Humanitext Reader

柏拉图 · 法律篇 §3.693-3.694

两种根本政体与波斯在居鲁士时期的盛衰

第 39 段,共 186 段 · 希腊语

内容简介

雅典人指出,只有雅典和斯巴达的联手抗敌才保全了希腊,并阐明立法的核心在于让城邦兼具自由、智慧与内部和谐。他将政体源头分为君主制与民主制,并通过居鲁士时期波斯的兴盛及其后代的衰败,分析了因缺乏正确家庭教育而导致政权败坏的根源。

§3.693ΑΘ. οὐδʼ αὖ ἀμύνασθαι τήν γε Ἑλλάδα λέγων ὀρθῶς ἂν λέγοι, ἀλλʼ εἰ μὴ τό τε Ἀθηναίων καὶ τὸ Λακεδαιμονίων κοινῇ διανόημα ἤμυνεν τὴν ἐπιοῦσαν δουλείαν, σχεδὸν ἂν ἤδη πάντʼ ἦν μεμειγμένα τὰ τῶν Ἑλλήνων γένη ἐν ἀλλήλοις, καὶ βάρβαρα ἐν Ἕλλησι καὶ Ἑλληνικὰ ἐν βαρβάροις, καθάπερ ὧν Πέρσαι τυραννοῦσι τὰ νῦν διαπεφορημένα καὶ συμπεφορημένα κακῶς ἐσπαρμένα κατοικεῖται.
雅典人:此外,如果说希腊本身进行了防守,那也是不正确的;相反,如果不是雅典人和拉刻代蒙人的共同决心击退了即将来临的奴役,那么几乎所有希腊人的族群现在都早已互相混杂——蛮族混于希腊人中,希腊人混于蛮族中,正如如今在波斯人专制统治下的那些民族一样,他们被拆散又被胡乱拼凑在一起,以极坏的分散状态居住着。
ταῦτʼ, ὦ Κλεινία καὶ Μέγιλλε, ἔχομεν ἐπιτιμᾶν τοῖς τε πάλαι πολιτικοῖς λεγομένοις καὶ νομοθέταις καὶ τοῖς νῦν, ἵνα τὰς αἰτίας αὐτῶν ἀναζητοῦντες, ἀνευρίσκωμεν τί παρὰ ταῦτα ἔδει πράττειν ἄλλο· οἷον δὴ καὶ τὸ παρὸν εἴπομεν, ὡς ἄρα οὐ δεῖ μεγάλας ἀρχὰς οὐδʼ αὖ ἀμείκτους νομοθετεῖν, διανοηθέντας τὸ τοιόνδε, ὅτι πόλιν ἐλευθέραν τε εἶναι δεῖ καὶ ἔμφρονα καὶ ἑαυτῇ φίλην, καὶ τὸν νομοθετοῦντα πρὸς ταῦτα βλέποντα δεῖ νομοθετεῖν.
克莱尼亚斯和梅吉洛斯啊,这些就是我们可以指责那些过去被称为政治家和立法者的人以及现在的人的地方,以便通过寻找它们的原因,我们能够发现除了这些之外,当时还应该做些什么其他的事情;正如我们刚才所说的那样,绝对不应该立法确立庞大或未经过混合的权力,因为要考虑到这一点:一个城邦必须是自由的、聪慧的、并且内部和谐友好的,而立法者在制定法律时必须瞩目于这些目标。
μὴ θαυμάσωμεν δὲ εἰ πολλάκις ἤδη προθέμενοι ἄττα, εἰρήκαμεν ὅτι πρὸς ταῦτα δεῖ νομοθετεῖν βλέποντα τὸν νομοθέτην, τὰ δὲ προτεθέντα οὐ ταὐτὰ ἡμῖν φαίνεται ἑκάστοτε· ἀλλὰ ἀναλογίζεσθαι χρή, ὅταν πρὸς τὸ σωφρονεῖν φῶμεν δεῖν βλέπειν, ἢ πρὸς φρόνησιν ἢ φιλίαν, ὡς ἔσθʼ οὗτος ὁ σκοπὸς οὐχ ἕτερος ἀλλʼ ὁ αὐτός, καὶ ἄλλα δὴ πολλὰ ἡμᾶς τοιαῦτα ἂν γίγνηται ῥήματα μὴ διαταραττέτω.
但是,如果我们虽然已经多次提出某些目标,并说过立法者必须瞩目于这些目标来制定法律,而每次提出的目标在我们看来却不尽相同,我们也不必感到奇怪;而应当考虑到,当我们说必须瞩目于节制、智慧或友谊时,这一目标并非不同,而是同一个;如果再出现许多其他类似的言辞,也不要让我们感到困惑。
ΚΛ. πειρασόμεθα ποιεῖν οὕτως ἐπανιόντες τοὺς λόγους·
克莱尼亚斯:我们在回顾这些论述时会努力这样做。
καὶ νῦν δὴ τὸ περὶ τῆς φιλίας τε καὶ φρονήσεως καὶ ἐλευθερίας, πρὸς ὅτι βουλόμενος ἔμελλες λέγειν δεῖν στοχάζεσθαι τὸν νομοθέτην, λέγε.
而现在,关于友谊、智慧和自由,你究竟是出于何种考量,想要说立法者必须以此为目标,请讲吧。
ΑΘ. ἄκουσον δή νυν.
雅典人:那么请听。
εἰσὶν πολιτειῶν οἷον μητέρες δύο τινές, ἐξ ὧν τὰς ἄλλας γεγονέναι λέγων ἄν τις ὀρθῶς λέγοι, καὶ τὴν μὲν προσαγορεύειν μοναρχίαν ὀρθόν, τὴν δʼ αὖ δημοκρατίαν, καὶ τῆς μὲν τὸ Περσῶν γένος ἄκρον ἔχειν, τῆς δὲ ἡμᾶς· αἱ δʼ ἄλλαι σχεδὸν ἅπασαι, καθάπερ εἶπον, ἐκ τούτων εἰσὶ διαπεποικιλμέναι.
政体有两类母体,如果有人说其他政体都是从这两类中产生出来的,那他就说得很对;将其中一种称为君主制,而将另一种称为民主制,这是正确的。 其中,波斯民族拥有前者的极端,而我们拥有后者的极端;而正如我所说,几乎所有其他政体都是从这两者中交织变化而来的。
δεῖ δὴ οὖν καὶ ἀναγκαῖον μεταλαβεῖν ἀμφοῖν τούτοιν, εἴπερ ἐλευθερία τʼ ἔσται καὶ φιλία μετὰ φρονήσεως· ὃ δὴ βούλεται ἡμῖν ὁ λόγος προστάττειν, λέγων ὡς οὐκ ἄν ποτε τούτων πόλις ἄμοιρος γενομένη πολιτευθῆναι δύναιτʼ ἂν καλῶς.
因此,如果想要拥有自由和伴随着智慧的友谊,就必须且必然要分有这两者;这正是我们的论述想要嘱咐的,它指出,一个城邦如果缺乏这些,就绝不可能得到良好的治理。
ΚΛ. πῶς γὰρ ἄν;
克莱尼亚斯:确实,怎么可能呢?
§3.694ΑΘ. ἡ μὲν τοίνυν τὸ μοναρχικόν, ἡ δὲ τὸ ἐλεύθερον ἀγαπήσασα μειζόνως ἢ ἔδει μόνον, οὐδετέρα τὰ μέτρια κέκτηται τούτων, αἱ δὲ ὑμέτεραι, ἥ τε Λακωνικὴ καὶ Κρητική, μᾶλλον·
雅典人:既然如此,一方过于偏爱君主专制,而另一方过于偏爱自由,超出了应有的度,那么这两者都没有获得适度;而你们的政体,即拉科尼亚和克里特的政体,则较多地拥有了适度。
Ἀθηναῖοι δὲ καὶ Πέρσαι τὸ μὲν πάλαι οὕτω πως, τὸ νῦν δὲ ἧττον.
雅典人和波斯人在古时候也是在某种程度上拥有它的,但现在则少了。
τὰ δʼ αἴτια διέλθωμεν·
让我们探讨一下其中的原因,好吗?
ἦ γάρ; ΚΛ. πάντως, εἴ γέ που μέλλομεν ὃ προυθέμεθα περαίνειν.
克莱尼亚斯:当然,如果我们打算完成我们设定的目标。
ΑΘ. ἀκούωμεν δή.
雅典人:那么请听。
Πέρσαι γάρ, ὅτε μὲν τὸ μέτριον μᾶλλον δουλείας τε καὶ ἐλευθερίας ἦγον ἐπὶ Κύρου, πρῶτον μὲν ἐλεύθεροι ἐγένοντο, ἔπειτα δὲ ἄλλων πολλῶν δεσπόται.
因为波斯人在居鲁士时代,当他们在奴役与自由之间保持了较合理的适度时,首先他们自己获得了自由,其次成为了许多其他民族的主宰。
ἐλευθερίας γὰρ ἄρχοντες μεταδιδόντες ἀρχομένοις καὶ ἐπὶ τὸ ἴσον ἄγοντες, μᾶλλον φίλοι τε ἦσαν στρατιῶται στρατηγοῖς καὶ προθύμους αὑτοὺς ἐν τοῖς κινδύνοις παρείχοντο· καὶ εἴ τις αὖ φρόνιμος ἦν ἐν αὐτοῖς καὶ βουλεύειν δυνατός, οὐ φθονεροῦ τοῦ βασιλέως ὄντος, διδόντος δὲ παρρησίαν καὶ τιμῶντος τοὺς εἴς τι δυναμένους συμβουλεύειν, κοινὴν τὴν τοῦ φρονεῖν εἰς τὸ μέσον παρείχετο δύναμιν, καὶ πάντα δὴ τότε ἐπέδωκεν αὐτοῖς διʼ ἐλευθερίαν τε καὶ φιλίαν καὶ νοῦ κοινωνίαν.
因为统治者把自由分享给被统治者,并引导他们走向平等,兵士们对将领们也更加友好,并且在面临危险时表现得十分踊跃;而且,如果他们当中有人是聪慧且能够出谋划策的,由于国王并不嫉妒,反而给予他们言论自由,并尊重那些能够提供建议的人,他就把这种智慧的力量贡献出来供大家共享;当时,由于自由、友谊和心智的共享,他们的一切都得到了极大的提升。
ΚΛ. ἔοικέν γέ πως τὰ λεγόμενα οὕτω γεγονέναι.
克莱尼亚斯:所说的事情看来确实是这样发生的。
ΑΘ. πῇ δὴ οὖν ποτε ἀπώλετο ἐπὶ Καμβύσου καὶ πάλιν ἐπὶ Δαρείου σχεδὸν ἐσώθη;
雅典人:那么,这究竟为什么在冈比西斯时代毁灭,又在达利乌斯时代几乎得以重整呢?
βούλεσθε οἷον μαντείᾳ διανοηθέντες χρώμεθα;
你们愿意让我们用一种预言般的推测来思考吗?
ΚΛ. φέρει γοῦν ἡμῖν σκέψιν τοῦτο ἐφʼ ὅπερ ὡρμήκαμεν.
克莱尼亚斯:这至少能为我们正致力于探讨的主题提供切入点。
ΑΘ. μαντεύομαι δὴ νῦν περί γε Κύρου, τὰ μὲν ἄλλʼ αὐτὸν στρατηγόν τε ἀγαθὸν εἶναι καὶ φιλόπολιν, παιδείας δὲ ὀρθῆς οὐχ ἧφθαι τὸ παράπαν, οἰκονομίᾳ τε οὐδὲν τὸν νοῦν προσεσχηκέναι.
雅典人:我现在的推测是关于居鲁士的:他在其他方面是一个优秀的将领,且热爱自己的城邦,但他根本没有接触过正确的教育,也完全没有把心思放在家政上。
ΚΛ. πῶς δὴ τὸ τοιοῦτον φῶμεν;
克莱尼亚斯:这又该怎么说呢?
ΑΘ. ἔοικεν ἐκ νέου στρατεύεσθαι διὰ βίου, ταῖς γυναιξὶν παραδοὺς τοὺς παῖδας τρέφειν.
雅典人:他似乎自幼便终生在外征战,将孩子们交由妇女们抚育。
αἱ δὲ ὡς εὐδαίμονας αὐτοὺς ἐκ τῶν παίδων εὐθὺς καὶ μακαρίους ἤδη γεγονότας καὶ ἐπιδεεῖς ὄντας τούτων οὐδενὸς ἔτρεφον· κωλύουσαι δὲ ὡς οὖσιν ἱκανῶς εὐδαίμοσιν μήτε αὐτοῖς ἐναντιοῦσθαι μηδένα εἰς μηδέν, ἐπαινεῖν τε ἀναγκάζουσαι πάντας τὸ λεγόμενον ἢ πραττόμενον ὑπʼ αὐτῶν, ἔθρεψαν τοιούτους τινάς.
而妇女们在抚养他们时,仿佛他们从小就已经是无比幸福和受神赐福的,不需要任何这些东西;妇女们视他们为足够幸福的人,不准任何人因任何事去违逆他们,并强迫所有人对他们所说所做的一切赞赏有加,就这样把他们培养成了这样的人。
ΚΛ. καλήν, ὡς ἔοικας, τροφὴν εἴρηκας.
克莱尼亚斯:正如你所说,这可真是“极好”的抚养方式啊。
ΑΘ. γυναικείαν μὲν οὖν βασιλίδων γυναικῶν νεωστὶ γεγονυιῶν πλουσίων, καὶ ἐν ἀνδρῶν ἐρημίᾳ, διὰ τὸ μὴ σχολάζειν ὑπὸ πολέμων καὶ πολλῶν κινδύνων, τοὺς παῖδας τρεφουσῶν.
雅典人:的确,这是一种妇人之道,是由那些新近致富的王室妇女,在男子因战争和重重险境而无暇顾及、家中缺乏男子的情况下,所进行的抚育。
ΚΛ. ἔχει γὰρ λόγον.
克莱尼亚斯:这确实有道理。

词汇与语法注释

  1. 693aκαθάπερ ὧν Πέρσαι τυραννοῦσι — 关系代词 `ὧν` 省略了其先行词(如 `τούτων` 或 `τῶν ἐθνῶν`),并且由于关系从句中的动词 `τυραννοῦσι` 支配属格,因而呈现属格形式。
  2. 694bοὐ φθονεροῦ τοῦ βασιλέως ὄντος — 此为属格独立结构(Genitive Absolute),其中 `τοῦ βασιλέως` 为逻辑主语,`ὄντος`、`διδόντος` 和 `τιμῶντος` 为并列的分词,用以表示居鲁士宽大统治这一原因或背景。
  3. 694dὡς εὐδαίμονας αὐτοὺς ἐκ τῶν παίδων εὐθὺς καὶ μακαρίους ἤδη γεγονότας — 此处助词 `ὡς` 与宾格分词 `γεγονότας`(以及省略的 `ὄντας`)连用,表示妇女们主观上的认定或理由。短语 `ἐκ τῶν παίδων εὐθὺς` 是习惯表达,意为“从小就立时(自幼便一直)”。

引用这一段

柏拉图, 法律篇 §3.693-3.694. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:3.693-3.694

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。