§3.692ΑΘ. θεὸς εἶναι κηδόμενος ὑμῶν τις, ὃς τὰ μέλλοντα προορῶν, δίδυμον ὑμῖν φυτεύσας τὴν τῶν βασιλέων γένεσιν ἐκ μονογενοῦς, εἰς τὸ μέτριον μᾶλλον συνέστειλε.
ΑΘ. 「それは、あなた方を気遣うある神がいて、未来を見通し、あなた方の王家の血統を、一人のものから二重のものへと植え付け、それによって、より適度なものへと縮小(抑制)したのです。
καὶ μετὰ τοῦτο ἔτι φύσις τις ἀνθρωπίνη μεμειγμένη θείᾳ τινὶ δυνάμει, κατιδοῦσα ὑμῶν τὴν ἀρχὴν φλεγμαίνουσαν ἔτι, μείγνυσιν τὴν κατὰ γῆρας σώφρονα δύναμιν τῇ κατὰ γένος αὐθάδει ῥώμῃ, τὴν τῶν ὀκτὼ καὶ εἴκοσι γερόντων ἰσόψηφον εἰς τὰ μέγιστα τῇ τῶν βασιλέων ποιήσασα δυνάμει.
そしてこの後、さらに神的な力と混ざり合ったある人間の本性が、あなた方の支配権が依然として熱を帯びているのを見て、高齢に伴う思慮深い力を、血統による傲慢な力に混ぜ合わせました。 それは、二十八人の長老の力を、最も重大な事柄において王たちの力と同等の票を持つものとすることによってなされました。
ὁ δὲ τρίτος σωτὴρ ὑμῖν ἔτι σπαργῶσαν καὶ θυμουμένην τὴν ἀρχὴν ὁρῶν, οἷον ψάλιον ἐνέβαλεν αὐτῇ τὴν τῶν ἐφόρων δύναμιν, ἐγγὺς τῆς κληρωτῆς ἀγαγὼν δυνάμεως·
そして、第三の救済者は、あなた方の支配権がなおも膨れ上がり、怒り狂っているのを見て、それにいわば轡(くつわ)として監督官の力を投げ入れ、それを抽選による力へと近づけました。
καὶ κατὰ δὴ τοῦτον τὸν λόγον ἡ βασιλεία παρʼ ὑμῖν, ἐξ ὧν ἔδει σύμμεικτος γενομένη καὶ μέτρον ἔχουσα, σωθεῖσα αὐτὴ σωτηρίας τοῖς ἄλλοις γέγονεν αἰτία.
そして実にこの道理に従って、あなた方のところの王政は、必要な要素から混合されたものとなり、適度を持つようになって、それ自体が救われただけでなく、他の者たちにとっても救済の要因となったのです。
ἐπεὶ ἐπί γε Τημένῳ καὶ Κρεσφόντῃ καὶ τοῖς τότε νομοθέταις, οἵτινες ἄρα ἦσαν νομοθετοῦντες, οὐδʼ ἡ Ἀριστοδήμου μερὶς ἐσώθη ποτʼ ἄν—οὐ γὰρ ἱκανῶς ἦσαν νομοθεσίας ἔμπειροι·
なぜなら、ティメノスやクレスポンテス、そして当時の立法者たち(彼らが誰であれ立法を行っていた人々)の下では、アリストデモスの分け前さえも決して救われなかったでしょうから。 というのも、彼らは立法について十分に熟達していなかったからです。
σχεδὸν γὰρ οὐκ ἄν ποτʼ ᾠήθησαν ὅρκοις μετριάσαι ψυχὴν νέαν, λαβοῦσαν ἀρχὴν ἐξ ἧς δυνατὸν ἦν τυραννίδα γενέσθαι—νῦν δʼ ὁ θεὸς ἔδειξεν οἵαν ἔδει καὶ δεῖ δὴ τὴν μενοῦσαν μάλιστα ἀρχὴν γίγνεσθαι.
彼らは、僭主政治になり得るような支配権を手に入れた若い魂を、誓いによって適度に抑えることができるとは、およそ考えもしなかったでしょう。 しかし今や神は、最も永続すべき支配権がいかにあるべきであったか、そして実にいかにあるべきかを示されました。
τὸ δὲ παρʼ ἡμῶν γιγνώσκεσθαι ταῦτα, ὅπερ εἶπον ἔμπροσθεν, νῦν μὲν γενόμενον οὐδὲν σοφόν—ἐκ γὰρ παραδείγματος ὁρᾶν γεγονότος οὐδὲν χαλεπόν—εἰ δʼ ἦν τις προορῶν τότε ταῦτα καὶ δυνάμενος μετριάσαι τὰς ἀρχὰς καὶ μίαν ἐκ τριῶν ποιῆσαι, τά τε νοηθέντα ἂν καλὰ τότε πάντα ἀπέσωσε καὶ οὐκ ἄν ποτε ὁ Περσικὸς ἐπὶ τὴν Ἑλλάδα οὐδʼ ἄλλος οὐδεὶς στόλος ἂν ὥρμησε, καταφρονήσας ὡς ὄντων ἡμῶν βραχέος ἀξίων.
しかし、私たちがこれらを理解することは、先に私が述べたように、今となっては何も知恵を要することではありません。 すでに起こった実例から見ることは何ら難しくないからです。 しかし、もし当時これらのことを見通し、支配権を適度に抑え、三つのものから一つを作ることができた者がいたなら、当時考え出されたであろうすべての優れたものを救ったでしょうし、ペルシアの遠征軍も、他のいかなる遠征軍も、私たちが取るに足らない価値しかないと見下して、ギリシアへと押し寄せることは決してなかったでしょう。
ΚΛ. ἀληθῆ λέγεις.
」 ΚΛ. 「おっしゃる通りです。
ΑΘ. αἰσχρῶς γοῦν ἠμύναντο αὐτούς, ὦ Κλεινία.
」 ΑΘ. 「ともかく、彼らは恥ずべき形で敵を防いだのです、クレイニアスよ。
τὸ δʼ αἰσχρὸν λέγω οὐχ ὡς οὐ νικῶντές γε οἱ τότε καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν καλὰς νενικήκασι μάχας·
私が恥ずべきと言うのは、当時の人々が陸上でも海上でも勝利を収めず、輝かしい戦いに勝利しなかったという意味ではありません。
ἀλλὰ ὅ φημι αἰσχρὸν τότʼ εἶναι, τόδε λέγω, τὸ πρῶτον μὲν ἐκείνων τῶν πόλεων τριῶν οὐσῶν μίαν ὑπὲρ τῆς Ἑλλάδος ἀμῦναι, τὼ δὲ δύο κακῶς οὕτως εἶναι διεφθαρμένα, ὥστε ἡ μὲν καὶ Λακεδαίμονα διεκώλυεν ἐπαμύνειν αὐτῇ, πολεμοῦσα αὐτῇ κατὰ κράτος, ἡ δʼ αὖ πρωτεύουσα ἐν τοῖς τότε χρόνοις τοῖς περὶ τὴν διανομήν, ἡ περὶ τὸ Ἄργος, παρακαλουμένη ἀμύνειν τὸν βάρβαρον οὔθʼ ὑπήκουσεν οὔτʼ ἤμυνεν.
しかし、当時恥ずべきであったと私が主張するのは、次のことです。 第一に、それら三つの都市のうち、ただ一つだけがギリシアのために防戦し、他の二つは非常に無残に破滅していたため、そのうちの一方はスパルタと全力で戦うことで、スパルタがギリシアを救援するのを妨げさえし、また、当時は分配の点において第一位であった他方、すなわちアルゴスは、野蛮人を防ぐよう要請されたにもかかわらず、応じることも防戦することもしなかった、ということです。
πολλὰ δὲ λέγων ἄν τις τὰ τότε γενόμενα περὶ ἐκεῖνον τὸν πόλεμον, τῆς Ἑλλάδος οὐδαμῶς εὐσχήμονα ἂν κατηγοροῖ·
あの戦争に関して当時に起こった多くのことを語るなら、ギリシアについて決して名誉とは言えない非難をすることになるでしょう。 」