§4.706ΑΘ. τοῦτον γὰρ δὴ τίθεσθαι τὸν νόμον ὀρθῶς ὑποτίθεμαι μόνον, ὃς ἂν δίκην τοξότου ἑκάστοτε στοχάζηται τούτου ὅτῳ ἂν συνεχῶς τούτων ἀεὶ καλόν τι συνέπηται μόνῳ, τὰ δὲ ἄλλα σύμπαντα παραλείπῃ, ἐάντε τις πλοῦτος ἐάντε ἄρα τι τῶν ἄλλων τῶν τοιούτων ὂν τυγχάνῃ ἄνευ τῶν προειρημένων.
雅典人:因为我设想,只有那样一部法律才是被正确制定出来的,它就像一个弓箭手,在任何时候都只瞄准那一件一贯伴随着某种美德的事物,而忽略所有其他事物,无论是财富还是其他类似之物(如果这些东西在没有上述美德的情况下恰好存在的话)。
τὴν δὲ δὴ μίμησιν ἔλεγον τὴν τῶν πολεμίων τὴν κακὴν τοιάνδε γίγνεσθαι, ὅταν οἰκῇ μέν τις πρὸς θαλάττῃ, λυπῆται δʼ ὑπὸ πολεμίων, οἷον—φράσω γὰρ οὔτι μνησικακεῖν βουλόμενος ὑμῖν—Μίνως γὰρ δή ποτε τοὺς οἰκοῦντας τὴν Ἀττικὴν παρεστήσατο εἰς χαλεπήν τινα φορὰν δασμοῦ, δύναμιν πολλὴν κατὰ θάλατταν κεκτημένος, οἱ δʼ οὔτε πω πλοῖα ἐκέκτηντο, καθάπερ νῦν, πολεμικά, οὔτʼ αὖ τὴν χώραν πλήρη ναυπηγησίμων ξύλων ὥστʼ εὐμαρῶς ναυτικὴν παρασχέσθαι δύναμιν·
而我所说的“敌人的恶劣模仿”是指在以下情况下发生的:当有人居住在海边并受到敌人的袭扰时;例如——我之所以这样说绝非想对你们怀恨在心——闵科斯曾经凭借他在海上拥有的巨大力量,迫使阿提卡的居民缴纳沉重的贡税,而当时他们还没有像现在这样拥有战船,他们的国家也不富含造船用的木材,因而无法轻易提供海军力量;因此,他们无法通过模仿海军战术、让自己成为船员来立即抵御敌人。
οὔκουν οἷοί τʼ ἐγένοντο διὰ μιμήσεως ναυτικῆς αὐτοὶ ναῦται γενόμενοι εὐθὺς τότε τοὺς πολεμίους ἀμύνασθαι. ἔτι γὰρ ἂν πλεονάκις ἑπτὰ ἀπολέσαι παῖδας αὐτοῖς συνήνεγκεν, πρὶν ἀντὶ πεζῶν ὁπλιτῶν μονίμων ναυτικοὺς γενομένους ἐθισθῆναι, πυκνὰ ἀποπηδῶντας, δρομικῶς εἰς τὰς ναῦς ταχὺ πάλιν ἀποχωρεῖν, καὶ δοκεῖν μηδὲν αἰσχρὸν ποιεῖν μὴ τολμῶντας ἀποθνῄσκειν μένοντας ἐπιφερομένων πολεμίων, ἀλλʼ εἰκυίας αὐτοῖς γίγνεσθαι προφάσεις καὶ σφόδρα ἑτοίμας ὅπλα τε ἀπολλῦσιν καὶ φεύγουσι δή τινας οὐκ αἰσχράς, ὥς φασιν, φυγάς.
因为对于他们来说,宁可多次失去七个孩子,也比在放弃做坚守原地的陆军重装步兵,转而成为船员并习惯于频繁跳下船、迅速跑回船上,且在敌人袭来时不勇于留下来受死反而认为这不是什么可耻的事,甚至为丢弃武器逃跑寻找所谓的“不可耻的逃跑”等各种极其便利和现成的借口,还要对国家更有利。
ταῦτα γὰρ ἐκ ναυτικῆς ὁπλιτείας ῥήματα φιλεῖ συμβαίνειν, οὐκ ἄξια ἐπαίνων πολλάκις μυρίων, ἀλλὰ τοὐναντίον· ἔθη γὰρ πονηρὰ οὐδέποτε ἐθίζειν δεῖ, καὶ ταῦτα τὸ τῶν πολιτῶν βέλτιστον μέρος.
因为这种话往往是海战重装步兵口中说出来的,这些言词不仅不值得千万赞美,反而恰恰相反;因为我们绝不能让公民养成恶劣的习惯,尤其是公民中最优秀的阶层。
ἦν δέ που τοῦτό γε καὶ παρʼ Ὁμήρου λαβεῖν, ὅτι τὸ ἐπιτήδευμα ἦν τὸ τοιοῦτον οὐ καλόν.
而且在荷马的作品中,我们也能够发现这种做法是不高尚的。
Ὀδυσσεὺς γὰρ αὐτῷ λοιδορεῖ τὸν Ἀγαμέμνονα, τῶν Ἀχαιῶν τότε ὑπὸ τῶν Τρώων κατεχομένων τῇ μάχῃ, κελεύοντα τὰς ναῦς εἰς τὴν θάλατταν καθέλκειν, ὁ δὲ χαλεπαίνει τε αὐτῷ καὶ λέγει—
"
ὃς κέλεαι πολέμοιο συνεσταότος καὶ ἀυτῆς
νῆας ἐυσέλμους ἅλαδʼ ἕλκειν, ὄφρʼ ἔτι μᾶλλον
Τρωσὶ μὲν εὐκτὰ γένηται ἐελδομένοισί περ ἔμπης,
ἡμῖν δʼ αἰπὺς ὄλεθρος ἐπιρρέπῃ· οὐ γὰρ Ἀχαιοί
σχήσουσιν πολέμου νηῶν ἅλαδʼ ἑλκομενάων,
ἀλλʼ ἀποπαπτανέουσιν, ἐρωήσουσι δὲ χάρμης·
因为在荷马那里,当阿凯亚人当时在战斗中被特洛伊人压制时,奥德修斯责备阿伽门农,因为阿伽门农命令他们把船只推下海,奥德修斯对他发怒并说道: "在战斗和呐喊声并起之时,你却命令把设施完备的船只推向大海,好让特洛伊人那些早已渴望的事情更加得以实现,而毁灭却陡然降临在我们身上;因为当船只被推向大海时,阿凯亚人将无法坚守战斗,而是会四处张望,并从战火中退缩。
"
"
ἔνθα κε σὴ βουλὴ δηλήσεται, οἷʼ ἀγορεύεις. "
那时,你的计划将会带来毁灭,就像你所宣称的那样。
§4.707ΑΘ. ταῦτʼ οὖν ἐγίγνωσκε καὶ ἐκεῖνος, ὅτι κακὸν ἐν θαλάττῃ τριήρεις ὁπλίταις παρεστῶσαι μαχομένοις·
"雅典人:因此,那个人也知道这一点,即在陆战士兵战斗时有三段击桨船停靠在海边是一件坏事。
καὶ λέοντες ἂν ἐλάφους ἐθισθεῖεν φεύγειν τοιούτοις ἔθεσι χρώμενοι.
如果采用这样的习惯,即使是狮子也会习惯于在鹿面前逃跑。
πρὸς δὲ τούτοις αἱ διὰ τὰ ναυτικὰ πόλεων δυνάμεις ἅμα σωτηρίᾳ τιμὰς οὐ τῷ καλλίστῳ τῶν πολεμικῶν ἀποδιδόασιν· διὰ κυβερνητικῆς γὰρ καὶ πεντηκονταρχίας καὶ ἐρετικῆς, καὶ παντοδαπῶν καὶ οὐ πάνυ σπουδαίων ἀνθρώπων γιγνομένης, τὰς τιμὰς ἑκάστοις οὐκ ἂν δύναιτο ὀρθῶς ἀποδιδόναι τις.
此外,通过海军建立的城邦力量,在带来救赎的同时,并没有把荣誉授予军事行动中最美德的事物;因为海军力量是通过操舵术、五十人长之职、划桨技术,以及由各种各样并不十分高尚的人来实现的,人们无法正确地将荣誉分配给每个人。
καίτοι πῶς ἂν ἔτι πολιτεία γίγνοιτο ὀρθὴ τούτου στερομένη;
然而,如果一个城邦失去了这一点,怎么可能还算是一个正确的政体呢?
ΚΛ. σχεδὸν ἀδύνατον.
克莱尼亚:几乎是不可能的。
ἀλλὰ μήν, ὦ ξένε, τήν γε περὶ Σαλαμῖνα ναυμαχίαν τῶν Ἑλλήνων πρὸς τοὺς βαρβάρους γενομένην ἡμεῖς γε οἱ Κρῆτες τὴν Ἑλλάδα φαμὲν σῶσαι.
但是外邦人,我们克里特人却认为,希腊人在萨拉米斯与蛮族进行的这场海战拯救了希腊。
ΑΘ. καὶ γὰρ οἱ πολλοὶ τῶν Ἑλλήνων τε καὶ βαρβάρων λέγουσι ταῦτα.
雅典人:确实,大多数希腊人和蛮族也是这样说的。
ἡμεῖς δέ, ὦ φίλε, ἐγώ τε καὶ ὅδε, Μέγιλλος, φαμὲν τὴν πεζὴν μάχην τὴν ἐν Μαραθῶνι γενομένην καὶ ἐν Πλαταιαῖς, τὴν μὲν ἄρξαι τῆς σωτηρίας τοῖς Ἕλλησι, τὴν δὲ τέλος ἐπιθεῖναι, καὶ τὰς μὲν βελτίους τοὺς Ἕλληνας ποιῆσαι, τὰς δὲ οὐ βελτίους, ἵνʼ οὕτως λέγωμεν περὶ τῶν τότε συσσωσασῶν ἡμᾶς μαχῶν· πρὸς γὰρ τῇ περὶ Σαλαμῖνα τὴν περὶ τὸ Ἀρτεμίσιόν σοι προσθήσω κατὰ θάλατταν μάχην.
但是,我的朋友,我和这里的梅吉洛斯却认为,在马拉松和普拉提亚进行的陆战,前者开启了对希腊人的拯救,而后者则为其画上了完美的句号,并且这些陆战使希腊人变得更好,而海战则没有使他们变得更好——如果我们这样来评价当时共同拯救了我们的那些战斗的话;因为除了萨拉米斯海战,我还要为你加上在阿提米西昂的海战。
ἀλλὰ γὰρ ἀποβλέποντες νῦν πρὸς πολιτείας ἀρετήν, καὶ χώρας φύσιν σκοπούμεθα καὶ νόμων τάξιν, οὐ τὸ σῴζεσθαί τε καὶ εἶναι μόνον ἀνθρώποις τιμιώτατον ἡγούμενοι, καθάπερ οἱ πολλοί, τὸ δʼ ὡς βελτίστους γίγνεσθαί τε καὶ εἶναι τοσοῦτον χρόνον ὅσον ἂν ὦσιν·
但现在我们着眼于政体的美德,考察土地的自然性质和法律的安排,我们并不像大多数人那样,认为“仅仅得救和存在”对人类来说是最宝贵的,而是认为“在存在的有限时间里,尽可能地变得最好并保持最好”才是最宝贵的;我想这在以前的讨论中也已经说过了。
εἴρηται δʼ ἡμῖν οἶμαι καὶ τοῦτο ἐν τοῖς πρόσθεν. ΚΛ. τί μήν;
克莱尼亚:当然。
ΑΘ. τοῦτο τοίνυν σκοπώμεθα μόνον, εἰ κατὰ τὴν αὐτὴν ὁδὸν ἐρχόμεθα βελτίστην οὖσαν πόλεσι κατοικίσεων πέρι καὶ νομοθεσιῶν.
雅典人:那么我们只考察这一点,即在关于城邦殖民与立法方面,我们是否走在同一条最正确的道路上。
ΚΛ. καὶ πολύ γε.
克莱尼亚:非常正确。
ΑΘ. λέγε δὴ τοίνυν τὸ τούτοις ἑξῆς· τίς ὁ κατοικιζόμενος ὑμῖν λεὼς ἔσται;
雅典人:那么请说一说接下来的事情:谁将是你们要安置的居民?
πότερον ἐξ ἁπάσης Κρήτης ὁ ἐθέλων, ὡς ὄχλου τινὸς ἐν ταῖς πόλεσιν ἑκάσταις γεγενημένου πλείονος ἢ κατὰ τὴν ἐκ τῆς γῆς τροφήν;
是从整个克里特岛招募所有愿意来的人,因为在各个城邦里出现了一部分超过土地供养能力的过剩人口?
οὐ γάρ που τὸν βουλόμενόν γε Ἑλλήνων συνάγετε.
还是说,你们绝对不会去召集任何愿意来的希腊人?