Humanitext Reader

柏拉图 · 法律篇 §4.710-4.711

有节制的年轻独裁者与迅速确立最善政体

第 47 段,共 186 段 · 希腊语

内容简介

雅典人指出,一位年轻且有节制的独裁者若与优秀的立法者合作,能最迅速地建立起最完美的政体,并阐明了统治者的行为如何能极快地改变公民的习俗。

§4.710ΑΘ. τόδε· τυραννουμένην μοι δότε τὴν πόλιν, φήσει· τύραννος δʼ ἔστω νέος καὶ μνήμων καὶ εὐμαθὴς καὶ ἀνδρεῖος καὶ μεγαλοπρεπὴς φύσει· ὃ δὲ καὶ ἐν τοῖς πρόσθεν ἐλέγομεν δεῖν ἕπεσθαι σύμπασιν τοῖς τῆς ἀρετῆς μέρεσι, καὶ νῦν τῇ τυραννουμένῃ ψυχῇ τοῦτο συνεπέσθω, ἐὰν μέλλῃ τῶν ἄλλων ὑπαρχόντων ὄφελος εἶναί τι.
雅典人:这样说: “给我一个由独裁者统治的城邦,” 他会说: “让独裁者年轻、记性好、聪颖、勇敢且天生气派;而我们先前讨论中所说的必须伴随德性一切部分的那种东西,现在也让它伴随这受独裁统治的灵魂,如果要在其他现有条件中产生什么益处的话。
ΚΛ. σωφροσύνην μοι δοκεῖ φράζειν, ὦ Μέγιλλε, δεῖν εἶναι τὴν συνεπομένην ὁ ξένος.
” 克莱尼亚:在我看来,客人似乎是指,那必须伴随的东西应当是节制,梅吉洛斯。
ἦ γάρ;
难道不是吗?
ΑΘ. τὴν δημώδη γε, ὦ Κλεινία, καὶ οὐχ ἥν τις σεμνύνων ἂν λέγοι, φρόνησιν προσαναγκάζων εἶναι τὸ σωφρονεῖν, ἀλλʼ ὅπερ εὐθὺς παισὶν καὶ θηρίοις, τοῖς μὲν ἀκρατῶς ἔχειν πρὸς τὰς ἡδονάς, σύμφυτον ἐπανθεῖ, τοῖς δὲ ἐγκρατῶς· ὃ καὶ μονούμενον ἔφαμεν τῶν πολλῶν ἀγαθῶν λεγομένων οὐκ ἄξιον εἶναι λόγου.
雅典人:克莱尼亚啊,那是指通俗的那种,而不是某人可能会庄重地谈论、强行将节制等同于智慧的那种,而是指那种直接在儿童和野兽身上自然绽现的天性——在一些个体中表现为对快乐无自制力,而在另一些中表现为有自制力;这种天性,我们说过,即使从许多所谓的善事物中孤立出来,也是不值一提的。
ἔχετε γὰρ ὃ λέγω που.
你大概明白我的意思。
ΚΛ. πάνυ μὲν οὖν.
克莱尼亚:确实如此。
ΑΘ. ταύτην τοίνυν ἡμῖν ὁ τύραννος τὴν φύσιν ἐχέτω πρὸς ἐκείναις ταῖς φύσεσιν, εἰ μέλλει πόλις ὡς δυνατόν ἐστι τάχιστα καὶ ἄριστα σχήσειν πολιτείαν ἣν λαβοῦσα εὐδαιμονέστατα διάξει.
雅典人:那么,让我们的独裁者除了那些天性之外,也拥有这种天性,如果城邦要尽可能快、尽可能好地确立一种政体,并在获得它之后生活得最幸福的话。
θάττων γὰρ ταύτης καὶ ἀμείνων πολιτείας διάθεσις οὔτʼ ἔστιν οὔτʼ ἄν ποτε γένοιτο.
因为没有比这更快、更好的政体安排,也绝不可能有。
ΚΛ. πῶς δὴ καὶ τίνι λόγῳ τοῦτο, ὦ ξένε, λέγων ἄν τις ὀρθῶς λέγειν αὑτὸν πείθοι;
克莱尼亚:客人啊,怎么会是这样呢? 说这话的人用什么论据,才能说服自己他是说得对的呢?
ΑΘ. ῥᾴδιόν που τοῦτό γε νοεῖν ἐστʼ, ὦ Κλεινία, κατὰ φύσιν ὡς ἔστι τοῦθʼ οὕτω.
雅典人:克莱尼亚啊,这很容易理解,按照自然,事情确实是这样的。
ΚΛ. πῶς λέγεις;
克莱尼亚:你是指什么?
εἰ τύραννος γένοιτο, φῄς, νέος, σώφρων, εὐμαθής, μνήμων, ἀνδρεῖος, μεγαλοπρεπής;
你是说,如果出现了一位年轻、节制、聪颖、记性好、勇敢且气派的独裁者?
ΑΘ. εὐτυχής, πρόσθες, μὴ κατʼ ἄλλο, ἀλλὰ τὸ γενέσθαι τε ἐπʼ αὐτοῦ νομοθέτην ἄξιον ἐπαίνου, καί τινα τύχην εἰς ταὐτὸν ἀγαγεῖν αὐτῷ· γενομένου γὰρ τούτου, πάντα σχεδὸν ἀπείργασται τῷ θεῷ, ἅπερ ὅταν βουληθῇ διαφερόντως εὖ πρᾶξαί τινα πόλιν.
雅典人:“幸运的(独裁者)”,把这个加上去,不是在其他方面,而是在他的时代恰好诞生了一位值得赞扬的立法者,并且某种命运将他与立法者带到了同一个地方;因为一旦发生这种情况,神想要使某个城邦格外繁荣时所要做的几乎所有事情就都完成了。
δεύτερον δέ, ἐάν ποτέ τινες δύο ἄρχοντες γίγνωνται τοιοῦτοι, τρίτον δʼ αὖ καὶ κατὰ λόγον ὡσαύτως χαλεπώτερον ὅσῳ πλείους, ὅσῳ δʼ ἐναντίον, ἐναντίως.
第二,如果曾有两个这样的统治者出现;第三,同样按比例,人数越多越困难,相反的情况则相反。
ΚΛ. ἐκ τυραννίδος ἀρίστην φῂς γενέσθαι πόλιν ἄν, ὡς φαίνῃ, μετὰ νομοθέτου γε ἄκρου καὶ τυράννου κοσμίου, καὶ ῥᾷστά τε καὶ τάχιστʼ ἂν μεταβαλεῖν εἰς τοῦτο ἐκ τοῦ τοιούτου, δεύτερον δὲ ἐξ ὀλιγαρχίας—ἢ πῶς λέγεις;
克莱尼亚:看来按照你的说法,在一位杰出的立法者和一位温和守序的独裁者共同存在下,最好的城邦就会从独裁制中产生,并且从这种状态转型到那里是最容易也最快的;第二是从寡头制——或者你怎么说?
—καὶ τὸ τρίτον ἐκ δημοκρατίας.
——第三是从民主制。
ΑΘ. οὐδαμῶς, ἀλλʼ ἐκ τυραννίδος μὲν πρῶτον, δεύτερον δὲ ἐκ βασιλικῆς πολιτείας, τρίτον δὲ ἔκ τινος δημοκρατίας.
雅典人:绝非如此,而是第一从独裁制,第二从君主制,第三从某种民主制。
τὸ δὲ τέταρτον, ὀλιγαρχία, τὴν τοῦ τοιούτου γένεσιν χαλεπώτατα δύναιτʼ ἂν προσδέξασθαι· πλεῖστοι γὰρ ἐν αὐτῇ δυνάσται γίγνονται.
而第四种,寡头制,最难接受这种国家的诞生;因为在其中产生了最多的权势者。
§4.711ΑΘ. λέγομεν δὴ ταῦτα γίγνεσθαι τότε, ὅταν ἀληθὴς μὲν νομοθέτης γένηται φύσει, κοινὴ δὲ αὐτῷ τις συμβῇ ῥώμη πρὸς τοὺς ἐν τῇ πόλει μέγιστον δυναμένους· οὗ δʼ ἂν τοῦτο ἀριθμῷ μὲν βραχύτατον, ἰσχυρότατον δέ, καθάπερ ἐν τυραννίδι, γένηται, ταύτῃ καὶ τότε τάχος καὶ ῥᾳστώνη τῆς μεταβολῆς γίγνεσθαι φιλεῖ.
雅典人:我们说,这些事情发生在那个时候:当一位真正的天生立法者诞生,且他与城邦中拥有最大权力的人恰好产生某种共同的力量时;在这种力量人数最少但最强的地方(如在独裁制中),转型的迅速与容易便往往会在那时发生。
ΚΛ. πῶς;
克莱尼亚:怎么会这样?
οὐ γὰρ μανθάνομεν.
因为我们不明白。
ΑΘ. καὶ μὴν εἴρηταί γʼ ἡμῖν οὐχ ἅπαξ ἀλλʼ οἶμαι πολλάκις· ὑμεῖς δὲ τάχα οὐδὲ τεθέασθε τυραννουμένην πόλιν.
雅典人:可是,这已经被我们说过不止一次,我想是很多次了;但你们也许甚至没有见过一个由独裁者统治的城邦。
ΚΛ. οὐδέ γε ἐπιθυμητὴς ἔγωγʼ εἰμὶ τοῦ θεάματος.
克莱尼亚:而且我一点也不渴望看到这种景象。
ΑΘ. καὶ μὴν τοῦτό γʼ ἂν ἴδοις ἐν αὐτῇ τὸ νυνδὴ λεγόμενον.
雅典人:但是,你确实可以在其中看到刚才所说的事情。
ΚΛ. τὸ ποῖον;
克莱尼亚:哪种事情?
ΑΘ. οὐδὲν δεῖ πόνων οὐδέ τινος παμπόλλου χρόνου τῷ τυράννῳ μεταβαλεῖν βουληθέντι πόλεως ἤθη, πορεύεσθαι δὲ αὐτὸν δεῖ πρῶτον ταύτῃ, ὅπῃπερ ἂν ἐθελήσῃ, ἐάντε πρὸς ἀρετῆς ἐπιτηδεύματα, προτρέπεσθαι τοὺς πολίτας, ἐάντε ἐπὶ τοὐναντίον, αὐτὸν πρῶτον πάντα ὑπογράφοντα τῷ πράττειν, τὰ μὲν ἐπαινοῦντα καὶ τιμῶντα, τὰ δʼ αὖ πρὸς ψόγον ἄγοντα, καὶ τὸν μὴ πειθόμενον ἀτιμάζοντα καθʼ ἑκάστας τῶν πράξεων.
雅典人:对于一位想要改变城邦习俗的独裁者来说,不需要劳苦,也不需要极长的时间,但他自己必须首先朝这个方向前进,无论他希望朝哪个方向,无论是朝向德性的实践来劝勉公民,还是朝向相反的方向,他自己首先通过行动勾勒出一切,赞扬并尊重某些事情,而将其他事情引向谴责,并对在每项行动中不服从的人施以不名誉。
ΚΛ. καὶ πῶς οἰόμεθα ταχὺ συνακολουθήσειν τοὺς ἄλλους πολίτας τῷ τὴν τοιαύτην πειθὼ καὶ ἅμα βίαν εἰληφότι;
克莱尼亚:那我们怎么能认为,其他公民会迅速跟随一个获得了如此说服力且同时拥有强制力的人呢?
ΑΘ. μηδεὶς ἡμᾶς πειθέτω, ὦ φίλοι, ἄλλῃ θᾶττον καὶ ῥᾷον μεταβάλλειν ἄν ποτε πόλιν τοὺς νόμους ἢ τῇ τῶν δυναστευόντων ἡγεμονίᾳ, μηδὲ νῦν γε ἄλλῃ γίγνεσθαι μηδʼ αὖθίς ποτε γενήσεσθαι.
雅典人:朋友们,不要让任何人说服我们,城邦可以通过除了掌权者的领导之外的其他任何途径更迅速、更容易地改变其法律,现在不是通过其他方式发生,将来也绝不会如此发生。
καὶ γὰρ οὖν ἡμῖν οὐ τοῦτʼ ἐστὶν ἀδύνατον οὐδὲ χαλεπῶς ἂν γενόμενον· ἀλλὰ τόδʼ ἐστὶ τὸ χαλεπὸν γενέσθαι, καὶ ὀλίγον δὴ τὸ γεγονὸς ἐν τῷ πολλῷ χρόνῳ, ὅταν δὲ συμβῇ, μυρία καὶ πάντʼ ἐν πόλει ἀγαθὰ ἀπεργάζεται, ἐν ᾗ ποτʼ ἂν ἐγγένηται.
因为这对于我们来说并不是不可能的,也不会困难地发生;但困难的是发生以下的事情,而且在漫长的时间里发生的情况确实很少,可一旦发生,它就会在它所产生的那个城邦里创造出无数且一切的美好。
ΚΛ. τὸ ποῖον δὴ λέγεις;
克莱尼亚:你指的到底是什么事?
ΑΘ. ὅταν ἔρως θεῖος τῶν σωφρόνων τε καὶ δικαίων ἐπιτηδευμάτων ἐγγένηται μεγάλαις τισὶν δυναστείαις, ἢ κατὰ μοναρχίαν δυναστευούσαις ἢ κατὰ πλούτων ὑπεροχὰς διαφερούσαις ἢ γενῶν, ἢ τὴν Νέστορος ἐάν ποτέ τις ἐπανενέγκῃ φύσιν, ὃν τῇ τοῦ λέγειν ῥώμῃ φασὶ πάντων διενεγκόντα ἀνθρώπων πλέον ἔτι τῷ σωφρονεῖν διαφέρειν.
雅典人:当对节制和正义实践的神圣之爱产生在某些巨大的权力中时,无论这些权力是根据君主制实行统治,还是因财富或门第的显赫而杰出;或者,如果有人重新展现了涅斯托尔的天性,人们说他在口才上超越了所有人,而在节制方面超越得更多。
τοῦτʼ οὖν ἐπὶ μὲν Τροίας, ὥς φασι, γέγονεν, ἐφʼ ἡμῶν δὲ οὐδαμῶς, εἰ δʼ οὖν γέγονεν ἢ καὶ γενήσεται τοιοῦτος ἢ νῦν ἡμῶν ἔστιν τις, μακαρίως μὲν αὐτὸς ζῇ, μακάριοι δὲ οἱ συνήκοοι τῶν ἐκ τοῦ σωφρονοῦντος στόματος ἰόντων λόγων.
因此,正如人们所说,这在特洛伊时代曾经发生过,但在我们这个时代却绝无仅有;但如果确实曾有或将有这样的人,或者现在我们中间就有这样的人,他自己固然生活得幸福,而那些共同聆听从他那节制的口中吐出言语的人,也同样是幸福的。

词汇与语法注释

  1. 710aὃ δὲ καὶ ἐν τοῖς πρόσθεν ἐλέγομεν δεῖν ἕπεσθαι σύμπασιν τοῖς τῆς ἀρετῆς μέρεσι — 关系代词 `ὅ` 的先行词是主句中的指示代词 `τοῦτο`。这指的是前面讨论中(例如第三卷696D-E等)提到的“节制”(σωφροσύνη),这一点在克莱尼亚随后的发言中得到了证实。
  2. 710aτὴν δημώδη γε — 顺接前文克莱尼亚发言中的名词 `σωφροσύνην`,此处仅置入宾格阴性单数定冠词与形容词 `τὴν δημώδη`(通俗的[节制]),名词本身被省略。
  3. 710bτοῖς μὲν ἀκρατῶς ἔχειν πρὸς τὰς ἡδονάς, σύμφυτον ἐπανθεῖ, τοῖς δὲ ἐγκρατῶς — 动词 `ἐπανθεῖ`(自然绽现)的主语是关系代词 `ὅπερ`(儿童和野兽身上的那种天性)。`τοῖς μέν` 和 `τοῖς δέ` 是表示关系或范围的与格,指在某些个体中表现为对快乐无自制力,而在另一些个体中则表现为有自制力。不定词 `ἔχειν` 起限制或说明天性的作用。
  4. 711cκαὶ πῶς οἰόμεθα — 此疑问句具有反问语气(即“我们怎能认为其他人不会跟随呢?他们当然会立即跟随”)。
  5. 711eἢ τὴν Νέστορος ἐάν ποτέ τις ἐπανενέγκῃ φύσιν — 宾格短语 `τὴν Νέστορος φύσιν` 被提前置于条件从句 `ἐάν ποτέ τις ἐπανενέγκῃ` 之前,以示强调(先行构文)。

引用这一段

柏拉图, 法律篇 §4.710-4.711. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:4.710-4.711

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。