§3.695ΑΘ. ὁ δὲ πατήρ γε αὐτοῖς αὖ ποίμνια μὲν καὶ πρόβατα καὶ ἀγέλας ἀνδρῶν τε καὶ ἄλλων πολλῶν πολλὰς ἐκτᾶτο, αὐτοὺς δὲ οἷς ταῦτα παραδώσειν ἔμελλεν ἠγνόει τὴν πατρῴαν οὐ παιδευομένους τέχνην, οὖσαν Περσικήν—ποιμένων ὄντων Περσῶν, τραχείας χώρας ἐκγόνων—σκληρὰν καὶ ἱκανὴν ποιμένας ἀπεργάζεσθαι μάλα ἰσχυροὺς καὶ δυναμένους θυραυλεῖν καὶ ἀγρυπνεῖν καὶ εἰ στρατεύεσθαι δέοι στρατεύεσθαι·
ΑΘ. しかし、彼らの父親は、彼らのために羊や山羊の群れ、そして人間やその他の多くの家畜の群れを数多く手に入れましたが、これらを引き渡すはずであった子供たち自身が、父親の技術、すなわちペルシアの技術を学んでいないことに気づいていませんでした。 そのペルシアの技術とは、ペルシア人が羊飼いであり、険しい土地の末裔であることから、厳格で、極めて力強く、野宿し、夜を徹し、もし軍事行動が必要なら従軍できるような羊飼いを作り上げるに十分なものです。
διεφθαρμένην δὲ παιδείαν ὑπὸ τῆς λεγομένης εὐδαιμονίας τὴν Μηδικὴν περιεῖδεν ὑπὸ γυναικῶν τε καὶ εὐνούχων παιδευθέντας αὑτοῦ τοὺς ὑεῖς, ὅθεν ἐγένοντο οἵους ἦν αὐτοὺς εἰκὸς γενέσθαι, τροφῇ ἀνεπιπλήκτῳ τραφέντας.
しかし彼は、いわゆる「幸福」によって台無しにされた教育、すなわちメディア風の教育によって、自分の息子たちが女たちや宦官たちによって教育されるのを放置しました。 その結果、彼らは叱責されることのない養育によって育てられ、彼らがそうなるのが当然であるような人間になったのです。
παραλαβόντες δʼ οὖν οἱ παῖδες τελευτήσαντος Κύρου τρυφῆς μεστοὶ καὶ ἀνεπιπληξίας, πρῶτον μὲν τὸν ἕτερον ἅτερος ἀπέκτεινε τῷ ἴσῳ ἀγανακτῶν, μετὰ δὲ τοῦτο αὐτὸς μαινόμενος ὑπὸ μέθης τε καὶ ἀπαιδευσίας τὴν ἀρχὴν ἀπώλεσεν ὑπὸ Μήδων τε καὶ τοῦ λεγομένου τότε εὐνούχου, καταφρονήσαντος τῆς Καμβύσου μωρίας.
ともあれ、キュロスが亡くなったとき、贅沢と非難のなさに満ちた子供たちが支配権を受け継ぎ、まず一方が他方を、対等であることに不満を抱いて殺害しました。 その後、彼自身も泥酔と無教育によって狂気に陥り、メディア人と、当時そう呼ばれた宦官によって支配権を失いました。 その宦官はカンビュセスの愚かさを軽蔑したのです。
ΚΛ. λέγεται δὴ ταῦτά γε, καὶ ἔοικεν σχεδὸν οὕτω πως γεγονέναι.
ΚΛ. 確かにそのように語られており、ほぼそのように起こったように思われます。
ΑΘ. καὶ μὴν καὶ πάλιν εἰς Πέρσας ἐλθεῖν τὴν ἀρχὴν διὰ Δαρείου καὶ τῶν ἑπτὰ λέγεταί που.
ΑΘ. そしてさらに、ダレイオスと7人の男たちによって、支配権が再びペルシア人に戻ったとも語られていますね。
ΚΛ. τί μήν;
ΚΛ. もちろんです。
ΑΘ. θεωρῶμεν δὴ συνεπόμενοι τῷ λόγῳ.
ΑΘ. では、議論に従って検討しましょう。
Δαρεῖος γὰρ βασιλέως οὐκ ἦν ὑός, παιδείᾳ τε οὐ διατρυφώσῃ τεθραμμένος, ἐλθὼν δʼ εἰς τὴν ἀρχὴν καὶ λαβὼν αὐτὴν ἕβδομος, διείλετο ἑπτὰ μέρη τεμόμενος, ὧν καὶ νῦν ἔτι σμικρὰ ὀνείρατα λέλειπται, καὶ νόμους ἠξίου θέμενος οἰκεῖν ἰσότητα κοινήν τινα εἰσφέρων, καὶ τὸν τοῦ Κύρου δασμόν, ὃν ὑπέσχετο Πέρσαις, εἰς τὸν νόμον ἐνέδει, φιλίαν πορίζων καὶ κοινωνίαν πᾶσιν Πέρσαις, χρήμασι καὶ δωρεαῖς τὸν Περσῶν δῆμον προσαγόμενος·
ダレイオスは王の息子ではなく、贅沢に流れる教育で育てられたのでもありませんでした。 彼は支配権に至り、7番目の者としてそれを得ると、全体を7つの部分に分割しました。 その名残は今でも僅かな夢のように残っています。 そして、共通のある種の平等を導入して、法を制定して治めることをよしとしました。 また、キュロスがペルシア人に約束していた貢納の取り決めを法に組み込み、すべてのペルシア人に友愛と共同体をもたらし、金銭と贈り物を媒介としてペルシアの民衆を味方に引き入れました。
τοιγαροῦν αὐτῷ τὰ στρατεύματα μετʼ εὐνοίας προσεκτήσατο χώρας οὐκ ἐλάττους ὧν κατέλιπε Κῦρος.
それゆえ、軍隊は彼に好意を抱き、キュロスが残したよりも小さくない土地を彼のために獲得したのです。
μετὰ δὲ Δαρεῖον ὁ τῇ βασιλικῇ καὶ τρυφώσῃ πάλιν παιδευθεὶς παιδείᾳ Ξέρξης—
ὦ Δαρεῖε,
εἰπεῖν ἐστιν δικαιότατον ἴσως,
ὃς τὸ Κύρου κακὸν οὐκ ἔμαθες, ἐθρέψω δὲ Ξέρξην ἐν τοῖς αὐτοῖς ἤθεσιν ἐν οἷσπερ Κῦρος Καμβύσην
—ὁ δέ, ἅτε τῶν αὐτῶν παιδειῶν γενόμενος ἔκγονος, παραπλήσια ἀπετέλεσεν τοῖς Καμβύσου παθήμασιν·
しかしダレイオスの後、再び王室の贅沢な教育によって育てられたクセルクセスは—— 「おお、ダレイオスよ」とおそらく言うのが最も正当でしょう、「あなたはキュロスの過ちを学ばず、キュロスがカンビュセスを育てたのと同じ習慣の中でクセルクセスを育ててしまった」 ——そして彼(クセルクセス)は、同じ教育の落とし子であったため、カンビュセスの苦難と酷似した結果をもたらしました。
καὶ σχεδὸν ἔκ γε τοσούτου βασιλεὺς ἐν Πέρσαις οὐδείς πω μέγας ἐγγέγονεν ἀληθῶς, πλήν γε ὀνόματι.
そしてそれ以来、ペルシアにおいて、名ばかりの者を除けば、真に偉大な王はほぼ一人も現れていません。
§3.696ΑΘ. τὸ δʼ αἴτιον οὐ τύχης, ὡς ὁ ἐμὸς λόγος, ἀλλʼ ὁ κακὸς βίος ὃν οἱ τῶν διαφερόντως πλουσίων καὶ τυράννων παῖδες τὰ πολλὰ ζῶσιν·
ΑΘ. その原因は運不運ではなく、私の議論によれば、並外れて裕福な者たちや支配者たちの子供たちが大抵送っている悪しき生活にあります。
οὐ γὰρ μή ποτε γένηται παῖς καὶ ἀνὴρ καὶ γέρων ἐκ ταύτης τῆς τροφῆς διαφέρων πρὸς ἀρετήν.
なぜなら、このような養育からは、子供であれ、成人であれ、老人であれ、徳において傑出した者になることは決してあり得ないからです。
ἃ δή, φαμέν, τῷ νομοθέτῃ σκεπτέον, καὶ ἡμῖν δὲ ἐν τῷ νῦν παρόντι.
これこそ、私たちが言うには、立法者が考慮すべきことであり、また現在の私たちも考慮すべきことなのです。
δίκαιον μήν, ὦ Λακεδαιμόνιοι, τοῦτό γε τῇ πόλει ὑμῶν ἀποδιδόναι, ὅτι πενίᾳ καὶ πλούτῳ καὶ ἰδιωτείᾳ καὶ βασιλείᾳ διαφέρουσαν οὐδʼ ἡντινοῦν τιμὴν καὶ τροφὴν νέμετε, ἃς μὴ τὸ κατʼ ἀρχὰς ὑμῖν θεῖον παρὰ θεοῦ διεμαντεύσατό τινος.
しかしながら、ラケダイモン人よ、あなた方の国家に対して次のことを認めるのは正当です。 すなわち、貧困や富、一市民の立場や王位に対して、そもそも神があなた方にいずれかの神を通じて神託によってあらかじめ指示したものでない限り、いかなる格別な名誉や養育をも与えていないということです。
οὐ γὰρ δὴ δεῖ κατὰ πόλιν γε εἶναι τὰς τιμὰς ὑπερεχούσας, ὅτι τίς ἐστιν πλούτῳ διαφέρων, ἐπεὶ οὐδʼ ὅτι ταχὺς ἢ καλὸς ἢ ἰσχυρὸς ἄνευ τινὸς ἀρετῆς, οὐδʼ ἀρετῆς ἧς ἂν σωφροσύνη ἀπῇ.
国家においては、ある者が富に秀でているからといって格別な名誉が与えられてはならないし、また何らかの徳がなければ、足が速いとか、美しく力強いということに対しても名誉が与えられてはならず、さらにその徳も、節制を欠いたものであってはならないからです。
ΜΕ. πῶς τοῦτο, ὦ ξένε, λέγεις;
ΜΕ. 異邦人よ、それはどういうことですか。
ΑΘ. ἀνδρεία που μόριον ἀρετῆς ἕν;
ΑΘ. 勇気は徳の一部分ですね。
ΜΕ. πῶς γὰρ οὔ;
ΜΕ. もちろんですとも。
ΑΘ. δίκασον τοίνυν αὐτὸς τὸν λόγον ἀκούσας εἴ σοι δέξαιʼ ἂν σύνοικον ἢ γείτονα εἶναί τινα σφόδρα μὲν ἀνδρεῖον, μὴ σώφρονα δὲ ἀλλʼ ἀκόλαστον.
ΑΘ. では、次の議論を聞いて、あなた自身で判断してください。 非常に勇敢ではあるが、節制がなく、放縦な人物を、同居人や隣人として受け入れたいと思いますか。
ΜΕ. εὐφήμει.
ΜΕ. めっそうもない。
ΑΘ. τί δέ; τεχνικὸν μὲν καὶ περὶ ταῦτα σοφόν, ἄδικον δέ;
ΑΘ. では、技術があり、その点で知恵はあるが、不正な人物はどうですか。
ΜΕ. οὐδαμῶς.
ΜΕ. 決して受け入れられません。
ΑΘ. ἀλλὰ μὴν τό γε δίκαιον οὐ φύεται χωρὶς τοῦ σωφρονεῖν.
ΑΘ. しかしながら、正義というものは節制なしには生じません。
ΜΕ. πῶς γὰρ ἄν;
ΜΕ. どうして生じ得ましょうか。
ΑΘ. οὐδὲ μὴν ὅν γε σοφὸν ἡμεῖς νυνδὴ προυθέμεθα, τὸν τὰς ἡδονὰς καὶ λύπας κεκτημένον συμφώνους τοῖς ὀρθοῖς λόγοις καὶ ἑπομένας.
ΑΘ. また、私たちが先ほど提示した知恵ある者、すなわち快楽と苦痛が正しい理性に調和し、それに従っているような者も、節制なしにはあり得ません。
ΜΕ. οὐ γὰρ οὖν.
ΜΕ. 確かにその通りです。
ΑΘ. ἔτι δὴ καὶ τόδε ἐπισκεψώμεθα τῶν ἐν ταῖς πόλεσιν τιμήσεων ἕνεκα, ποῖαί τε ὀρθαὶ καὶ μὴ γίγνονται ἑκάστοτε.
ΑΘ. さらに、国家における名誉の授与に関して、どのような名誉の授与がその都度正しく、また正しくないのか、この点も検討してみましょう。
ΜΕ. τὸ ποῖον;
ΜΕ. どのような点ですか。
ΑΘ. σωφροσύνη ἄνευ πάσης τῆς ἄλλης ἀρετῆς ἐν ψυχῇ τινι μεμονωμένη τίμιον ἢ ἄτιμον γίγνοιτʼ ἂν κατὰ δίκην;
ΑΘ. 他のすべての徳を欠き、ある人の魂の中に孤立して存在する節制は、正当に見て、名誉に値するでしょうか、それとも値しないでしょうか。
ΜΕ. οὐκ ἔχω ὅπως εἴπω.
ΜΕ. どう言うべきかわかりません。
ΑΘ. καὶ μὴν εἴρηκάς γε μετρίως·
ΑΘ. いや、あなたの答えは適度です。
εἰπὼν γὰρ δὴ ὧν ἠρόμην ὁποτερονοῦν, παρὰ μέλος ἔμοιγʼ ἂν δοκεῖς φθέγξασθαι.
なぜなら、私が尋ねたことのどちらか一方を答えていたなら、私にはあなたが調子外れなことを言っているように思われたでしょうから。
ΜΕ. καλῶς τοίνυν γεγονὸς ἂν εἴη.
ΜΕ. では、これでよかったのですね。
ΑΘ. εἶεν·
ΑΘ. よろしい。
τὸ μὲν δὴ πρόσθημα ὧν τιμαί τε καὶ ἀτιμίαι οὐ λόγου, ἀλλά τινος μᾶλλον ἀλόγου σιγῆς, ἄξιον ἂν εἴη.
名誉や不名誉を与える対象となる「付加物」は、言葉ではなく、むしろ言葉に表せない沈黙に値するものでしょう。
ΜΕ. σωφροσύνην μοι φαίνῃ λέγειν.
ΜΕ. あなたは節制のことを言っているようですね。
ΑΘ. ναί.
ΑΘ. そうです。
τὸ δέ γε τῶν ἄλλων πλεῖστα ἡμᾶς ὠφελοῦν μετὰ τῆς προσθήκης μάλιστʼ ἂν τιμώμενον ὀρθότατα τιμῷτο, καὶ τὸ δεύτερον δευτέρως· καὶ οὕτω δὴ κατὰ τὸν ἑξῆς λόγον τὰς ἐφεξῆς τιμὰς λαγχάνον ἕκαστον ὀρθῶς ἂν λαγχάνοι.
そして、他のもののうち、その「付加物」を伴うことで私たちに最も益をもたらすものが、最も名誉を与えられるとき、最も正しく名誉を与えられることになり、二番目のものは二番目に、そしてこのように順序に従って、それぞれが順次名誉を得るとき、正しく得ることになるでしょう。