§3.699ΑΘ. προϊόντος δὲ τοῦ χρόνου, Δαρεῖος μὲν τεθνάναι ἐλέχθη, νέος δὲ καὶ σφοδρὸς ὁ ὑὸς αὐτοῦ παρειληφέναι τὴν ἀρχὴν καὶ οὐδαμῶς ἀφίστασθαι τῆς ὁρμῆς.
随着时间的推移,据说达利乌斯已经去世,而他年轻而猛烈的儿子接管了政权,并且绝不放弃其侵略的冲动。
οἱ δὲ Ἀθηναῖοι πᾶν τοῦτο ᾤοντο ἐπὶ σφᾶς αὐτοὺς παρασκευάζεσθαι διὰ τὸ Μαραθῶνι γενόμενον, καὶ ἀκούοντες Ἄθων τε διορυττόμενον καὶ Ἑλλήσποντον ζευγνύμενον καὶ τὸ τῶν νεῶν πλῆθος, ἡγήσαντο οὔτε κατὰ γῆν σφίσιν εἶναι σωτηρίαν οὔτε κατὰ θάλατταν·
雅典人认为,由于在马拉松发生的事情,所有这些准备工作都是针对他们自己的,并且在听到阿索斯山被开凿、赫勒斯滂被架桥以及船只数量庞大时,他们认为自己在陆路上和海路上都没有救赎。
οὔτε γὰρ βοηθήσειν αὑτοῖς οὐδένα—μεμνημένοι ὡς οὐδʼ ὅτε τὸ πρότερον ἦλθον καὶ τὰ περὶ Ἐρέτριαν διεπράξαντο, σφίσι γε οὐδεὶς τότε ἐβοήθησεν οὐδʼ ἐκινδύνευσεν συμμαχόμενος·
因为他们认为没有人会帮助他们——他们记起,甚至在先前敌人到来并对埃雷特里亚实行暴行时,当时也没有任何人帮助他们,或作为同盟者并肩作战、共担风险。
ταὐτὸν δὴ προσεδόκων καὶ τότε γενήσεσθαι τό γε κατὰ γῆν—καὶ κατὰ θάλατταν δʼ αὖ πᾶσαν ἀπορίαν ἑώρων σωτηρίας, νεῶν χιλίων καὶ ἔτι πλεόνων ἐπιφερομένων.
他们确实预料到,当时也会发生同样的事情,至少在陆路上是如此——而另一方面,在海路上,他们也看到了救赎的彻底无望,因为有上千艘甚至更多的船只正向他们逼近。
μίαν δὴ σωτηρίαν συνενόουν, λεπτὴν μὲν καὶ ἄπορον, μόνην δʼ οὖν, βλέψαντες πρὸς τὸ πρότερον γενόμενον, ὡς ἐξ ἀπόρων καὶ τότε ἐφαίνετο γενέσθαι τὸ νικῆσαι μαχομένους·
他们确实想到了唯一的一条救赎之路,虽然渺茫且无计可施,但终究是唯一的:他们回顾先前发生的事情,看到即使在当时那种无望的境地中,通过战斗获得胜利似乎也是可能实现的。
ἐπὶ δὲ τῆς ἐλπίδος ὀχούμενοι ταύτης ηὕρισκον καταφυγὴν αὑτοῖς εἰς αὑτοὺς μόνους εἶναι καὶ τοὺς θεούς.
倚仗着这一希望,他们发现自己唯一的避难所就在于他们自身以及神明。
ταῦτʼ οὖν αὐτοῖς πάντα φιλίαν ἀλλήλων ἐνεποίει, ὁ φόβος ὁ τότε παρὼν ὅ τε ἐκ τῶν νόμων τῶν ἔμπροσθεν γεγονώς, ὃν δουλεύοντες τοῖς πρόσθεν νόμοις ἐκέκτηντο, ἣν αἰδῶ πολλάκις ἐν τοῖς ἄνω λόγοις εἴπομεν, ᾗ καὶ δουλεύειν ἔφαμεν δεῖν τοὺς μέλλοντας ἀγαθοὺς ἔσεσθαι, ἧς ὁ δειλὸς ἐλεύθερος καὶ ἄφοβος·
因此,所有这些事物在他们中间产生了一种相互之间的友爱:既有当时存在的恐惧,也有源自先前法律的敬畏——这是他们由于服从先前的法律而拥有的,也就是我们在前文讨论中经常提到的“敬畏”之心,我们也曾说过,那些将要成为善人的人必须服从这种敬畏,而懦夫则不受其束缚且无所畏惧。
ὃν εἰ τότε μὴ δέος ἔλαβεν, οὐκ ἄν ποτε συνελθὼν ἠμύνατο, οὐδʼ ἤμυνεν ἱεροῖς τε καὶ τάφοις καὶ πατρίδι καὶ τοῖς ἄλλοις οἰκείοις τε ἅμα καὶ φίλοις, ὥσπερ τότʼ ἐβοήθησεν, ἀλλὰ κατὰ σμικρὰ ἂν ἐν τῷ τότε ἡμῶν ἕκαστος σκεδασθεὶς ἄλλος ἄλλοσε διεσπάρη.
如果当时这种恐惧没有抓住他们,他们绝不会团结一致进行抵抗,也不会像当时那样去保护神殿、陵墓、祖国以及其他亲友;相反,当时我们中的每个人都会化整为零,四处逃散,流落异乡。
ΜΕ. καὶ μάλα, ὦ ξένε, ὀρθῶς τε εἴρηκας καὶ σαυτῷ τε καὶ τῇ πατρίδι πρεπόντως.
梅吉洛斯:异乡人,你说得非常正确,而且非常符合你自己和你的祖国的身份。
ΑΘ. ἔστι ταῦτα, ὦ Μέγιλλε· πρὸς γὰρ σὲ τὰ ἐν τῷ τότε χρόνῳ γενόμενα, κοινωνὸν τῇ τῶν πατέρων γεγονότα φύσει, δίκαιον λέγειν.
雅典人:确实如此,梅吉洛斯;因为向你讲述当时发生的事情是公正的,毕竟你与那些父辈的性情相通。
ἐπισκόπει μὴν καὶ σὺ καὶ Κλεινίας εἴ τι πρὸς τὴν νομοθεσίαν προσήκοντα λέγομεν· οὐ γὰρ μύθων ἕνεκα διεξέρχομαι, οὗ λέγω δʼ ἕνεκα.
但请你和克莱尼亚共同审视,我们所说的是否有与立法相关之处;因为我并非为了单纯地讲述故事而展开这些讨论,而是为了我所要阐明的主旨。
ὁρᾶτε γάρ· ἐπειδή τινα τρόπον ταὐτὸν ἡμῖν συμβεβήκει πάθος ὅπερ Πέρσαις, ἐκείνοις μὲν ἐπὶ πᾶσαν δουλείαν ἄγουσιν τὸν δῆμον, ἡμῖν δʼ αὖ τοὐναντίον ἐπὶ πᾶσαν ἐλευθερίαν προτρέπουσι τὰ πλήθη, πῶς δὴ καὶ τί λέγωμεν τοὐντεῦθεν, οἱ προγεγονότες ἡμῖν ἔμπροσθεν λόγοι τρόπον τινὰ καλῶς εἰσιν εἰρημένοι.
因为你们看:既然在某种程度上,发生在我们身上的遭遇与波斯人相同——他们是将民众带向完全的奴役,而相反,我们则是鼓动大众走向完全的自由——那么,此后我们该如何以及说什么,以及我们先前所作的论述在何种意义上可以说是说得极好的?
§3.700ΜΕ. λέγεις εὖ· πειρῶ δʼ ἔτι σαφέστερον ἡμῖν σημῆναι τὸ νῦν λεγόμενον.
梅吉洛斯:你说得好;请试着把现在所说的话向我们阐述得更加明白。
ΑΘ. ἔσται ταῦτα.
雅典人:好的。
οὐκ ἦν, ὦ φίλοι, ἡμῖν ἐπὶ τῶν παλαιῶν νόμων ὁ δῆμός τινων κύριος, ἀλλὰ τρόπον τινὰ ἑκὼν ἐδούλευε τοῖς νόμοις.
朋友们,在古老的法律之下,我们的民众并不是任何事务的主宰,而是在某种程度上自愿依顺于法律。
ΜΕ. ποίοις δὴ λέγεις;
梅吉洛斯:你指的是什么样的法律呢?
ΑΘ. τοῖς περὶ τὴν μουσικὴν πρῶτον τὴν τότε, ἵνα ἐξ ἀρχῆς διέλθωμεν τὴν τοῦ ἐλευθέρου λίαν ἐπίδοσιν βίου.
雅典人:首先是关于当时音乐的法律,以便我们能从头追溯过度自由的生活是如何滋长出来的。
διῃρημένη γὰρ δὴ τότε ἦν ἡμῖν ἡ μουσικὴ κατὰ εἴδη τε ἑαυτῆς ἄττα καὶ σχήματα, καί τι ἦν εἶδος ᾠδῆς εὐχαὶ πρὸς θεούς, ὄνομα δὲ ὕμνοι ἐπεκαλοῦντο·
因为在当时,我们的音乐对我们而言被划分为若干种门类和形式。
καὶ τούτῳ δὴ τὸ ἐναντίον ἦν ᾠδῆς ἕτερον εἶδος—θρήνους δέ τις ἂν αὐτοὺς μάλιστα ἐκάλεσεν—καὶ παίωνες ἕτερον, καὶ ἄλλο, Διονύσου γένεσις οἶμαι, διθύραμβος λεγόμενος.
其中一类歌曲是对神明的祈祷,其名称被称为赞歌;与此相对的是另一类歌曲——人们大可称之为哀歌——还有一类是祝酒歌,另一类我想是关于狄奥尼索斯诞生的,被称为酒神赞。
νόμους τε αὐτὸ τοῦτο τοὔνομα ἐκάλουν, ᾠδὴν ὥς τινα ἑτέραν· ἐπέλεγον δὲ κιθαρῳδικούς.
他们甚至用“诺莫斯”这一名字来称呼另一类歌曲,并将其冠以“伴琴歌”。
τούτων δὴ διατεταγμένων καὶ ἄλλων τινῶν, οὐκ ἐξῆν ἄλλο εἰς ἄλλο καταχρῆσθαι μέλους εἶδος· τὸ δὲ κῦρος τούτων γνῶναί τε καὶ ἅμα γνόντα δικάσαι, ζημιοῦν τε αὖ τὸν μὴ πειθόμενον, οὐ σῦριγξ ἦν οὐδέ τινες ἄμουσοι βοαὶ πλήθους, καθάπερ τὰ νῦν, οὐδʼ αὖ κρότοι ἐπαίνους ἀποδιδόντες, ἀλλὰ τοῖς μὲν γεγονόσι περὶ παίδευσιν δεδογμένον ἀκούειν ἦν αὐτοῖς μετὰ σιγῆς διὰ τέλους, παισὶ δὲ καὶ παιδαγωγοῖς καὶ τῷ πλείστῳ ὄχλῳ ῥάβδου κοσμούσης ἡ νουθέτησις ἐγίγνετο.
在这些和一些其他事物被规定好之后,是不允许把一种旋律形式错误地混用到另一种形式中去的;而认识这些规则,并在此基础上有权作出裁决、惩罚不从者的权力,并不是像现在这样靠排箫,或者群众那些毫无音乐素养的叫嚷声,也不是靠表示赞许的鼓掌,而是规定让那些受过教育的人在静默中聆听到底,至于孩子、家仆和绝大多数乌合之众,则是由维持秩序的竹笞来进行管教和劝诫。
ταῦτʼ οὖν οὕτω τεταγμένως ἤθελεν ἄρχεσθαι τῶν πολιτῶν τὸ πλῆθος, καὶ μὴ τολμᾶν κρίνειν διὰ θορύβου·
因此,市民大众愿意这样有条不紊地接受管理,而不敢通过喧噪来进行评判。
μετὰ δὲ ταῦτα, προϊόντος τοῦ χρόνου, ἄρχοντες μὲν τῆς ἀμούσου παρανομίας ποιηταὶ ἐγίγνοντο φύσει μὲν ποιητικοί, ἀγνώμονες δὲ περὶ τὸ δίκαιον τῆς Μούσης καὶ τὸ νόμιμον, βακχεύοντες καὶ μᾶλλον τοῦ δέοντος κατεχόμενοι ὑφʼ ἡδονῆς, κεραννύντες δὲ θρήνους τε ὕμνοις καὶ παίωνας διθυράμβοις, καὶ αὐλῳδίας δὴ ταῖς κιθαρῳδίαις μιμούμενοι, καὶ πάντα εἰς πάντα συνάγοντες, μουσικῆς ἄκοντες ὑπʼ ἀνοίας καταψευδόμενοι ὡς ὀρθότητα μὲν οὐκ ἔχοι οὐδʼ ἡντινοῦν μουσική, ἡδονῇ δὲ τῇ τοῦ χαίροντος, εἴτε βελτίων εἴτε χείρων ἂν εἴη τις, κρίνοιτο ὀρθότατα.
但在那之后,随着时间的推移,诗人们成了那种没有音乐素养的“违法乱纪”的始作俑者——他们天生具有诗才,但对缪斯的公正与法度却一无所知,他们狂欢作乐,超出应有分寸地沉溺于享乐,将哀歌与赞歌混杂,将祝酒歌与酒神赞融合,甚至用伴琴歌去模仿伴箫歌,把一切事物混为一谈,并因愚昧而无意中诽谤音乐,谎称音乐根本没有任何客观的正确性可言,而是只要根据欣赏者的快乐来作最正确的评判即可,无论这个人是贤是愚。