶ限り獲得すべきです。
φιλονικείτω δὲ ἡμῖν πᾶς πρὸς ἀρετὴν ἀφθόνως.
そして、誰もが私たちのために、嫉妬することなく徳に向かって競い合うように。
ὁ μὲν γὰρ τοιοῦτος τὰς πόλεις αὔξει, ἁμιλλώμενος μὲν αὐτός, τοὺς ἄλλους δὲ οὐ κολούων διαβολαῖς·
なぜなら、そのような者は自ら競い合いはするものの、中傷によって他者を妨げることをしないので、国家を発展させるからです。
ὁ δὲ φθονερός, τῇ τῶν ἄλλων διαβολῇ δεῖν οἰόμενος ὑπερέχειν, αὐτός τε ἧττον συντείνει πρὸς ἀρετὴν τὴν ἀληθῆ, τούς τε ἀνθαμιλλωμένους εἰς ἀθυμίαν καθίστησι τῷ ἀδίκως ψέγεσθαι, καὶ διὰ ταῦτα ἀγύμναστον τὴν πόλιν ὅλην εἰς ἅμιλλαν ἀρετῆς ποιῶν, σμικροτέραν αὐτὴν πρὸς εὐδοξίαν τὸ ἑαυτοῦ μέρος ἀπεργάζεται.
これに対して、嫉妬深い者は、他者を中傷することによって自分が卓越せねばならないと考え、自ら真の徳へと向かう努力を怠るだけでなく、共に競い合う者たちを不当な非難によって意気消沈させ、これらを通じて、国家全体を徳の競争において鍛えられないものとし、名声に関して、国家を自分の力の及ぶ限り小さくしてしまうのです。
θυμοειδῆ μὲν δὴ χρὴ πάντα ἄνδρα εἶναι, πρᾷον δὲ ὡς ὅτι μάλιστα.
さて、すべての男は情熱的でなければならず、同時にできる限り温和でなければなりません。
τὰ γὰρ τῶν ἄλλων χαλεπὰ καὶ δυσίατα ἢ καὶ τὸ παράπαν ἀνίατα ἀδικήματα οὐκ ἔστιν ἄλλως ἐκφυγεῖν ἢ μαχόμενον καὶ ἀμυνόμενον νικῶντα καὶ τῷ μηδὲν ἀνιέναι κολάζοντα, τοῦτο δὲ ἄνευ θυμοῦ γενναίου ψυχὴ πᾶσα ἀδύνατος δρᾶν.
なぜなら、他者の犯す、困難で治療しがたい、あるいは全く治療不可能な不正行為から逃れる方法は、戦い、防衛し、勝利し、決して容赦なく罰すること以外にないからであり、高貴な情熱なしには、いかなる魂もこれを行うことはできないからです。
τὰ δʼ αὖ τῶν ὅσοι ἀδικοῦσιν μέν, ἰατὰ δέ, γιγνώσκειν χρὴ πρῶτον μὲν ὅτι πᾶς ὁ ἄδικος οὐχ ἑκὼν ἄδικος·
他方、不正を行う者のうち、治療可能な不正については、まず第一に、すべての不正を行う者は故意に不正を行っているのではないということを知らねばなりません。
τῶν γὰρ μεγίστων κακῶν οὐδεὶς οὐδαμοῦ οὐδὲν ἑκὼν κεκτῇτο ἄν ποτε, πολὺ δὲ ἥκιστα ἐν τοῖς τῶν ἑαυτοῦ τιμιωτάτοις.
なぜなら、最大の悪については、いかなる場所でも、誰も決して故意にそれを所有することはないからであり、自分自身の最も尊いものの内においては、なおさらそうだからです。
ψυχὴ δʼ, ὡς εἴπομεν, ἀληθείᾳ γέ ἐστιν πᾶσιν τιμιώτατον·
魂は、私たちが言ったように、真実、すべての人にとって最も尊いものです。
ἐν οὖν τῷ τιμιωτάτῳ τὸ μέγιστον κακὸν οὐδεὶς ἑκὼν μή ποτε λάβῃ καὶ ζῇ διὰ βίου κεκτημένος αὐτό.
それゆえ、その最も尊いものの内に、最大の悪を誰も故意に受け入れることは決してなく、それを持ったまま生涯を送ることもありません。
ἀλλὰ ἐλεεινὸς μὲν πάντως ὅ γε ἄδικος καὶ ὁ τὰ κακὰ ἔχων, ἐλεεῖν δὲ τὸν μὲν ἰάσιμα ἔχοντα ἐγχωρεῖ καὶ ἀνείργοντα τὸν θυμὸν πραΰνειν καὶ μὴ ἀκραχολοῦντα γυναικείως πικραινόμενον διατελεῖν, τῷ δʼ ἀκράτως καὶ ἀπαραμυθήτως πλημμελεῖ καὶ κακῷ ἐφιέναι δεῖ τὴν ὀργήν·
しかし、不正を行う者や悪を抱える者は、どのみち憐れむべきですが、治療可能な悪を抱える者を憐れみ、怒りを抑えて温和にし、女性のように短気になって恨みを抱き続けないようにすることは可能ですが、極端に、かつ救いようもなく過ちを犯す者や邪悪な者に対しては、怒りを解き放つべきです。
διὸ δὴ θυμοειδῆ πρέπειν καὶ πρᾷόν φαμεν ἑκάστοτε εἶναι δεῖν τὸν ἀγαθόν.
それゆえにこそ、私たちは、善い男は常に情熱的であり、かつ温和であるべきだと言うのです。
πάντων δὲ μέγιστον κακῶν ἀνθρώποις τοῖς πολλοῖς ἔμφυτον ἐν ταῖς ψυχαῖς ἐστιν, οὗ πᾶς αὑτῷ συγγνώμην ἔχων ἀποφυγὴν οὐδεμίαν μηχανᾶται·
しかし、多くの人々にとって、あらゆる悪の中で最大のものが魂の内に生まれつき備わっており、誰もが自分を許すことで、それから逃れる方策を全く立てようとしません。
τοῦτο δʼ ἔστιν ὃ λέγουσιν ὡς φίλος αὑτῷ πᾶς ἄνθρωπος φύσει τέ ἐστιν καὶ ὀρθῶς ἔχει τὸ δεῖν εἶναι τοιοῦτον.
それは、人々が『すべての人間は本性上自分自身の友人であり、そうあるべきなのは正しいことだ』と言うところのものです。
τὸ δὲ ἀληθείᾳ γε πάντων ἁμαρτημάτων διὰ τὴν σφόδρα ἑαυτοῦ φιλίαν αἴτιον ἑκάστῳ γίγνεται ἑκάστοτε.
しかし、実際には、自分自身に対する度を超した愛こそが、各人にとって常にすべての過ちの原因となるのです。
§5.732ΑΘ. τυφλοῦται γὰρ περὶ τὸ φιλούμενον ὁ φιλῶν, ὥστε τὰ δίκαια καὶ τὰ ἀγαθὰ καὶ τὰ καλὰ κακῶς κρίνει, τὸ αὑτοῦ πρὸ τοῦ ἀληθοῦς ἀεὶ τιμᾶν δεῖν ἡγούμενος·
雅典人:なぜなら、愛する者は愛されるものに関して盲目になるので、正しいこと、善いこと、美しいことを誤って判断し、真実よりも、自分のものを常に重んじるべきだと考えるからです。
οὔτε γὰρ ἑαυτὸν οὔτε τὰ ἑαυτοῦ χρὴ τόν γε μέγαν ἄνδρα ἐσόμενον στέργειν, ἀλλὰ τὰ δίκαια, ἐάντε παρʼ αὑτῷ ἐάντε παρʼ ἄλλῳ μᾶλλον πραττόμενα τυγχάνῃ.
なぜなら、偉大な男になろうとする者は、自分自身をも自分のものをも愛してはならず、ただ正しいことを、それが自分においてなされようと、あるいは他者においてなされようと、愛さねばならないからです。
ἐκ ταὐτοῦ δὲ ἁμαρτήματος τούτου καὶ τὸ τὴν ἀμαθίαν τὴν παρʼ αὑτῷ δοκεῖν σοφίαν εἶναι γέγονε πᾶσιν·
そして、この同じ過ちから、自分の中にある無知を智恵であると思い込むことがすべての人に生じます。
ὅθεν οὐκ εἰδότες ὡς ἔπος εἰπεῖν οὐδέν, οἰόμεθα τὰ πάντα εἰδέναι, οὐκ ἐπιτρέποντες δὲ ἄλλοις ἃ μὴ ἐπιστάμεθα πράττειν, ἀναγκαζόμεθα ἁμαρτάνειν αὐτοὶ πράττοντες.
そのため、私たちは言うなれば何も知らないのに、すべてを知っていると思い込み、自分が知らないことを他人に任せて行わせようとしないために、自らそれを行って過ちを犯すことを余儀なくされるのです。
διὸ πάντα ἄνθρωπον χρὴ φεύγειν τὸ σφόδρα φιλεῖν αὑτόν, τὸν δʼ ἑαυτοῦ βελτίω διώκειν ἀεί, μηδεμίαν αἰσχύνην ἐπὶ τῷ τοιούτῳ πρόσθεν ποιούμενον.
それゆえ、すべての人間は自分自身を過度に愛することを避け、常に自分より優れた者を追い求め、そのようなことに対して決して恥ずかしがってはなりません。
ἃ δὲ σμικρότερα μὲν τούτων καὶ λεγόμενα πολλάκις ἐστίν, χρήσιμα δὲ τούτων οὐχ ἧττον, χρὴ λέγειν ἑαυτὸν ἀναμιμνῄσκοντα·
他方、これらよりも些細なことであり、しばしば語られることではあるが、これらに劣らず有益な事柄については、自分自身に思い起こさせながら語らねばなりません。
ὥσπερ γάρ τινος ἀπορρέοντος ἀεὶ δεῖ τοὐναντίον ἐπιρρεῖν, ἀνάμνησις δʼ ἐστὶν ἐπιρροὴ φρονήσεως ἀπολειπούσης.
なぜなら、何かが常に流れ出していくのに対して、逆のものが流れ込まねばならないからであり、想起とは、失われゆく思慮が流れ込むことだからです。
διὸ δὴ γελώτων τε εἴργεσθαι χρὴ τῶν ἐξαισίων καὶ δακρύων, παραγγέλλειν δὲ παντὶ πάντʼ ἄνδρα, καὶ ὅλην περιχάρειαν πᾶσαν ἀποκρυπτόμενον καὶ περιωδυνίαν εὐσχημονεῖν πειρᾶσθαι, κατά τε εὐπραγίας ἱσταμένου τοῦ δαίμονος ἑκάστου, καὶ κατὰ τύχας οἷον πρὸς ὑψηλὰ καὶ ἀνάντη δαιμόνων ἀνθισταμένων τισὶν πράξεσιν, ἐλπίζειν δʼ ἀεὶ τοῖς γε ἀγαθοῖσι τὸν θεὸν ἃ δωρεῖται πόνων μὲν ἐπιπιπτόντων ἀντὶ μειζόνων ἐλάττους ποιήσειν τῶν τʼ αὖ νῦν παρόντων ἐπὶ τὸ βέλτιον μεταβολάς, περὶ δὲ τὰ ἀγαθὰ τὰ ἐναντία τούτων ἀεὶ πάντʼ αὐτοῖς παραγενήσεσθαι μετʼ ἀγαθῆς τύχης.
それゆえにこそ、過度な笑いや涙を慎まねばならず、すべての人がすべての人に対してこれを命じ、極度な歓喜も極度な苦痛もすべて隠して、品位を保つよう努めねばなりません。 各人の守護神が順境に立たせているときも、また守護神たちが、ある行動に対して険しく困難な障壁となるかのような不運をもたらしているときも、神が善い人々に与える賜物について、苦難が降りかかる際には、大きな苦難の代わりにそれを小さなものにしてくれること、また現在ある苦難についてもより良い方向へ変化させてくれること、さらに善いものについては、これらと反対のことが常に幸運とともに彼らにすべて訪れるであろうと、常に希望を持つべきです。
ταύταις δὴ ταῖς ἐλπίσιν ἕκαστον χρὴ ζῆν καὶ ταῖς ὑπομνήσεσι πάντων τῶν τοιούτων, μηδὲν φειδόμενον, ἀλλʼ ἀεὶ κατά τε παιδιὰς καὶ σπουδὰς ἀναμιμνῄσκοντα ἕτερόν τε καὶ ἑαυτὸν σαφῶς.
実に、このような希望と、このようなすべての事柄の想起を抱いて、各人は惜しむことなく生きるべきであり、遊びのときも真剣なときも、常に他者にも自分自身にも明瞭に思い起こさせるべきです。
νῦν οὖν δὴ περὶ μὲν ἐπιτηδευμάτων, οἷα χρὴ ἐπιτηδεύειν, καὶ περὶ αὐτοῦ ἑκάστου, ποῖόν τινα χρεὼν εἶναι, λέλεκται σχεδὸν ὅσα θεῖά ἐστι, τὰ δὲ ἀνθρώπινα νῦν ἡμῖν οὐκ εἴρηται, δεῖ δέ·
さて、どのような営みを営むべきか、また各人自身がどのような人物であるべきかについて、神聖な事柄についてはほぼすべて語られました。 しかし、人間的な事柄については、今まだ語られておらず、それを語らねばなりません。
ἀνθρώποις γὰρ διαλεγόμεθα ἀλλʼ οὐ θεοῖς.
なぜなら、私たちは人間と対話しているのであって、神々とではないからです。
ἔστιν δὴ φύσει ἀνθρώπειον μάλιστα ἡδοναὶ καὶ λῦπαι καὶ ἐπιθυμίαι, ἐξ ὧν ἀνάγκη τὸ θνητὸν πᾶν ζῷον ἀτεχνῶς οἷον ἐξηρτῆσθαί τε καὶ ἐκκρεμάμενον εἶναι σπουδαῖς ταῖς μεγίσταις·
実に、人間の本性に最も深く根ざしているのは、快楽と苦痛と欲望であり、それらからすべての死すべき生類は、文字通り完全にぶら下がり、最大の熱意をもって依存せざるを得ないのです。

語釈・文法注

  1. 731aτὸν μὲν μεταδιδόντα ... ἐᾶν δεύτερον ... ψέγειν ... ἀτιμάζειν ... κτᾶσθαι — 文頭の χρὴ「〜せねばならない」が、対比される一連の不定詞(τιμᾶν, ἐᾶν, ψέγειν, ἀτιμάζειν, κτᾶσθαι)をすべて支配している。ἐᾶν δεύτερον は「第二のものとしてそのままにしておく(=退がらせる)」の意。
  2. 731bτὰ δʼ αὖ τῶν ὅσοι ἀδικοῦσιν μέν, ἰατὰ δέ — 「〜する人々」を意味する関係節 ὅσοι... が、先行詞に相当する属格名詞句(τῶν [ἀδικημάτων])の中に引き込まれて入れ子状になっている。全体として「不正を働くが治癒可能な者たちの(不正行為)については」という意味を表す。
  3. 731cμή ποτε λάβῃ καὶ ζῇ — 接続法 λάβῃ と ζῇ は、非人称的な強い否定(οὐδείς... μή ποτε λάβῃ)あるいは将来の懸念や回避すべき事態を表現しており、「誰も故意にこれを受け入れ、あるいは生涯それを持ったまま生きるようなことが決してないように」という否定的な意志・願望を示す。

この箇所を引用する

プラトン, 法律 §5.731-5.732. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:5.731-5.732

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。