§4.710ΑΘ. τόδε·
雅典人:次のように言います。
τυραννουμένην μοι δότε τὴν πόλιν,
φήσει·
「独裁者に支配されている都市を私に与えてください」と(彼は言うでしょう)。
τύραννος δʼ ἔστω νέος καὶ μνήμων καὶ εὐμαθὴς καὶ ἀνδρεῖος καὶ μεγαλοπρεπὴς φύσει·
「そして独裁者は若く、記憶力があり、理解が早く、勇敢で、生まれつき気高い者であるように。
ὃ δὲ καὶ ἐν τοῖς πρόσθεν ἐλέγομεν δεῖν ἕπεσθαι σύμπασιν τοῖς τῆς ἀρετῆς μέρεσι, καὶ νῦν τῇ τυραννουμένῃ ψυχῇ τοῦτο συνεπέσθω, ἐὰν μέλλῃ τῶν ἄλλων ὑπαρχόντων ὄφελος εἶναί τι.
また、私たちが以前にも徳のすべての部分に伴うべきだと言ったもの、これもまた今、その独裁される魂に伴うものでありますように。 もし、他のすべての条件が存在する中で、何らかの役に立つことになるとすれば」。
ΚΛ. σωφροσύνην μοι δοκεῖ φράζειν, ὦ Μέγιλλε, δεῖν εἶναι τὴν συνεπομένην ὁ ξένος.
クレイニアス:客人よ、伴うべきなのは節制であるべきだと彼は言っているように私には思われますが、メギロスよ。
ἦ γάρ;
そうではありませんか。
ΑΘ. τὴν δημώδη γε, ὦ Κλεινία, καὶ οὐχ ἥν τις σεμνύνων ἂν λέγοι, φρόνησιν προσαναγκάζων εἶναι τὸ σωφρονεῖν, ἀλλʼ ὅπερ εὐθὺς παισὶν καὶ θηρίοις, τοῖς μὲν ἀκρατῶς ἔχειν πρὸς τὰς ἡδονάς, σύμφυτον ἐπανθεῖ, τοῖς δὲ ἐγκρατῶς·
雅典人:クレイニアスよ、大衆的な節制のことです。 誰かがおごそかに、節制することは思慮を必然的に伴うものであると主張して語るようなものではなく、むしろ、子供たちや動物たちにも生まれつき備わって現れる、ある者には快楽に対して自制を欠くようになり、またある者には自制するようになる、あの性質のことです。
ὃ καὶ μονούμενον ἔφαμεν τῶν πολλῶν ἀγαθῶν λεγομένων οὐκ ἄξιον εἶναι λόγου.
それこそが単独では、多くのいわゆる善いものの中で、語るに値しないと私たちが言ったものです。
ἔχετε γὰρ ὃ λέγω που.
私の言っていることがお分かりですね。
ΚΛ. πάνυ μὲν οὖν.
クレイニアス:全くその通りです。
ΑΘ. ταύτην τοίνυν ἡμῖν ὁ τύραννος τὴν φύσιν ἐχέτω πρὸς ἐκείναις ταῖς φύσεσιν, εἰ μέλλει πόλις ὡς δυνατόν ἐστι τάχιστα καὶ ἄριστα σχήσειν πολιτείαν ἣν λαβοῦσα εὐδαιμονέστατα διάξει.
雅典人:それなら、私たちのために、あの独裁者はそれらの性質に加えて、この性質を持っているように。 もし、都市ができる限り速くかつ最善の形で、それを手に入れることによって最も幸福に暮らすことになるような国制を確立しようとするなら。
θάττων γὰρ ταύτης καὶ ἀμείνων πολιτείας διάθεσις οὔτʼ ἔστιν οὔτʼ ἄν ποτε γένοιτο.
なぜなら、この国制の整備より、もっと速く、またより優れたものは、存在しないし、決して生じ得ないからです。
ΚΛ. πῶς δὴ καὶ τίνι λόγῳ τοῦτο, ὦ ξένε, λέγων ἄν τις ὀρθῶς λέγειν αὑτὸν πείθοι;
クレイニアス:客人よ、いったいどのようにして、またどのような議論によって、これを主張する者は、自分が正しく語っていると確信できるのでしょうか。
ΑΘ. ῥᾴδιόν που τοῦτό γε νοεῖν ἐστʼ, ὦ Κλεινία, κατὰ φύσιν ὡς ἔστι τοῦθʼ οὕτω.
雅典人:クレイニアスよ、これが自然に即してその通りであると理解することは、容易なことです。
ΚΛ. πῶς λέγεις;
クレイニアス:どのようにおっしゃるのですか。
εἰ τύραννος γένοιτο, φῄς, νέος, σώφρων, εὐμαθής, μνήμων, ἀνδρεῖος, μεγαλοπρεπής;
もし若く、節制があり、理解が早く、記憶力があり、勇敢で、気高い独裁者が現れたなら、とおっしゃるのですか。
ΑΘ. εὐτυχής, πρόσθες, μὴ κατʼ ἄλλο, ἀλλὰ τὸ γενέσθαι τε ἐπʼ αὐτοῦ νομοθέτην ἄξιον ἐπαίνου, καί τινα τύχην εἰς ταὐτὸν ἀγαγεῖν αὐτῷ·
雅典人:「幸運な(独裁者)」と付け加えなさい。 他においてではなく、彼の時代に称賛に値する立法者が生まれ、ある幸運がその立法者を彼と同じ場所に導くという点においてです。
γενομένου γὰρ τούτου, πάντα σχεδὸν ἀπείργασται τῷ θεῷ, ἅπερ ὅταν βουληθῇ διαφερόντως εὖ πρᾶξαί τινα πόλιν.
というのも、このことが生じるなら、神がある都市を格別に繁栄させようと望む時に行うべきことの、ほぼすべてが成し遂げられたことになるからです。
δεύτερον δέ, ἐάν ποτέ τινες δύο ἄρχοντες γίγνωνται τοιοῦτοι, τρίτον δʼ αὖ καὶ κατὰ λόγον ὡσαύτως χαλεπώτερον ὅσῳ πλείους, ὅσῳ δʼ ἐναντίον, ἐναντίως.
第二には、もしそのような支配者が二人現れる場合であり、第三には、同様の比率に従って、支配者が多ければ多いほどそれだけ困難になり、逆であればあるほど逆になるということです。
ΚΛ. ἐκ τυραννίδος ἀρίστην φῂς γενέσθαι πόλιν ἄν, ὡς φαίνῃ, μετὰ νομοθέτου γε ἄκρου καὶ τυράννου κοσμίου, καὶ ῥᾷστά τε καὶ τάχιστʼ ἂν μεταβαλεῖν εἰς τοῦτο ἐκ τοῦ τοιούτου, δεύτερον δὲ ἐξ ὀλιγαρχίας—ἢ πῶς λέγεις;
クレイニアス:あなたのお考えでは、優れた立法者と秩序ある独裁者が伴うならば、独裁制から最善の都市が生じ得る、そしてそのような状態からこれへと最も容易に、かつ最も速く移行するだろうとおっしゃるのですね。
—καὶ τὸ τρίτον ἐκ δημοκρατίας.
そして第二には過頭制から(あるいはどのようにおっしゃるのですか)、第三には民主制から移行する、と。
ΑΘ. οὐδαμῶς, ἀλλʼ ἐκ τυραννίδος μὲν πρῶτον, δεύτερον δὲ ἐκ βασιλικῆς πολιτείας, τρίτον δὲ ἔκ τινος δημοκρατίας.
雅典人:決してそうではありません。 むしろ、第一には独裁制から、第二には王制の国制から、第三にはある種の民主制からです。
τὸ δὲ τέταρτον, ὀλιγαρχία, τὴν τοῦ τοιούτου γένεσιν χαλεπώτατα δύναιτʼ ἂν προσδέξασθαι·
第四の過頭制は、そのようなものの誕生を最も困難にしか受け入れられません。
πλεῖστοι γὰρ ἐν αὐτῇ δυνάσται γίγνονται.
なぜなら、その中には非常に多くの権力者が存在するからです。
§4.711ΑΘ. λέγομεν δὴ ταῦτα γίγνεσθαι τότε, ὅταν ἀληθὴς μὲν νομοθέτης γένηται φύσει, κοινὴ δὲ αὐτῷ τις συμβῇ ῥώμη πρὸς τοὺς ἐν τῇ πόλει μέγιστον δυναμένους·
雅典人:私たちがこれらのことが起こると言うのは、真実の生まれながらの立法者が現れ、都市で最大の権力を持つ者たちとの間に、何か共通の強固な力が彼に生じる時です。
οὗ δʼ ἂν τοῦτο ἀριθμῷ μὲν βραχύτατον, ἰσχυρότατον δέ, καθάπερ ἐν τυραννίδι, γένηται, ταύτῃ καὶ τότε τάχος καὶ ῥᾳστώνη τῆς μεταβολῆς γίγνεσθαι φιλεῖ.
そして、これが人数において最も少なく、かつ最も強力である場所(例えば独裁制におけるように)において、まさにその時に移行の迅速さと容易さが生じるのが常なのです。
ΚΛ. πῶς;
クレイニアス:どのようにしてですか。
οὐ γὰρ μανθάνομεν.
私たちは理解できないのです。
ΑΘ. καὶ μὴν εἴρηταί γʼ ἡμῖν οὐχ ἅπαξ ἀλλʼ οἶμαι πολλάκις·
雅典人:しかし実際、これは私たちによって一度ならず、おそらく何度も語られてきました。
ὑμεῖς δὲ τάχα οὐδὲ τεθέασθε τυραννουμένην πόλιν.
しかしあなた方は、おそらく独裁者に支配された都市を見たことさえないのでしょう。
ΚΛ. οὐδέ γε ἐπιθυμητὴς ἔγωγʼ εἰμὶ τοῦ θεάματος.
クレイニアス:そして私は、そのような光景を見たいとも思いません。
ΑΘ. καὶ μὴν τοῦτό γʼ ἂν ἴδοις ἐν αὐτῇ τὸ νυνδὴ λεγόμενον.
雅典人:しかし実際、まさに今言われたことを、あなたはそのような都市の中に目にするでしょう。
ΚΛ. τὸ ποῖον;
クレイニアス:どのようなことですか。
ΑΘ. οὐδὲν δεῖ πόνων οὐδέ τινος παμπόλλου χρόνου τῷ τυράννῳ μεταβαλεῖν βουληθέντι πόλεως ἤθη, πορεύεσθαι δὲ αὐτὸν δεῖ πρῶτον ταύτῃ, ὅπῃπερ ἂν ἐθελήσῃ, ἐάντε πρὸς ἀρετῆς ἐπιτηδεύματα, προτρέπεσθαι τοὺς πολίτας, ἐάντε ἐπὶ τοὐναντίον, αὐτὸν πρῶτον πάντα ὑπογράφοντα τῷ πράττειν, τὰ μὲν ἐπαινοῦντα καὶ τιμῶντα, τὰ δʼ αὖ πρὸς ψόγον ἄγοντα, καὶ τὸν μὴ πειθόμενον ἀτιμάζοντα καθʼ ἑκάστας τῶν πράξεων.
雅典人:独裁者が都市の慣習を変更しようと望むなら、いかなる労苦も極めて長い時間も必要ありません。 むしろ、彼自身がまず、自分の望む方向に進む必要があります。 彼が市民たちを徳の修練へと促すにせよ、あるいはその逆へと促すにせよ、彼自身がまず行動によってすべてのことの模範を示し、ある行動を称賛し重んじ、また他の行動を非難へと導き、従わない者をそれぞれの行動に従って不名誉に処することによって。
ΚΛ. καὶ πῶς οἰόμεθα ταχὺ συνακολουθήσειν τοὺς ἄλλους πολίτας τῷ τὴν τοιαύτην πειθὼ καὶ ἅμα βίαν εἰληφότι;
クレイニアス:そのような説得と同時に強制力をも手に入れた者に、他の市民たちが急速に追随するだろうと、どうして考えることができるでしょうか。
ΑΘ. μηδεὶς ἡμᾶς πειθέτω, ὦ φίλοι, ἄλλῃ θᾶττον καὶ ῥᾷον μεταβάλλειν ἄν ποτε πόλιν τοὺς νόμους ἢ τῇ τῶν δυναστευόντων ἡγεμονίᾳ, μηδὲ νῦν γε ἄλλῃ γίγνεσθαι μηδʼ αὖθίς ποτε γενήσεσθαι.
雅典人:友人たちよ、支配者たちの指導によるよりも、他により迅速かつ容易に都市がその法律を変更し得るなどと、誰も私たちを説得させないように。 また、現在他の方法で起こっているわけでもなく、将来また起こることもないように。
καὶ γὰρ οὖν ἡμῖν οὐ τοῦτʼ ἐστὶν ἀδύνατον οὐδὲ χαλεπῶς ἂν γενόμενον·
というのも、実際、これは私たちにとって不可能なことでもなく、困難に生じることでもないからです。
ἀλλὰ τόδʼ ἐστὶ τὸ χαλεπὸν γενέσθαι, καὶ ὀλίγον δὴ τὸ γεγονὸς ἐν τῷ πολλῷ χρόνῳ, ὅταν δὲ συμβῇ, μυρία καὶ πάντʼ ἐν πόλει ἀγαθὰ ἀπεργάζεται, ἐν ᾗ ποτʼ ἂν ἐγγένηται.
しかし、困難なのは次のことが生じることであり、長い時間の中で生じたことは極めてまれですが、それがひとたび生じるなら、それが生まれたどの都市においても、無数の、そしてあらゆる善きものをもたらすのです。
ΚΛ. τὸ ποῖον δὴ λέγεις;
クレイニアス:それは、いったいどのようなことについて言っているのですか。
ΑΘ. ὅταν ἔρως θεῖος τῶν σωφρόνων τε καὶ δικαίων ἐπιτηδευμάτων ἐγγένηται μεγάλαις τισὶν δυναστείαις, ἢ κατὰ μοναρχίαν δυναστευούσαις ἢ κατὰ πλούτων ὑπεροχὰς διαφερούσαις ἢ γενῶν, ἢ τὴν Νέστορος ἐάν ποτέ τις ἐπανενέγκῃ φύσιν, ὃν τῇ τοῦ λέγειν ῥώμῃ φασὶ πάντων διενεγκόντα ἀνθρώπων πλέον ἔτι τῷ σωφρονεῖν διαφέρειν.
雅典人:それは、節制的で正しい修練に対する神的な愛が、何か大きな権力において生じる時です。 君主制に従って支配している権力であれ、あるいは富の卓越性や門閥によって際立っている権力であれ。 あるいは、誰かがかつてネストルの天性を再現するような場合です。 彼は語る力においてすべての人間の中で傑出していたと言われますが、節制することにおいてはそれ以上に傑出していたと。
τοῦτʼ οὖν ἐπὶ μὲν Τροίας, ὥς φασι, γέγονεν, ἐφʼ ἡμῶν δὲ οὐδαμῶς, εἰ δʼ οὖν γέγονεν ἢ καὶ γενήσεται τοιοῦτος ἢ νῦν ἡμῶν ἔστιν τις, μακαρίως μὲν αὐτὸς ζῇ, μακάριοι δὲ οἱ συνήκοοι τῶν ἐκ τοῦ σωφρονοῦντος στόματος ἰόντων λόγων.
それゆえ、これはトロイアの時代には、人々の言うところによれば生じたのですが、私たちの時代には決して生じていません。 しかし、もしそのような者が生じたか、あるいは将来生じるか、あるいは現在私たちのうちに誰かいるならば、彼自身は幸福に生き、節制する口から出る言葉を共に聞く者たちもまた幸福なのです。