Humanitext Reader

プラトン · 法律 §3.699-3.700

アテナイのペルシア防衛と音楽の秩序の崩壊

42 / 186 箇所 · ギリシア語

要旨

ペルシアの第二次侵攻に直面したアテナイ人が、かつての国制における「慎み」と「法への服従」によって団結し国難を乗り越えた歴史を振り返る。また、かつての秩序正しい音楽の分類が失われ、快楽本位の「無法状態」へと堕落していった過程を分析する。

§3.699ΑΘ. προϊόντος δὲ τοῦ χρόνου, Δαρεῖος μὲν τεθνάναι ἐλέχθη, νέος δὲ καὶ σφοδρὸς ὁ ὑὸς αὐτοῦ παρειληφέναι τὴν ἀρχὴν καὶ οὐδαμῶς ἀφίστασθαι τῆς ὁρμῆς.
時が経つにつれて、ダレイオスは亡くなったと語られ、若く激しい彼の息子が権力を継承し、その衝動を全く諦めようとはしなかった。
οἱ δὲ Ἀθηναῖοι πᾶν τοῦτο ᾤοντο ἐπὶ σφᾶς αὐτοὺς παρασκευάζεσθαι διὰ τὸ Μαραθῶνι γενόμενον, καὶ ἀκούοντες Ἄθων τε διορυττόμενον καὶ Ἑλλήσποντον ζευγνύμενον καὶ τὸ τῶν νεῶν πλῆθος, ἡγήσαντο οὔτε κατὰ γῆν σφίσιν εἶναι σωτηρίαν οὔτε κατὰ θάλατταν·
アテナイ人は、マラトンでの出来事のために、これら全ての準備が自分たちに向けられていると考え、アトス山が掘削され、ヘレスポントスに橋が架けられ、船の数が膨大であると聞いて、陸路でも海路でも自分たちに救いはないと考えた。
οὔτε γὰρ βοηθήσειν αὑτοῖς οὐδένα—μεμνημένοι ὡς οὐδʼ ὅτε τὸ πρότερον ἦλθον καὶ τὰ περὶ Ἐρέτριαν διεπράξαντο, σφίσι γε οὐδεὶς τότε ἐβοήθησεν οὐδʼ ἐκινδύνευσεν συμμαχόμενος·
なぜなら、誰も自分たちを助けてはくれないと考えたからである。 彼らは、以前に敵が来てエレトリアで事を行ったときにも、自分たちには誰も助けに来ず、共に戦って危険を冒そうとはしなかったことを思い出したのである。
ταὐτὸν δὴ προσεδόκων καὶ τότε γενήσεσθαι τό γε κατὰ γῆν—καὶ κατὰ θάλατταν δʼ αὖ πᾶσαν ἀπορίαν ἑώρων σωτηρίας, νεῶν χιλίων καὶ ἔτι πλεόνων ἐπιφερομένων.
彼らは、陸路に関しては当時も同じことが起こるだろうと予想していた。 また海路についても、千隻以上の船が押し寄せてくる中、救いの見込みが全くない状態であると見ていた。
μίαν δὴ σωτηρίαν συνενόουν, λεπτὴν μὲν καὶ ἄπορον, μόνην δʼ οὖν, βλέψαντες πρὸς τὸ πρότερον γενόμενον, ὡς ἐξ ἀπόρων καὶ τότε ἐφαίνετο γενέσθαι τὸ νικῆσαι μαχομένους·
彼らは唯一の救いを考えていた。 それは細く、困難なものであったが、それしかなかった。 すなわち、以前に起こったことに目を向けたのである。 それは、困難な状況からこそ、戦って勝利することがその当時も可能であったように見えたということである。
ἐπὶ δὲ τῆς ἐλπίδος ὀχούμενοι ταύτης ηὕρισκον καταφυγὴν αὑτοῖς εἰς αὑτοὺς μόνους εἶναι καὶ τοὺς θεούς.
そしてこの希望を頼りにして、彼らは自分たち自身の避難所は自分たち自身と神々のみにあることを見出した。
ταῦτʼ οὖν αὐτοῖς πάντα φιλίαν ἀλλήλων ἐνεποίει, ὁ φόβος ὁ τότε παρὼν ὅ τε ἐκ τῶν νόμων τῶν ἔμπροσθεν γεγονώς, ὃν δουλεύοντες τοῖς πρόσθεν νόμοις ἐκέκτηντο, ἣν αἰδῶ πολλάκις ἐν τοῖς ἄνω λόγοις εἴπομεν, ᾗ καὶ δουλεύειν ἔφαμεν δεῖν τοὺς μέλλοντας ἀγαθοὺς ἔσεσθαι, ἧς ὁ δειλὸς ἐλεύθερος καὶ ἄφοβος·
したがって、これらすべてのことが彼らの間に相互の友愛を生み出した。 すなわち、当時存在していた恐怖と、以前の法律から生じた恐れ、つまり、以前の法律に服従することによって彼らが所有していたもの、すなわち上の議論で何度も言及した「慎み」であり、これこそが、これから善き人になろうとする者が服従すべきであると我々が言ったところのものであり、臆病な者はこれから自由で恐れを持たない。
ὃν εἰ τότε μὴ δέος ἔλαβεν, οὐκ ἄν ποτε συνελθὼν ἠμύνατο, οὐδʼ ἤμυνεν ἱεροῖς τε καὶ τάφοις καὶ πατρίδι καὶ τοῖς ἄλλοις οἰκείοις τε ἅμα καὶ φίλοις, ὥσπερ τότʼ ἐβοήθησεν, ἀλλὰ κατὰ σμικρὰ ἂν ἐν τῷ τότε ἡμῶν ἕκαστος σκεδασθεὶς ἄλλος ἄλλοσε διεσπάρη.
もし当時、この恐れが彼らを捕らえなかったならば、彼らが一致団結して防ぐことも、神殿や墓、祖国、その他の親族や友人たちを、当時助けたようには助けることは決してなかったであろう。 そうではなく、当時の私たちの各々は、ばらばらに散らされてあちこちへ離散してしまったであろう。
ΜΕ. καὶ μάλα, ὦ ξένε, ὀρθῶς τε εἴρηκας καὶ σαυτῷ τε καὶ τῇ πατρίδι πρεπόντως.
メギロス:異邦人よ、全くその通りです。 あなた自身のことも、祖国のことも、きわめてふさわしく語られました。
ΑΘ. ἔστι ταῦτα, ὦ Μέγιλλε·
雅典人:その通りです、メギロス。
πρὸς γὰρ σὲ τὰ ἐν τῷ τότε χρόνῳ γενόμενα, κοινωνὸν τῇ τῶν πατέρων γεγονότα φύσει, δίκαιον λέγειν.
当時の出来事は、あなた方の父祖たちの本性と共通するものですから、あなたに語ることは正当なことです。
ἐπισκόπει μὴν καὶ σὺ καὶ Κλεινίας εἴ τι πρὸς τὴν νομοθεσίαν προσήκοντα λέγομεν·
しかし、あなたもクレイニアスも、私たちが立法に関して何か関連することを語っているかどうか、よく注意して見てください。
οὐ γὰρ μύθων ἕνεκα διεξέρχομαι, οὗ λέγω δʼ ἕνεκα.
私は単に神話を語り尽くすためにこれを述べているのではなく、目的があって述べているのですから。
ὁρᾶτε γάρ·
というのも、ご覧なさい。
ἐπειδή τινα τρόπον ταὐτὸν ἡμῖν συμβεβήκει πάθος ὅπερ Πέρσαις, ἐκείνοις μὲν ἐπὶ πᾶσαν δουλείαν ἄγουσιν τὸν δῆμον, ἡμῖν δʼ αὖ τοὐναντίον ἐπὶ πᾶσαν ἐλευθερίαν προτρέπουσι τὰ πλήθη, πῶς δὴ καὶ τί λέγωμεν τοὐντεῦθεν, οἱ προγεγονότες ἡμῖν ἔμπροσθεν λόγοι τρόπον τινὰ καλῶς εἰσιν εἰρημένοι.
ペルシア人にとって起こったのとある意味で同じ経験が私たちにも起こったのです。 あちらは民衆を完全な隷属へと導き、私たちは逆に大衆を完全な自由へと促したのですから。 では、この後、私たちはどのように、また何を語るべきでしょうか。 これまでの議論はある意味で実に見事に語られているのです。
§3.700ΜΕ. λέγεις εὖ·
メギロス:良いお話です。
πειρῶ δʼ ἔτι σαφέστερον ἡμῖν σημῆναι τὸ νῦν λεγόμενον.
今言されたことを私たちにさらに明確に示してください。
ΑΘ. ἔσται ταῦτα.
雅典人:そうしましょう。
οὐκ ἦν, ὦ φίλοι, ἡμῖν ἐπὶ τῶν παλαιῶν νόμων ὁ δῆμός τινων κύριος, ἀλλὰ τρόπον τινὰ ἑκὼν ἐδούλευε τοῖς νόμοις.
友よ、かつての法律のもとでは、私たちの民衆は何かを支配する権限を持っていませんでした。 そうではなく、ある意味で自発的に法律に従属していたのです。
ΜΕ. ποίοις δὴ λέγεις;
メギロス:一体どのような法律のことを言っているのですか。
ΑΘ. τοῖς περὶ τὴν μουσικὴν πρῶτον τὴν τότε, ἵνα ἐξ ἀρχῆς διέλθωμεν τὴν τοῦ ἐλευθέρου λίαν ἐπίδοσιν βίου.
雅典人:まず当時の音楽に関する法律です。 自由すぎる生活の増大を最初から順を追って説明するためです。
διῃρημένη γὰρ δὴ τότε ἦν ἡμῖν ἡ μουσικὴ κατὰ εἴδη τε ἑαυτῆς ἄττα καὶ σχήματα, καί τι ἦν εἶδος ᾠδῆς εὐχαὶ πρὸς θεούς, ὄνομα δὲ ὕμνοι ἐπεκαλοῦντο·
というのも、当時、私たちの音楽はいくつかの種類や形式に分かれていました。 そして、神々への祈りである歌の一種があり、その名は「ヒュムノス(賛歌)」と呼ばれていました。
καὶ τούτῳ δὴ τὸ ἐναντίον ἦν ᾠδῆς ἕτερον εἶδος—θρήνους δέ τις ἂν αὐτοὺς μάλιστα ἐκάλεσεν—καὶ παίωνες ἕτερον, καὶ ἄλλο, Διονύσου γένεσις οἶμαι, διθύραμβος λεγόμενος.
またこれとは反対の、もう一つの種類の歌がありました――誰でもそれを「ドレーノス(哀歌)」と呼ぶのが最もふさわしいでしょう。 また「パイアン(祝歌)」と呼ばれる別のものがあり、さらに別のものとして、私の思うにディオニュソスの誕生に関するもので、「ディテュランボス(酒神賛歌)」と呼ばれるものがありました。
νόμους τε αὐτὸ τοῦτο τοὔνομα ἐκάλουν, ᾠδὴν ὥς τινα ἑτέραν· ἐπέλεγον δὲ κιθαρῳδικούς.
そして人々は、これそのものの名前を「ノモス」と呼び、もう一つの歌の形式とし、それに「キタラ伴奏歌」と付け加えました。
τούτων δὴ διατεταγμένων καὶ ἄλλων τινῶν, οὐκ ἐξῆν ἄλλο εἰς ἄλλο καταχρῆσθαι μέλους εἶδος·
これらや他のものが規定された後、ある音楽の旋律の形式を別のものに混同して用いることは許されませんでした。
τὸ δὲ κῦρος τούτων γνῶναί τε καὶ ἅμα γνόντα δικάσαι, ζημιοῦν τε αὖ τὸν μὴ πειθόμενον, οὐ σῦριγξ ἦν οὐδέ τινες ἄμουσοι βοαὶ πλήθους, καθάπερ τὰ νῦν, οὐδʼ αὖ κρότοι ἐπαίνους ἀποδιδόντες, ἀλλὰ τοῖς μὲν γεγονόσι περὶ παίδευσιν δεδογμένον ἀκούειν ἦν αὐτοῖς μετὰ σιγῆς διὰ τέλους, παισὶ δὲ καὶ παιδαγωγοῖς καὶ τῷ πλείστῳ ὄχλῳ ῥάβδου κοσμούσης ἡ νουθέτησις ἐγίγνετο.
そして、これらを判定し、判定した上で同時に裁き、従わない者に罰を科す権限は、現在のように笛でもなければ、大衆の音楽を解さない叫び声でもなく、また賞賛を送る拍手でもありませんでした。 そうではなく、教育を受けた人々にとっては、静かに最後まで聴くことが義務づけられており、子供たちや養育係、そして大多数の群衆に対しては、秩序を保つ鞭による戒めが行われました。
ταῦτʼ οὖν οὕτω τεταγμένως ἤθελεν ἄρχεσθαι τῶν πολιτῶν τὸ πλῆθος, καὶ μὴ τολμᾶν κρίνειν διὰ θορύβου·
このように、市民の多数派は秩序正しく支配されることを望み、騒ぎによって判定を下すような不遜な真似はしませんでした。
μετὰ δὲ ταῦτα, προϊόντος τοῦ χρόνου, ἄρχοντες μὲν τῆς ἀμούσου παρανομίας ποιηταὶ ἐγίγνοντο φύσει μὲν ποιητικοί, ἀγνώμονες δὲ περὶ τὸ δίκαιον τῆς Μούσης καὶ τὸ νόμιμον, βακχεύοντες καὶ μᾶλλον τοῦ δέοντος κατεχόμενοι ὑφʼ ἡδονῆς, κεραννύντες δὲ θρήνους τε ὕμνοις καὶ παίωνας διθυράμβοις, καὶ αὐλῳδίας δὴ ταῖς κιθαρῳδίαις μιμούμενοι, καὶ πάντα εἰς πάντα συνάγοντες, μουσικῆς ἄκοντες ὑπʼ ἀνοίας καταψευδόμενοι ὡς ὀρθότητα μὲν οὐκ ἔχοι οὐδʼ ἡντινοῦν μουσική, ἡδονῇ δὲ τῇ τοῦ χαίροντος, εἴτε βελτίων εἴτε χείρων ἂν εἴη τις, κρίνοιτο ὀρθότατα.
しかし、その後、時が経つにつれて、詩人たちが音楽を解さない無法の先導者となりました。 彼らは、生まれつきは詩人としての才能がありましたが、ミューズの正義と秩序については無知であり、狂乱し、必要以上に快楽に支配され、哀歌と賛歌を混交し、パイアンとディテュランボスを混ぜ合わせ、さらにはキタラ歌にアウロス歌を模倣させ、すべてをすべてに混ぜ合わせました。 そして、愚かさゆえに、自覚なく音楽について偽りを述べ、「音楽にはいかなる正しさも全く存在せず、楽しむ者の快楽によって、その者が優れた者であれ劣った者であれ、最も正しく判断されるべきである」と主張したのです。

語釈・文法注

  1. 699cἧς ὁ δειλὸς ἐλεύθερος καὶ ἄφοβος — 関係代名詞 ἧς は直前の ἣν αἰδῶ(慎み)を先行詞とし、形容詞 ἐλεύθερος(〜から自由な)によって支配されている。ここでは、「慎み(恥を知る心)を持たない臆病な人間は、法の支配や畏怖の念から解き放たれて放縦になる」という逆説的な事態を説明している。
  2. 699cὃν εἰ τότε μὴ δέος ἔλαβεν — 関係代名詞 ὃν(対格)は先行詞として δέος(恐れ)を指し、条件節 εἰ μὴ ἔλαβεν の直接目的語となっている。これは、帰結節 οὐκ ἄν ποτε συνελθὼν ἠμύνατο を導く過去の反実仮想(εἰ +直説法過去、帰結節に ἄν +直説法過去)の構文を形成している。
  3. 700bνόμους τε αὐτοῦ τοῦτο τοὔνομα ἐκάλουν — 名詞 νόμος(ノモス)が「法律」と「音楽の旋律・歌の形式」の両方の意味を持つことを利用した言葉遊びを反映した、二重対格の構文である。αὐτὸ τοῦτο が直接目的語、νόμους が動詞 ἐκάλουν の対格補語となっている。
  4. 700eμουσικῆς ἄκοντες ὑπʼ ἀνοίας καταψευδόμενοι — 属格名詞 μουσικῆς はデポネント動詞 καταψεύδομαι(〜について偽りを言う、〜をおとしめる)の支配する属格。形容詞 ἄκοντες は主語に一致する述語形容詞として働き、「本意ではなく」「意図せずして」と副詞的に解釈される。

この箇所を引用する

プラトン, 法律 §3.699-3.700. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:3.699-3.700

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。