Humanitext Reader

プラトン · 法律 §3.693-3.694

二つの根本国制とキュロス期ペルシアの盛衰

39 / 186 箇所 · ギリシア語

要旨

アテナイの客は、アテナイとスパルタの共闘のみがギリシアを救ったと指摘し、国制の目的は自由・思慮・調和の適度な結合にあると説く。さらに国制の根源を君主制と民主制に大別した上で、キュロス期ペルシアの成功と、その後の崩壊の原因がキュロスの家庭内教育の欠如にあったことを分析する。

§3.693ΑΘ. οὐδʼ αὖ ἀμύνασθαι τήν γε Ἑλλάδα λέγων ὀρθῶς ἂν λέγοι, ἀλλʼ εἰ μὴ τό τε Ἀθηναίων καὶ τὸ Λακεδαιμονίων κοινῇ διανόημα ἤμυνεν τὴν ἐπιοῦσαν δουλείαν, σχεδὸν ἂν ἤδη πάντʼ ἦν μεμειγμένα τὰ τῶν Ἑλλήνων γένη ἐν ἀλλήλοις, καὶ βάρβαρα ἐν Ἕλλησι καὶ Ἑλληνικὰ ἐν βαρβάροις, καθάπερ ὧν Πέρσαι τυραννοῦσι τὰ νῦν διαπεφορημένα καὶ συμπεφορημένα κακῶς ἐσπαρμένα κατοικεῖται.
ΑΘ. また、ギリシアが防衛したと言う者も、正しく語っているとは言えないでしょう。 むしろ、アテナイ人とラケダイモン人の共通の決意が迫り来る奴隷状態を防がなかったならば、おそらく今やギリシア人の諸部族はすべて互いに混ざり合い、ギリシア人の中に野蛮人が、野蛮人の中にギリシア人が混ざり合っていたことでしょう。 まるで、現在ペルシア人が専制支配している諸民族が、ばらばらに散らされ、また不当にかき集められて、悪しく分散された状態で居住しているかのように。
ταῦτʼ, ὦ Κλεινία καὶ Μέγιλλε, ἔχομεν ἐπιτιμᾶν τοῖς τε πάλαι πολιτικοῖς λεγομένοις καὶ νομοθέταις καὶ τοῖς νῦν, ἵνα τὰς αἰτίας αὐτῶν ἀναζητοῦντες, ἀνευρίσκωμεν τί παρὰ ταῦτα ἔδει πράττειν ἄλλο·
クレイニアスとメギロスよ、これらが、私たちがかつて政治家や立法者と呼ばれた人々、および現代の人々を非難すべき点です。 それは、その原因を詮索することによって、これらとは別に何をなすべきであったかを見出すためです。
οἷον δὴ καὶ τὸ παρὸν εἴπομεν, ὡς ἄρα οὐ δεῖ μεγάλας ἀρχὰς οὐδʼ αὖ ἀμείκτους νομοθετεῖν, διανοηθέντας τὸ τοιόνδε, ὅτι πόλιν ἐλευθέραν τε εἶναι δεῖ καὶ ἔμφρονα καὶ ἑαυτῇ φίλην, καὶ τὸν νομοθετοῦντα πρὸς ταῦτα βλέποντα δεῖ νομοθετεῖν.
たとえば、今述べたように、大きな権力や、あるいは混ざり合っていない(制限のない)権力を法制化してはならないということです。 それは、国家は自由で、思慮深く、またそれ自体と親密でなければならず、法を制定する者はこれらを目指して法を制定すべきであるということを考慮してのことです。
μὴ θαυμάσωμεν δὲ εἰ πολλάκις ἤδη προθέμενοι ἄττα, εἰρήκαμεν ὅτι πρὸς ταῦτα δεῖ νομοθετεῖν βλέποντα τὸν νομοθέτην, τὰ δὲ προτεθέντα οὐ ταὐτὰ ἡμῖν φαίνεται ἑκάστοτε·
しかし、私たちがこれまで何度も特定の目標を掲げて、立法者はこれらを見据えて法を制定すべきだと語りながら、その掲げられた目標が毎回、私たちにとって同じものではないように見えるとしても、驚かないようにしましょう。
ἀλλὰ ἀναλογίζεσθαι χρή, ὅταν πρὸς τὸ σωφρονεῖν φῶμεν δεῖν βλέπειν, ἢ πρὸς φρόνησιν ἢ φιλίαν, ὡς ἔσθʼ οὗτος ὁ σκοπὸς οὐχ ἕτερος ἀλλʼ ὁ αὐτός, καὶ ἄλλα δὴ πολλὰ ἡμᾶς τοιαῦτα ἂν γίγνηται ῥήματα μὴ διαταραττέτω.
むしろ、私たちが節制を目指すべきだ、あるいは思慮や友愛を目指すべきだと言うとき、この目標は別のものではなく同一のものであるということを考慮すべきです。 そして、他にもこのような多くの言葉遣いが生じるとしても、私たちを混乱させないようにしましょう。
ΚΛ. πειρασόμεθα ποιεῖν οὕτως ἐπανιόντες τοὺς λόγους·
ΚΛ. 議論に立ち返りながら、そのようにするよう努めましょう。
καὶ νῦν δὴ τὸ περὶ τῆς φιλίας τε καὶ φρονήσεως καὶ ἐλευθερίας, πρὸς ὅτι βουλόμενος ἔμελλες λέγειν δεῖν στοχάζεσθαι τὸν νομοθέτην, λέγε.
そして今、友愛と、思慮と、自由について、あなたがどういう意図で、それらを立法者が目指すべきだと言おうとしていたのか、語ってください。
ΑΘ. ἄκουσον δή νυν.
ΑΘ. では聞いてください。
εἰσὶν πολιτειῶν οἷον μητέρες δύο τινές, ἐξ ὧν τὰς ἄλλας γεγονέναι λέγων ἄν τις ὀρθῶς λέγοι, καὶ τὴν μὲν προσαγορεύειν μοναρχίαν ὀρθόν, τὴν δʼ αὖ δημοκρατίαν, καὶ τῆς μὲν τὸ Περσῶν γένος ἄκρον ἔχειν, τῆς δὲ ἡμᾶς·
国制にはいわば二つの母のようなものがあり、他のすべての国制はこれらから生じたと言うなら、正しく語っていることになるでしょう。 その一方を君主制と呼ぶのが正しく、他方を民主制と呼ぶのが正しいのです。 そして、一方(君主制)はペルシアの民が、他方(民主制)は私たちがその頂点を持っています。
αἱ δʼ ἄλλαι σχεδὸν ἅπασαι, καθάπερ εἶπον, ἐκ τούτων εἰσὶ διαπεποικιλμέναι.
他のほとんどすべての国制は、私が言ったように、これらから多様に織り交ぜられてできています。
δεῖ δὴ οὖν καὶ ἀναγκαῖον μεταλαβεῖν ἀμφοῖν τούτοιν, εἴπερ ἐλευθερία τʼ ἔσται καὶ φιλία μετὰ φρονήσεως·
したがって、自由と、思慮を伴う友愛が存在するためには、これら両方の性質を分かち持つことが必要不可欠なのです。
ὃ δὴ βούλεται ἡμῖν ὁ λόγος προστάττειν, λέγων ὡς οὐκ ἄν ποτε τούτων πόλις ἄμοιρος γενομένη πολιτευθῆναι δύναιτʼ ἂν καλῶς.
これこそ、私たちの議論が指示しようとしていることであり、これらのいずれかを欠いた国家は、決して良好に治められることはないと言っているのです。
ΚΛ. πῶς γὰρ ἄν;
ΚΛ. どうしてできましょうか(いや、できないでしょう)。
§3.694ΑΘ. ἡ μὲν τοίνυν τὸ μοναρχικόν, ἡ δὲ τὸ ἐλεύθερον ἀγαπήσασα μειζόνως ἢ ἔδει μόνον, οὐδετέρα τὰ μέτρια κέκτηται τούτων, αἱ δὲ ὑμέτεραι, ἥ τε Λακωνικὴ καὶ Κρητική, μᾶλλον·
ΑΘ. そこで、一方は君主制の要素を、他方は自由の要素を、あるべき度合いを超えてそれだけを愛したため、どちらもそれらの適度な調和を手に入れていません。 しかし、あなた方の国制、すなわちラケダイモンとクレタの国制は、より多くそれを持っています。
Ἀθηναῖοι δὲ καὶ Πέρσαι τὸ μὲν πάλαι οὕτω πως, τὸ νῦν δὲ ἧττον.
アテナイ人とペルシア人は、昔はある程度そうでしたが、現在はそれ以下です。
τὰ δʼ αἴτια διέλθωμεν·
その原因を検討しましょう。
ἦ γάρ;
よろしいですか。
ΚΛ. πάντως, εἴ γέ που μέλλομεν ὃ προυθέμεθα περαίνειν.
ΚΛ. ぜひそうしましょう、私たちが目指したことを成し遂げようとするのであれば。
ΑΘ. ἀκούωμεν δή.
ΑΘ. では聞いてください。
Πέρσαι γάρ, ὅτε μὲν τὸ μέτριον μᾶλλον δουλείας τε καὶ ἐλευθερίας ἦγον ἐπὶ Κύρου, πρῶτον μὲν ἐλεύθεροι ἐγένοντο, ἔπειτα δὲ ἄλλων πολλῶν δεσπόται.
ペルシア人は、キュロスの下で、隷属と自由の適度な中間を保っていたとき、第一に彼ら自身が自由になり、第二に他の多くの者たちの支配者となりました。
ἐλευθερίας γὰρ ἄρχοντες μεταδιδόντες ἀρχομένοις καὶ ἐπὶ τὸ ἴσον ἄγοντες, μᾶλλον φίλοι τε ἦσαν στρατιῶται στρατηγοῖς καὶ προθύμους αὑτοὺς ἐν τοῖς κινδύνοις παρείχοντο·
なぜなら、支配者たちが被支配者たちに自由を分け与え、平等な立場へと導いたので、兵士たちは将軍たちに対してより好意的になり、危険に際しても自ら進んで励んだからです。
καὶ εἴ τις αὖ φρόνιμος ἦν ἐν αὐτοῖς καὶ βουλεύειν δυνατός, οὐ φθονεροῦ τοῦ βασιλέως ὄντος, διδόντος δὲ παρρησίαν καὶ τιμῶντος τοὺς εἴς τι δυναμένους συμβουλεύειν, κοινὴν τὴν τοῦ φρονεῖν εἰς τὸ μέσον παρείχετο δύναμιν, καὶ πάντα δὴ τότε ἐπέδωκεν αὐτοῖς διʼ ἐλευθερίαν τε καὶ φιλίαν καὶ νοῦ κοινωνίαν.
また、もし彼らの中に思慮深く、助言を与える能力のある者がいれば、王が嫉妬せず、むしろ発言の自由を与え、助言する能力のある者を尊重したため、その者は思慮の能力を公共の利益のために提供しました。 こうして当時、彼らにとって、自由と友愛と知性の共有によって、すべてが向上したのです。
ΚΛ. ἔοικέν γέ πως τὰ λεγόμενα οὕτω γεγονέναι.
ΚΛ. 語られていることは、どうやらそのように起こったように思われます。
ΑΘ. πῇ δὴ οὖν ποτε ἀπώλετο ἐπὶ Καμβύσου καὶ πάλιν ἐπὶ Δαρείου σχεδὸν ἐσώθη;
ΑΘ. では、それがカンビュセスの下でなぜ滅び、ダーレイオスの下で再びほぼ救われたのでしょうか。
βούλεσθε οἷον μαντείᾳ διανοηθέντες χρώμεθα;
私たちは、いわば予言のような推測を用いて考えてみましょうか。
ΚΛ. φέρει γοῦν ἡμῖν σκέψιν τοῦτο ἐφʼ ὅπερ ὡρμήκαμεν.
ΚΛ. ともかくそれは、私たちが向かっている探究に役立つでしょう。
ΑΘ. μαντεύομαι δὴ νῦν περί γε Κύρου, τὰ μὲν ἄλλʼ αὐτὸν στρατηγόν τε ἀγαθὸν εἶναι καὶ φιλόπολιν, παιδείας δὲ ὀρθῆς οὐχ ἧφθαι τὸ παράπαν, οἰκονομίᾳ τε οὐδὲν τὸν νοῦν προσεσχηκέναι.
ΑΘ. では私は、キュロスについて予言しましょう。 彼は他の点では優れた将軍であり、愛国的な人物であったものの、正しい教育には全く触れておらず、家政に全く心を配っていなかった、ということです。
ΚΛ. πῶς δὴ τὸ τοιοῦτον φῶμεν;
ΚΛ. なぜそのように言えるのでしょうか。
ΑΘ. ἔοικεν ἐκ νέου στρατεύεσθαι διὰ βίου, ταῖς γυναιξὶν παραδοὺς τοὺς παῖδας τρέφειν.
ΑΘ. 彼は若い頃から生涯を通じて従軍しており、子供たちの養育を女たちに委ねていたようです。
αἱ δὲ ὡς εὐδαίμονας αὐτοὺς ἐκ τῶν παίδων εὐθὺς καὶ μακαρίους ἤδη γεγονότας καὶ ἐπιδεεῖς ὄντας τούτων οὐδενὸς ἔτρεφον·
そして女たちは、子供たちが子供の頃からすでに極めて幸福で恵まれており、何一つ不足していない者であるとして育てました。
κωλύουσαι δὲ ὡς οὖσιν ἱκανῶς εὐδαίμοσιν μήτε αὐτοῖς ἐναντιοῦσθαι μηδένα εἰς μηδέν, ἐπαινεῖν τε ἀναγκάζουσαι πάντας τὸ λεγόμενον ἢ πραττόμενον ὑπʼ αὐτῶν, ἔθρεψαν τοιούτους τινάς.
彼らが十分に幸福であるとして、誰一人として彼らに何事においても反対することを許さず、また誰もが彼らの言うことや行うことを賞賛せざるを得ないようにしたため、彼らをそのような人間に育て上げてしまったのです。
ΚΛ. καλήν, ὡς ἔοικας, τροφὴν εἴρηκας.
ΚΛ. 見事な養育について語られたようですね。
ΑΘ. γυναικείαν μὲν οὖν βασιλίδων γυναικῶν νεωστὶ γεγονυιῶν πλουσίων, καὶ ἐν ἀνδρῶν ἐρημίᾳ, διὰ τὸ μὴ σχολάζειν ὑπὸ πολέμων καὶ πολλῶν κινδύνων, τοὺς παῖδας τρεφουσῶν.
ΑΘ. いや、むしろ、戦争や多くの危険のために男たちが暇を持てず不在である中で、新しく富裕になった王室の女たちが子供たちを育てるという、女たちの養育なのです。
ΚΛ. ἔχει γὰρ λόγον.
ΚΛ. 筋が通っています。

語釈・文法注

  1. 693aκαθάπερ ὧν Πέρσαι τυραννοῦσι — 関係代名詞 `ὧν` は、先行する指示代名詞(`τούτων` または `τῶν ἐθνῶν`)が省略されたものであり、関係節内の動詞 `τυραννοῦσι` が属格支配の動詞(「〜を専制支配する」)であるために属格をとっている。
  2. 694bοὐ φθονεροῦ τοῦ βασιλέως ὄντος — 属格独立構文(Genitive Absolute)であり、`τοῦ βασιλέως` が主語、`ὄντος`, `διδόντος`, `τιμῶντος` がそれぞれ分詞として並列されて、キュロスの寛大な統治姿勢という原因・理由を表している。
  3. 694dὡς εὐδαίμονας αὐτοὺς ἐκ τῶν παίδων εὐθὺς καὶ μακαρίους ἤδη γεγονότας — 主観的な理由や見なしを表す接合辞 `ὡς` が、対格の分詞 `γεγονότας`(および省略された `ὄντας`)に係る構造。`ἐκ τῶν παίδων εὐθὺς` は「子供の時から直ちに(幼少期からずっと)」を意味する慣用表現。

この箇所を引用する

プラトン, 法律 §3.693-3.694. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:3.693-3.694

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。