Humanitext Reader

プラトン · 法律 §4.706-4.707

海軍力がもたらす徳の衰退と国家の真の目的

45 / 186 箇所 · ギリシア語

要旨

雅典人は、海軍力が兵士に逃亡の口実を与えて徳を損なうこと、また国家にとって重要なのは単なる生存ではなく善く生きることであることを説き、新都市への入植者の構成について問い始める。

§4.706ΑΘ. τοῦτον γὰρ δὴ τίθεσθαι τὸν νόμον ὀρθῶς ὑποτίθεμαι μόνον, ὃς ἂν δίκην τοξότου ἑκάστοτε στοχάζηται τούτου ὅτῳ ἂν συνεχῶς τούτων ἀεὶ καλόν τι συνέπηται μόνῳ, τὰ δὲ ἄλλα σύμπαντα παραλείπῃ, ἐάντε τις πλοῦτος ἐάντε ἄρα τι τῶν ἄλλων τῶν τοιούτων ὂν τυγχάνῃ ἄνευ τῶν προειρημένων.
雅典人:というのも、弓を射る者のように、これら(美徳)のうちで、常に何らかの美しきものが一貫してそれだけに随伴するようなものだけをその都度目指し、それ以外のすべてのもの、すなわち富であれ、前述の美徳なしに存在している他のいかなる類似のものであれ、そうしたものをすべて置き去りにするような法律こそが、正しく制定されていると私は想定しているからです。
τὴν δὲ δὴ μίμησιν ἔλεγον τὴν τῶν πολεμίων τὴν κακὴν τοιάνδε γίγνεσθαι, ὅταν οἰκῇ μέν τις πρὸς θαλάττῃ, λυπῆται δʼ ὑπὸ πολεμίων, οἷον—φράσω γὰρ οὔτι μνησικακεῖν βουλόμενος ὑμῖν—Μίνως γὰρ δή ποτε τοὺς οἰκοῦντας τὴν Ἀττικὴν παρεστήσατο εἰς χαλεπήν τινα φορὰν δασμοῦ, δύναμιν πολλὴν κατὰ θάλατταν κεκτημένος, οἱ δʼ οὔτε πω πλοῖα ἐκέκτηντο, καθάπερ νῦν, πολεμικά, οὔτʼ αὖ τὴν χώραν πλήρη ναυπηγησίμων ξύλων ὥστʼ εὐμαρῶς ναυτικὴν παρασχέσθαι δύναμιν·
そして、私が言っていた「敵の悪しき模倣」とは、次のような状況において起こるものです。 すなわち、誰かが海の近くに住み、敵に悩まされる時に起こるものです。 例えば――あなた方に恨みを抱いているから言うのでは決してありませんが――ミノスはかつて、海上で大きな力を持ち、アッティカの住民を過酷な貢ぎ物の義務に屈服させました。 しかし、当時の彼らは現在のように軍船を持っておらず、また彼らの国にも造船用木材が豊富にあったわけではないので、容易に海軍力を備えることができませんでした。
οὔκουν οἷοί τʼ ἐγένοντο διὰ μιμήσεως ναυτικῆς αὐτοὶ ναῦται γενόμενοι εὐθὺς τότε τοὺς πολεμίους ἀμύνασθαι.
したがって彼らは、海軍の模倣によって自ら船乗りとなり、ただちにその場で敵を防ぐことができませんでした。
ἔτι γὰρ ἂν πλεονάκις ἑπτὰ ἀπολέσαι παῖδας αὐτοῖς συνήνεγκεν, πρὶν ἀντὶ πεζῶν ὁπλιτῶν μονίμων ναυτικοὺς γενομένους ἐθισθῆναι, πυκνὰ ἀποπηδῶντας, δρομικῶς εἰς τὰς ναῦς ταχὺ πάλιν ἀποχωρεῖν, καὶ δοκεῖν μηδὲν αἰσχρὸν ποιεῖν μὴ τολμῶντας ἀποθνῄσκειν μένοντας ἐπιφερομένων πολεμίων, ἀλλʼ εἰκυίας αὐτοῖς γίγνεσθαι προφάσεις καὶ σφόδρα ἑτοίμας ὅπλα τε ἀπολλῦσιν καὶ φεύγουσι δή τινας οὐκ αἰσχράς, ὥς φασιν, φυγάς.
なぜなら、不動の重装歩兵の代わりに船乗りとなって、頻繁に飛び降り、素早く船へと走って退却し、敵が襲ってきても、その場にとどまって死ぬ勇気を持たないことを恥べきこととは思わず、武器を失って逃走することに対して「恥ずべきではない逃走」などと称する、都合の良い、ごくありふれた口実を作るようになるくらいなら、彼らにとっては、さらに何度も七人の子供たちを失う方が、まだしも国益にかなっていたでしょうから。
ταῦτα γὰρ ἐκ ναυτικῆς ὁπλιτείας ῥήματα φιλεῖ συμβαίνειν, οὐκ ἄξια ἐπαίνων πολλάκις μυρίων, ἀλλὰ τοὐναντίον·
なぜなら、海軍の戦闘からは、そのような言葉が生じがちだからです。 それは、しばしば万雷の称賛に値するどころか、全くその反対です。
ἔθη γὰρ πονηρὰ οὐδέποτε ἐθίζειν δεῖ, καὶ ταῦτα τὸ τῶν πολιτῶν βέλτιστον μέρος.
というのも、悪い習慣は決して身につけさせてはならず、それも市民の最も優れた部分に身につけさせるべきではないからです。
ἦν δέ που τοῦτό γε καὶ παρʼ Ὁμήρου λαβεῖν, ὅτι τὸ ἐπιτήδευμα ἦν τὸ τοιοῦτον οὐ καλόν.
このような習俗が美しくないということは、ホメロスからも読み取ることができます。
Ὀδυσσεὺς γὰρ αὐτῷ λοιδορεῖ τὸν Ἀγαμέμνονα, τῶν Ἀχαιῶν τότε ὑπὸ τῶν Τρώων κατεχομένων τῇ μάχῃ, κελεύοντα τὰς ναῦς εἰς τὴν θάλατταν καθέλκειν, ὁ δὲ χαλεπαίνει τε αὐτῷ καὶ λέγει— " ὃς κέλεαι πολέμοιο συνεσταότος καὶ ἀυτῆς νῆας ἐυσέλμους ἅλαδʼ ἕλκειν, ὄφρʼ ἔτι μᾶλλον Τρωσὶ μὲν εὐκτὰ γένηται ἐελδομένοισί περ ἔμπης, ἡμῖν δʼ αἰπὺς ὄλεθρος ἐπιρρέπῃ·
ホメロスにおいて、オデュッセウスはアガメムノンを非難しています。 アカイア人たちが戦闘においてトロイア人たちに押されていた時、アガメムノンが船を海に引き下ろすよう命じたので、オデュッセウスは彼に怒り、こう言ったのです。 "戦闘と叫び声が沸き起こっている最中に、よく整った船を海に引き下ろせと命じるとは。 それによって、ただでさえ切望しているトロイア人たちにとっては、ますます願ってもないことが実現し、我々には険しい破滅がのしかかることになる。
οὐ γὰρ Ἀχαιοί σχήσουσιν πολέμου νηῶν ἅλαδʼ ἑλκομενάων, ἀλλʼ ἀποπαπτανέουσιν, ἐρωήσουσι δὲ χάρμης·
船が海に引き下ろされる時、アカイア人は戦闘を持ちこたえず、見回し、戦いから退くだろうから。
" " ἔνθα κε σὴ βουλὴ δηλήσεται, οἷʼ ἀγορεύεις. "
その時、そなたの計画は破滅をもたらすだろう、そなたが語るような計画は。
§4.707ΑΘ. ταῦτʼ οὖν ἐγίγνωσκε καὶ ἐκεῖνος, ὅτι κακὸν ἐν θαλάττῃ τριήρεις ὁπλίταις παρεστῶσαι μαχομένοις·
"雅典人:したがって、あの男もまた、戦っている重装歩兵のそばに三段櫂船が海上で控えているのは悪いことだと知っていたのです。
καὶ λέοντες ἂν ἐλάφους ἐθισθεῖεν φεύγειν τοιούτοις ἔθεσι χρώμενοι.
ライオンであっても、そのような習慣を用いるならば、シカから逃げるように慣らされてしまうでしょう。
πρὸς δὲ τούτοις αἱ διὰ τὰ ναυτικὰ πόλεων δυνάμεις ἅμα σωτηρίᾳ τιμὰς οὐ τῷ καλλίστῳ τῶν πολεμικῶν ἀποδιδόασιν·
さらに、海軍による国家の諸力は、救出をもたらすと同時に、軍事における最も美しいものに栄誉を与えるわけではありません。
διὰ κυβερνητικῆς γὰρ καὶ πεντηκονταρχίας καὶ ἐρετικῆς, καὶ παντοδαπῶν καὶ οὐ πάνυ σπουδαίων ἀνθρώπων γιγνομένης, τὰς τιμὰς ἑκάστοις οὐκ ἂν δύναιτο ὀρθῶς ἀποδιδόναι τις.
なぜなら、操舵術、五十人首の職、漕ぎ手の技術、およびあらゆる種類の決して立派ではない人々によって力がもたらされるため、各人に栄誉を正しく配分することができなくなるからです。
καίτοι πῶς ἂν ἔτι πολιτεία γίγνοιτο ὀρθὴ τούτου στερομένη;
しかし、このことを奪われた国制が、どうしてなお正しい国制であり得るでしょうか。
ΚΛ. σχεδὸν ἀδύνατον.
クレイニアス:ほとんど不可能です。
ἀλλὰ μήν, ὦ ξένε, τήν γε περὶ Σαλαμῖνα ναυμαχίαν τῶν Ἑλλήνων πρὸς τοὺς βαρβάρους γενομένην ἡμεῖς γε οἱ Κρῆτες τὴν Ἑλλάδα φαμὲν σῶσαι.
しかし異邦人よ、私たちクレタ人は、ギリシア人と野蛮人との間で行われたサラミスの海戦こそが、ギリシアを救ったのだと主張しています。
ΑΘ. καὶ γὰρ οἱ πολλοὶ τῶν Ἑλλήνων τε καὶ βαρβάρων λέγουσι ταῦτα.
雅典人:実際、ギリシア人や野蛮人の多くもそう言っています。
ἡμεῖς δέ, ὦ φίλε, ἐγώ τε καὶ ὅδε, Μέγιλλος, φαμὲν τὴν πεζὴν μάχην τὴν ἐν Μαραθῶνι γενομένην καὶ ἐν Πλαταιαῖς, τὴν μὲν ἄρξαι τῆς σωτηρίας τοῖς Ἕλλησι, τὴν δὲ τέλος ἐπιθεῖναι, καὶ τὰς μὲν βελτίους τοὺς Ἕλληνας ποιῆσαι, τὰς δὲ οὐ βελτίους, ἵνʼ οὕτως λέγωμεν περὶ τῶν τότε συσσωσασῶν ἡμᾶς μαχῶν·
しかし、友よ、私とここにいるメギロスは、マラトンにおける陸上戦とプラタイアイにおける陸上戦こそが、前者はギリシア人に救済を開始し、後者はそれに完成をもたらしたと考えています。 そして、これらの陸上戦はギリシア人をより良くしたが、海上戦は彼らをより良くしなかった、と、当時私たちを共に救った戦闘についてそのように述べましょう。
πρὸς γὰρ τῇ περὶ Σαλαμῖνα τὴν περὶ τὸ Ἀρτεμίσιόν σοι προσθήσω κατὰ θάλατταν μάχην.
というのも、サラミスの戦いに加えて、アルテミシオンの海戦をも私はあなたのリストに付け加えるからです。
ἀλλὰ γὰρ ἀποβλέποντες νῦν πρὸς πολιτείας ἀρετήν, καὶ χώρας φύσιν σκοπούμεθα καὶ νόμων τάξιν, οὐ τὸ σῴζεσθαί τε καὶ εἶναι μόνον ἀνθρώποις τιμιώτατον ἡγούμενοι, καθάπερ οἱ πολλοί, τὸ δʼ ὡς βελτίστους γίγνεσθαί τε καὶ εἶναι τοσοῦτον χρόνον ὅσον ἂν ὦσιν·
しかし、私たちは今、国制の美徳に目を向け、土地の自然な性質と法律の秩序を考察しているのであって、多くの人々のように、ただ生き残ることや存在することだけを人間にとって最も価値あることと考えているのではなく、彼らが存在している限りにおいて、できる限り良くなり、また良き者であり続けることこそが最も価値あることと考えているのです。
εἴρηται δʼ ἡμῖν οἶμαι καὶ τοῦτο ἐν τοῖς πρόσθεν.
このことも、以前にすでに述べられたと思います。
ΚΛ. τί μήν;
クレイニアス:もちろんです。
ΑΘ. τοῦτο τοίνυν σκοπώμεθα μόνον, εἰ κατὰ τὴν αὐτὴν ὁδὸν ἐρχόμεθα βελτίστην οὖσαν πόλεσι κατοικίσεων πέρι καὶ νομοθεσιῶν.
雅典人:それなら、都市の入植と立法に関して、私たちが最も優れた同じ道を進んでいるかどうか、この点だけを考察しましょう。
ΚΛ. καὶ πολύ γε.
クレイニアス:全くその通りです。
ΑΘ. λέγε δὴ τοίνυν τὸ τούτοις ἑξῆς·
雅典人:それでは、これに続くことを言ってください。
τίς ὁ κατοικιζόμενος ὑμῖν λεὼς ἔσται;
入植するあなた方の民は誰になるのでしょうか。
πότερον ἐξ ἁπάσης Κρήτης ὁ ἐθέλων, ὡς ὄχλου τινὸς ἐν ταῖς πόλεσιν ἑκάσταις γεγενημένου πλείονος ἢ κατὰ τὴν ἐκ τῆς γῆς τροφήν;
それはクレタ島全土から集まる希望者でしょうか。 各都市で、その土地の産物で養える以上の過剰な群衆が生じたためでしょうか。
οὐ γάρ που τὸν βουλόμενόν γε Ἑλλήνων συνάγετε.
まさか、ギリシア人のうち希望する者なら誰でも集めるというわけではないでしょう。

語釈・文法注

  1. 142aτούτου ὅτῳ ἂν — 目的語を導く属格 `τούτου` と、関係代名詞与格 `ὅτῳ ἂν` の関係。`τούτου` は `στοχάζηται` の目標であり、前文の美徳(`ἀρετή`)またはそれに類する善なるものを指す。関係代名詞 `ὅτῳ ἂν` は「それに随伴する」を意味する `συνέπηται` の与格支配を受ける。
  2. 142cπλεονάκις ἑπτὰ ἀπολέσαι παῖδας αὐτοῖς συνήνεγκεν — `ἄν` を伴う直説法過去 `συνήνεγκεν` による反実仮想の帰結節。アテナイがミノスに七人の子(少年少女)を貢ぎ物として送らねばならなかった神話的史実に言及しつつ、海戦の卑怯な習慣を身につけるくらいなら、その悲劇を何度も繰り返した方がましであったという強い対比を表す。
  3. 142dοὐ τὸ σῴζεσθαί τε καὶ εἶναι μόνον... τὸ δʼ ὡς βελτίστους γίγνεσθαί — `οὐ... τὸ σῴζεσθαί τε καὶ εἶναι μόνον... τὸ δʼ ὡς βελτίστους γίγνεσθαί` は、`ἡγούμενοι`(〜と考える)の目的語となる対格不定詞句。前者の「単なる生存」と後者の「可能な限り善く生きること」を鮮明に対比させている。

この箇所を引用する

プラトン, 法律 §4.706-4.707. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:4.706-4.707

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。